Humanitext Reader

ストラボン · 地理誌 §10.2.21-10.2.23

アカルナニアとアイトリアの地勢と衰退の現状

322 / 577 箇所 · ギリシア語

要旨

アカルナニアとアイトリアの両地域における主要な都市、湖、河川、山脈などの地理的配置が詳細に描かれ、相次ぐ戦争による現在の疲弊した状況や、叙事詩等の文脈における歴史的重要性および起源を巡る異同へと議論が展開する。

§10.2.21μεταξὺ δὲ Λευκάδος καὶ τοῦ Ἀμβρακικοῦ κόλπου λιμνοθάλαττά ἐστι Μυρτούντιον λεγομένη.
レウカスとアンブラキア湾の間には、ミュルトゥンティオンと呼ばれるラグーンがある。
ἀπὸ δὲ Λευκάδος ἑξῆς Πάλαιρος καὶ Ἀλυζία τῆς Ἀκαρνανίας εἰσὶ πόλεις, ὧν ἡ Ἀλυζία πεντεκαίδεκα ἀπὸ θαλάττης διέχει σταδίους, καθʼ ἥν ἐστι λιμὴν Ἡρακλέους ἱερὸς καὶ τέμενος, ἐξ οὗ τοὺς Ἡρακλέους ἄθλους, ἔργα Λυσίππου, μετήνεγκεν εἰς Ῥώμην τῶν ἡγεμόνων τις, παρὰ τόπον κειμένους διὰ τὴν ἐρημίαν.
レウカスの次には、アカルナニアの都市パライロスとアリュジアがあり、そのうちアリュジアは海から十五スタディオン離れている。 その海辺にはヘラクレスの神聖な港と聖域があり、そこからヘラクレスの功業を表す群像(リュシッポスの作)を、あるローマの指導者が、そこが寂れていたために不適切な場所に置かれているとしてローマへ移した。
εἶτα ἄκρα Κριθώτη καὶ Ἐχινάδες καὶ πόλις Ἀστακός, ὁμώνυμος τῇ περὶ Νικομήδειαν καὶ τὸν Ἀστακηνὸν κόλπον (καὶ ἡ Κριθώτη δʼ ὁμώνυμος πολίχνη τῶν ἐν τῇ Θρᾳκίᾳ Χερρονήσῳ)·
次にクリトテ岬、エキナデス群島、そしてアスタコス市があるが、これはニコメディア付近およびアスタコス湾の同名都市と同じ名である(また、クリトテもトラキアのケルソネソスにある小都市と同名である)。
πάντα δʼ εὐλίμενα τὰ μεταξύ·
その間の場所はすべて港湾に恵まれている。
εἶτʼ Οἰνιάδαι καὶ ὁ Ἀχελῶος·
次にオイニアダイとアケロオス川。
εἶτα λίμνη τῶν Οἰνιαδῶν Μελίτη καλουμένη, μῆκος μὲν ἔχουσα τριάκοντα σταδίων πλάτος δὲ εἴκοσι, καὶ ἄλλη Κυνία διπλασία ταύτης καὶ μῆκος καὶ πλάτος, τρίτη δʼ Οὐρία πολλῷ τούτων μικροτέρα·
次にオイニアダイの湖でメリテと呼ばれるものがあり、長さ三十スタディオン、幅二十スタディオンである。 そしてもう一つ、長さも幅もこの二倍あるキュニア湖があり、三つ目はウリア湖で、これらよりはるかに小さい。
ἡ μὲν οὖν Κυνία καὶ ἐκδίδωσιν εἰς τὴν θάλατταν, αἱ λοιπαὶ δʼ ὑπέρκεινται ὅσον ἡμιστάδιον·
キュニア湖は海へと流れ込んでいるが、残りの湖は半スタディオンほど高いところに位置している。
εἶθʼ ὁ Εὔηνος, εἰς ὃν ἀπὸ τοῦ Ἀκτίου στάδιοι ἑξακόσιοι ἑβδομήκοντα·
次にエウエノス川があり、アクティウムからそこまでは六百七十スタディオンである。
μετὰ δὲ τὸν Εὔηνον τὸ ὄρος ἡ Χαλκίς, ἣν Χαλκίαν εἴρηκεν Ἀρτεμίδωρος·
エウエノス川の次にはカルキス山があり、これをアルテミドロスはカルキアと呼んでいる。
εἶθʼ ἡ Πλευρών, εἶθʼ ἡ Ἁλίκυρνα κώμη, ἧς ὑπέρκειται Καλυδὼν ἐν τῇ μεσογαίᾳ σταδίοις τριάκοντα·
次にプレウロン、次にアリキュルナ村があり、その内陸三十スタディオンにカリュドンが位置している。
περὶ δὲ τὴν Καλυδῶνά ἐστι τὸ τοῦ Λαφρίου Ἀπόλλωνος ἱερόν·
カリュドンの周辺には、ラプリアのアポロンの聖域がある。
εἶθʼ ὁ Ταφιασσὸς τὸ ὄρος, εἶτα Μακυνία πόλις, εἶτα Μολύκρεια καὶ πλησίον τὸ Ἀντίρριον τὸ τῆς Αἰτωλίας ὅριον καὶ τῆς Λοκρίδος, εἰς ὃ ἀπὸ τοῦ Εὐήνου στάδιοι περὶ ἑκατὸν εἴκοσιν.
次にタピアスソス山、次にマキュニア市、次にモリュクレイアがあり、その近くに、アイトリアとロクリスの境界であるアンティリオンがあり、エウエノス川からそこまでは約百二十スタディオンである。
Ἀρτεμίδωρος μὲν οὕτω περὶ τῆς εἴτε Χαλκίδος εἴτε Χαλκίας τοῦ ὄρους, μεταξὺ τοῦ Ἀχελώου καὶ τῆς Πλευρῶνος ἱδρύων αὐτήν, Ἀπολλόδωρος δέ, ὡς πρότερον εἶπον, ὑπὲρ τῆς Μολυκρείας καὶ τὴν Χαλκίδα καὶ τὸν Ταφιασσόν·
アルテミドロスは、カルキスともカルキアとも呼ばれる山についてこのように述べ、それをアケロオス川とプレウロンの間に位置づけている。 しかしアポロドロスは、前述のように、モリュクレイアの上方にカルキスとタピアスソスの両方を置いている。
καὶ τὴν δὲ Καλυδῶνα μεταξὺ ἱδρῦσθαί φησι τῆς τε Πλευρῶνος καὶ τῆς Χαλκίδος·
そしてカリュドンもまたプレウロンとカルキスの間に位置していると述べている。
εἰ μὴ ἄρα ἕτερον θετέον τὸ πρὸς Πλευρῶνι ὄρος Χαλκίαν καλούμενον, ἕτερον δὲ τὴν Χαλκίδα τὴν πρὸς Μολυκρείᾳ.
もっとも、プレウロンの近くにあってカルキアと呼ばれる山と、モリュクレイアの近くにあるカルキス山とは、別個のものとみなさねばならないかもしれないが。
ἔστι δέ τις καὶ πρὸς τῇ Καλυδῶνι λίμνη μεγάλη καὶ εὔοψος, ἣν ἔχουσιν οἱ ἐν Πάτραις Ῥωμαῖοι.
また、カリュドンの近くには魚の豊富な大きな湖があり、パトライに住むローマ人がこれを所有している。
§10.2.22τῆς δὲ μεσογαίας κατὰ μὲν τὴν Ἀκαρνανίαν Ἐρυσιχαίους τινάς φησιν Ἀπολλόδωρος λέγεσθαι, ὧν Ἀλκμὰν μέμνηται " οὐδʼ Ἐρυσιχαῖος, οὐδὲ ποιμήν, ἀλλὰ Σαρδίων ἀπʼ ἀκρᾶν. " κατὰ δὲ τὴν Αἰτωλίαν ἦν Ὤλενος, ἧς ἐν τῷ Αἰτωλικῷ καταλόγῳ μέμνηται Ὅμηρος, ἴχνη δʼ αὐτῆς λείπεται μόνον ἐγγὺς τῆς Πλευρῶνος ὑπὸ τῷ Ἀρακύνθῳ·
内陸部については、アカルナニア側では「エリュシカイオイ」と呼ばれる人々がいるとアポロドロスは言っているが、彼らについてはアルクマンが次のように言及している。 「エリュシカイオスでもなく、羊飼いでもなく、サルディスの高みから来た者」他方、アイトリア側にはオレノスがあり、これについてはホメロスがアイトリア人の船の目録で言及しているが、その痕跡だけがアラキュントス山の下、プレウロンの近くに残っている。
ἦν δὲ καὶ Λυσιμάχεια πλησίον, ἠφανισμένη καὶ αὐτή, κειμένη πρὸς τῇ λίμνῃ τῇ νῦν μὲν Λυσιμαχείᾳ πρότερον δʼ Ὕδρᾳ, μεταξὺ Πλευρῶνος καὶ Ἀρσινόης πόλεως, ἣ κώμη μὲν ἦν πρότερον καλουμένη Κωνώπα, κτίσμα δʼ ὑπῆρξεν Ἀρσινόης τῆς Πτολεμαίου τοῦ δευτέρου γυναικὸς ἅμα καὶ ἀδελφῆς, εὐφυῶς ἐπικειμένη πως τῇ τοῦ Ἀχελώου διαβάσει·
また、その近くにはリュシマケイアもあったが、これも同様に消失しており、現在はリュシマケイア、かつてはヒュドラと呼ばれていた湖の近く、プレウロンとアルシノエ市の間に位置していた。 アルシノエは、かつてはコノパと呼ばれた村であったが、プトレマイオス二世の妻であり姉妹でもあったアルシノエによって創建された都市であり、アケロオス川の渡河地点に非常に好都合な形で位置している。
παραπλήσιον δέ τι καὶ ἡ Πυλήνη τῷ Ὠλένῳ πέπονθεν.
ピュレネもまた、オレノスとほぼ同様の運命をたどった。
ὅταν δὲ φῇ τὴν Καλυδῶνα αἰπεῖάν τε καὶ πετρήεσσαν, ἀπὸ τῆς χώρας δεκτέον·
詩人がカリュドンを「険しく岩がち」と言うとき、それはその領地から理解されねばならない。
εἴρηται γὰρ ὅτι τὴν χώραν δίχα διελόντες τὴν μὲν ὀρεινὴν καὶ ἐπίκτητον τῇ Καλυδῶνι προσένειμαν, τὴν πεδιάδα δὲ τῇ Πλευρῶνι.
というのも、人々はその土地を二つに分割し、山がちで新しく獲得した部分をカリュドンに割り当て、平野部をプレウロンに割り当てたと言われているからである。
§10.2.23νυνὶ μὲν οὖν ἐκπεπόνηται καὶ ἀπηγόρευκεν ὑπὸ τῶν συνεχῶν πολέμων ἥ τʼ Ἀκαρνανία καὶ Αἰτωλοί, καθάπερ καὶ πολλὰ τῶν ἄλλων ἐθνῶν·
さて、現在では、アカルナニアもアイトリア人も、他の多くの民族と同様に、度重なる戦争によって疲弊しきって衰退している。
πλεῖστον μέντοι χρόνον συνέμειναν Αἰτωλοὶ μετὰ τῶν Ἀκαρνάνων πρός τε τοὺς Μακεδόνας καὶ τοὺς ἄλλους Ἕλληνας, ὕστατα δὲ καὶ πρὸς Ῥωμαίους περὶ τῆς αὐτονομίας ἀγωνιζόμενοι.
それでもアイトリア人は、アカルナニア人とともに、マケドニア人や他のギリシア人、そして最後にはローマ人に対しても、自らの自治を求めて極めて長い間闘い続けた。
ἐπεὶ δὲ καὶ Ὅμηρος αὐτῶν ἐπὶ πολὺ μέμνηται καὶ οἱ ἄλλοι ποιηταί τε καὶ συγγραφεῖς, τὰ μὲν εὐσήμως τε καὶ ὁμολογουμένως, τὰ δʼ ἧττον γνωρίμως (καθάπερ τοῦτο καὶ ἐν τοῖς ἤδη λεχθεῖσι περὶ αὐτῶν ἀποδέδεικται), προσληπτέον καὶ τῶν παλαιοτέρων τινὰ τῶν ἀρχῆς ἐχόντων τάξιν ἢ διαπορουμένων.
ホメロスや他の詩人、歴史家たちも彼らについて多く言及しており、そのあるものは明快かつ合意された事実であり、あるものはあまり知られていない(これはすでに彼らに関して述べたことの中でも示されている通りである)ので、彼らの最古の歴史、すなわち起源に関わる事柄や議論されている事柄をいくつか付け加えるべきである。

語釈・文法注

  1. 10.2.21παρὰ τόπον κειμένους — 分詞 κειμένους は τοὺς Ἡρακλέους ἄθλους(対格・複数・男性)と性・数・格が一致している。前置詞句 παρὰ τόπον は「不適切な場所に」「そぐわない場所に」を意味し、リュシッポスによるヘラクレス像の群像が、アリュジアの寂れた環境(διὰ τὴν ἐρημίαν)に置かれていたためにその重要性にふさわしくない状態にあったことを説明している。
  2. 10.2.21εἰ μὴ ἄρα ἕτερον θετέον — 接続詞 εἰ μή に小辞 ἄρα(「あるいは」「~でなければ」)が伴い、直前の不一致を解決するための代わりの仮定を導入している。動形容詞 θετέον は非人称表現で義務や必要(「~と見なさねばならない」)を表し、属格をとる(ここでは ἕτερον と ἕτερον が対格の主語を伴う不定詞句の代わりをなす)。
  3. 10.2.22ἀπὸ τῆς χώρας δεκτέον — 非人称の動形容詞 δεκτέον(「受け入れられねばならない」「理解されねばならない」)に、判断の根拠を示す前置詞句 ἀπὸ τῆς χώρας(「土地・領域から」)が伴っている。これは、詩人の「険しく岩がち」という形容を、カリュドンという都市そのものではなく、その管轄する周辺領地全体について言及しているものとして解釈すべきであることを表す。
  4. 10.2.23προσληπτέον καὶ τῶν παλαιοτέρων τινὰ — 非人称の動形容詞 προσληπτέον が必要(「さらに付け加えるべきである」)を表し、部分属格を含む τινὰ τῶν παλαιοτέρων(「最古の事柄のうちのいくつか」)を補語として伴う。これにより、地理的記述から歴史的起源の議論へと議論を移行させている。

この箇所を引用する

ストラボン, 地理誌 §10.2.21-10.2.23. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.2.21-10.2.23

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。