§10.2.1Αἰτωλοὶ μὲν τοίνυν καὶ Ἀκαρνᾶνες ὁμοροῦσιν ἀλλήλοις, μέσον ἔχοντες τὸν Ἀχελῶον ποταμὸν ῥέοντα ἀπὸ τῶν ἄρκτων καὶ τῆς Πίνδου πρὸς νότον διά τε Ἀγραίων Αἰτωλικοῦ ἔθνους καὶ Ἀμφιλόχων, Ἀκαρνᾶνες μὲν τὸ πρὸς ἑσπέραν μέρος ἔχοντες τοῦ ποταμοῦ μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου τοῦ κατὰ Ἀμφιλόχους καὶ τὸ ἱερὸν τοῦ Ἀκτίου Ἀπόλλωνος, Αἰτωλοὶ δὲ τὸ πρὸς ἕω μέχρι τῶν Ὀζολῶν Λοκρῶν καὶ τοῦ Παρνασσοῦ καὶ τῶν Οἰταίων.
さて、アイトリア人とアカルナニア人は互いに隣接しており、北およびピンドス山から南へと、アイトリアの一民族であるアグライオイ人の地とアンピロコイ人の地を通って流れるアケロオス川を中間に挟んでいる。 アカルナニア人は、この川の西側の部分を、アンピロコイ人の近くのアンブラキア湾およびアクティオンのアポロン神殿に至るまで領有しており、アイトリア人は、東側の部分を、オゾラ・ロクロス人、パルナッソス山、およびオイタ人たちの地に至るまで領有している。
ὑπέρκεινται δʼ ἐν τῇ μεσογαίᾳ καὶ τοῖς προσβορείοις μέρεσι τῶν μὲν Ἀκαρνάνων Ἀμφίλοχοι, τούτων δὲ Δόλοπες καὶ ἡ Πίνδος, τῶν δʼ Αἰτωλῶν Περραιβοί τε καὶ Ἀθαμᾶνες καὶ Αἰνιάνων τι μέρος τῶν τὴν Οἴτην ἐχόντων·
内陸部および北方の地域においては、アカルナニア人の上にはアンピロコイ人が位置し、彼らの上にはドロペス人とピンドス山が、アイトリア人の上にはペッライボイ人とアタマネス人、およびオイテ山を領有するアイニアネス人の一部が位置している。
τὸ δὲ νότιον πλευρόν, τό τε Ἀκαρνανικὸν ὁμοίως καὶ τὸ Αἰτωλικόν, κλύζεται τῇ ποιούσῃ θαλάττῃ τὸν Κορινθιακὸν κόλπον, εἰς ὃν καὶ ὁ Ἀχελῶος ποταμὸς ἐξίησιν, ὁρίζων τὴν τῶν Αἰτωλῶν παραλίαν καὶ τὴν Ἀκαρνανικήν·
南の側面は、アカルナニア側もアイトリア側も同様に、コリントス湾を形成している海によって洗われており、その湾へアケロオス川も注ぎ込み、アイトリア人の海岸線とアカルナニア人の海岸線を画定している。
ἐκαλεῖτο δὲ Θόας ὁ Ἀχελῶος πρότερον.
このアケロオス川は以前はトアスと呼ばれていた。
ἔστι δὲ καὶ ὁ παρὰ Δύμην ὁμώνυμος τούτῳ, καθάπερ εἴρηται, καὶ ὁ περὶ Λάμιαν.
デュメの近くにもこれと同名の川があり、すでに述べた通りである。 またラミアの近くにもある。
εἴρηται δὲ καὶ ὅτι ἀρχὴν τοῦ Κορινθιακοῦ κόλπου τὸ στόμα τοῦδε τοῦ ποταμοῦ φασι.
また、この川の河口がコリントス湾の始まりであると人々が言っていることも、すでに述べられている。
§10.2.2πόλεις δʼ εἰσὶν ἐν μὲν τοῖς Ἀκαρνᾶσιν Ἀνακτόριόν τε ἐπὶ χερρονήσου ἱδρυμένον Ἀκτίου πλησίον, ἐμπόριον τῆς νῦν ἐκτισμένης ἐφʼ ἡμῶν Νικοπόλεως, καὶ Στράτος, ἀνάπλουν ἔχουσα τῷ Ἀχελώῳ πλειόνων ἢ διακοσίων σταδίων, καὶ Οἰνειάδαι, καὶ αὐτὴ ἐπὶ τῷ ποταμῷ, ἡ μὲν παλαιὰ οὐ κατοικουμένη, ἴσον ἀπέχουσα τῆς τε θαλάττης καὶ τοῦ Στράτου, ἡ δὲ νῦν ὅσον ἑβδομήκοντα σταδίους ὑπὲρ τῆς ἐκβολῆς διέχουσα·
アカルナニア人の国における都市としては、アクティオンの近くの半島上に位置し、現代我々の時代に建設されたニコポリスの交易地となっているアナクトリオン、およびアケロオス川を二百スタディオン以上遡上したところにあるストラトス、そして同じく川沿いにあるオイネイアダイがある。 このうち古い都市は今は居住されておらず、海とストラトスから等距離にあり、現在の都市は河口からおよそ七十スタディオン上に離れたところにある。
καὶ ἄλλαι δʼ εἰσί, Πάλαιρός τε καὶ Ἀλυζία καὶ Λευκὰς καὶ Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Ἀμβρακία, ὧν αἱ πλεῖσται περιοικίδες γεγόνασιν ἢ καὶ πᾶσαι τῆς Νικοπόλεως·
また他の都市もあり、パライロス、アリュジア、レウカス、アンピロキアのアルゴス、アンブラキアであるが、これらの大部分、あるいはすべてがニコポリスの周辺都市となった。
κεῖται δʼ ὁ Στράτος κατὰ μέσην τὴν ἐξ Ἀλυζίας ὁδὸν εἰς Ἀνακτόριον.
ストラトスはアリュジアからアナクトリオンへの道の中間に位置している。
§10.2.3Αἰτωλῶν δʼ εἰσὶ Καλυδών τε καὶ Πλευρών, νῦν μὲν τεταπεινωμέναι, τὸ δὲ παλαιὸν πρόσχημα τῆς Ἑλλάδος ἦν ταῦτα τὰ κτίσματα.
アイトリア人の都市としてはカリュドンとプレウロンがあり、現在は衰退しているが、古くはこれらの町はギリシアの誇りであった。
καὶ δὴ καὶ διῃρῆσθαι συνέβαινε δίχα τὴν Αἰτωλίαν, καὶ τὴν μὲν ἀρχαίαν λέγεσθαι τὴν δʼ ἐπίκτητον·
そして実際、アイトリアは二つに分かれており、一方は「古代アイトリア」、他方は「新領土アイトリア」と呼ばれていた。
ἀρχαίαν μὲν τὴν ἀπὸ τοῦ Ἀχελώου μέχρι Καλυδῶνος παραλίαν ἐπὶ πολὺ καὶ τῆς μεσογαίας ἀνήκουσαν εὐκάρπου τε καὶ πεδιάδος, ᾗ ἐστὶ καὶ Στράτος καὶ τὸ Τριχώνιον ἀρίστην ἔχον γῆν·
古代アイトリアとは、アケロオス川からカリュドンに至る沿岸地域で、内陸の肥沃な平原へと大きく入り込んでおり、そこにはストラトスや、極めて優れた土地を持つトリコニオンがある。
ἐπίκτητον δὲ τὴν τοῖς Λοκροῖς συνάπτουσαν ὡς ἐπὶ Ναύπακτόν τε καὶ Εὐπάλιον, τραχυτέραν τε οὖσαν καὶ λυπροτέραν, μέχρι τῆς Οἰταίας καὶ τῆς Ἀθαμάνων καὶ τῶν ἐφεξῆς ἐπὶ τὴν ἄρκτον ἤδη περιισταμένων ὀρῶν τε καὶ ἐθνῶν.
新領土アイトリアとは、ロクロス人に隣接し、ナウパクトスやウパリオスへと向かう、より険しく痩せた土地であり、オイテ地方やアタマネス地方、およびその北方に連なる山々や部族に至る。
§10.2.4ἔχει δὲ καὶ ἡ Αἰτωλία ὄρος μέγιστον μὲν τὸν Κόρακα, συνάπτοντα τῇ Οἴτῃ, τῶν δʼ ἄλλων ἐν μέσῳ μὲν μᾶλλον τὸν Ἀράκυνθον, περὶ ὃν τὴν νεωτέραν Πλευρῶνα συνῴκισαν ἀφέντες τὴν παλαιὰν ἐγγὺς κειμένην Καλυδῶνος οἱ οἰκήτορες, εὔκαρπον οὖσαν καὶ πεδιάδα, πορθοῦντος τὴν χώραν Δημητρίου τοῦ ἐπικληθέντος Αἰτωλικοῦ·
アイトリアの山としては、最も高いのはコラクス山で、オイテ山に接している。 その他のうちでは、より中央寄りにアラキュントス山があり、その周辺に住民たちは、カリュドンの近くにあった肥沃な平野の古い都市を放棄して、新しいプレウロンを共同で建設した。 これは「アイトリコス」と呼ばれたデメトリオスがその土地を荒廃させたためである。
ὑπὲρ δὲ τῆς Μολυκρείας Ταφιασσὸν καὶ Χαλκίδα, ὄρη ἱκανῶς ὑψηλά, ἐφʼ οἷς πολίχνια ἵδρυτο Μακυνία τε καὶ Χαλκίς, ὁμώνυμος τῷ ὄρει, ἣν καὶ Ὑποχαλκίδα καλοῦσι·
モリュクレイアの上には十分に高い山であるタピアッソス山とカルキス山があり、そこにはマキュニアや、山と同名で「ウポカルキス」とも呼ばれるカルキスという小都市が創建されていた。
Κούριον δὲ πλησίον τῆς παλαιᾶς Πλευρῶνος, ἀφʼ οὗ τοὺς Πλευρωνίους Κουρῆτας ὀνομασθῆναί τινες ὑπέλαβον.
また古いプレウロンの近くにはクリオン山があり、これにちなんでプレウロン人がクレテスと呼ばれるようになったと考える人々もいる。
§10.2.5ὁ δʼ Εὔηνος ποταμὸς ἄρχεται μὲν ἐκ Βωμιέων τῶν ἐν Ὀφιεῦσιν Αἰτωλικῷ ἔθνει (καθάπερ καὶ οἱ Εὐρυτᾶνες καὶ Ἀγραῖοι καὶ Κουρῆτες καὶ ἄλλοι), ῥεῖ δʼ οὐ διὰ τῆς Κουρητικῆς κατʼ ἀρχάς, ἥτις ἐστὶν ἡ αὐτὴ τῇ Πλευρωνίᾳ, ἀλλὰ διὰ τῆς προσεῴας μᾶλλον παρὰ τὴν Χαλκίδα καὶ Καλυδῶνα·
エウエノス川は、アイトリアの部族オピエウス人の地にあるボミエウス人の地から始まっており(エウリュタネス人、アグライオイ人、クレテス人、その他と同様)、最初はプレウロン地方と同一であるクレテス地方を通って流れるのではなく、むしろより東寄りの地域をカルキスやカリュドンの傍らを通って流れる。
εἶτʼ ἀνακάμψας ἐπὶ τὰ τῆς Πλευρῶνος πεδία τῆς παλαιᾶς καὶ παραλλάξας εἰς δύσιν ἐπιστρέφει πρὸς τὰς ἐκβολὰς καὶ τὴν μεσημβρίαν·
その後、古いプレウロンの平野へと曲がり、西へと方向を変えて、河口および南へと向かう。
ἐκαλεῖτο δὲ Λυκόρμας πρότερον·
この川は以前はリュコルマスと呼ばれていた。
καὶ ὁ Νέσσος ἐνταῦθα λέγεται πορθμεὺς ἀποδεδειγμένος ὑφʼ Ἡρακλέους ἀποθανεῖν, ἐπειδὴ πορθμεύων τὴν Δηιάνειραν ἐπεχείρει βιάσασθαι.
そしてヘラクレスによって渡し守に任命されていたネッソスは、デイアネイラを渡している最中に暴行しようとしたため、ここで殺されたと言われている。