Humanitext Reader

斯特拉波 · 地理学 §10.2.24-10.2.26

阿卡纳尼亚早期居民与特洛伊不参战论

第 323 段,共 577 段 · 希腊语

内容简介

讨论阿卡纳尼亚传说的早期居民与移民历史,以及埃福罗斯关于他们未参加特洛伊战争的观点及其对罗马人的外交利用。

§10.2.24εὐθὺς ἐπὶ τῆς Ἀκαρνανίας ὅτι μὲν αὐτὴν ὁ Λαέρτης καὶ οἱ Κεφαλλῆνες κατεκτήσαντο εἴρηται ἡμῖν, τίνων δὲ κατεχόντων πρότερον πολλοὶ μὲν εἰρήκασιν· οὐχ ὁμολογούμενα δὲ εἰπόντων ἐπιφανῆ δέ, ἀπολείπεταί τις λόγος ἡμῖν διαιτητικὸς περὶ αὐτῶν.
\n关于阿卡纳尼亚,我们已经说过拉埃尔特斯和凯法莱内斯人征服了它,但至于在此之前是谁占领了它,许多人都有过阐述;由于他们的说法虽未达成共识但却很著名,因此留给我们的是对这些说法进行调解的讨论。
φασὶ γὰρ τοὺς Ταφίους τε καὶ Τηλεβόας λεγομένους οἰκεῖν τὴν Ἀκαρνανίαν πρότερον, καὶ τὸν ἡγεμόνα αὐτῶν Κέφαλον τὸν κατασταθέντα ὑπὸ Ἀμφιτρύωνος κύριον τῶν περὶ τὴν Τάφον νήσων κυριεῦσαι καὶ ταύτης τῆς χώρας· ἐντεῦθεν δὲ καὶ τὸ ἀπὸ τοῦ Λευκάτα νομιζόμενον ἅλμα τούτῳ πρώτῳ προσμυθεύουσιν, ὡς προείρηται.
因为他们说,被称为塔菲奥斯人和泰勒波亚斯人的人们较早时居住在阿卡纳尼亚,而由安菲特律翁确立为塔波斯周边岛屿之主的他们的领袖凯法洛斯,也统治了这片土地;因此,人们也将从莱夫卡塔斯岬角习惯性的跳跃,如前所述,神话般地归于他为第一人。
ὁ δὲ ποιητὴς ὅτι μὲν ἦρχον οἱ Τάφιοι τῶν Ἀκαρνάνων πρὶν ἢ τοὺς Κεφαλλῆνας καὶ τὸν Λαέρτην ἐπελθεῖν οὐ λέγει, διότι δʼ ἦσαν φίλοι τοῖς Ἰθακησίοις λέγει, ὥστʼ ἢ οὐδʼ ὅλως ἐπῆρξαν τῶν τόπων κατʼ αὐτόν, ἢ ἑκόντες παρεχώρησαν ἢ καὶ σύνοικοι ἐγένοντο.
但诗人并没有说在凯法莱内斯人和拉埃尔特斯到来之前,塔菲奥斯人统治着阿卡纳尼亚人,但他确实说过他们是伊萨卡人的朋友,因此根据他的说法,他们要么根本没有统治过这些地方,要么是自愿让出,要么是成为了共同居住者。
φαίνονται δὲ καὶ ἐκ Λακεδαίμονός τινες ἐποικῆσαι τὴν Ἀκαρνανίαν, οἱ μετʼ Ἰκαρίου τοῦ Πηνελόπης πατρός· καὶ γὰρ τοῦτον καὶ τοὺς ἀδελφοὺς αὐτῆς ζῶντας παραδίδωσιν ὁ ποιητὴς κατὰ τὴν Ὀδύσσειαν " οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα.
而且似乎也有一些来自拉刻代蒙的人移居到了阿卡纳尼亚,即与珀涅罗珀的父亲伊卡里奥斯同行的人;因为诗人确实在《奥德赛》中表明他及她的兄弟们还活着:\n“他们不愿回到父亲伊卡里奥斯的家中,好让他自己为女儿准备婚礼的礼品。
" καὶ περὶ τῶν ἀδελφῶν " ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμασθαι " οὔτε γὰρ ἐν Λακεδαίμονι πιθανὸν αὐτοὺς οἰκεῖν (οὐ γὰρ ἂν ὁ Τηλέμαχος παρὰ Μενελάῳ κατήγετο ἀφιγμένος ἐκεῖσε), οὔτʼ ἄλλην οἴκησιν παρειλήφαμεν αὐτῶν.
”\n关于兄弟们也是如此:\n“因为如今她的父亲和兄弟们都已经劝她嫁给欧律马科斯”\n因为他们居住在拉刻代蒙是不可信的(因为如果这样,忒勒马科斯到达那里时就不会借宿在梅内拉奥斯那里了),而且我们也没有听说过他们的其他住所。
φασὶ δὲ Τυνδάρεων καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἰκάριον ἐκπεσόντας ὑπὸ Ἱπποκόωντος τῆς οἰκείας ἐλθεῖν παρὰ Θέστιον τὸν τῶν Πλευρωνίων ἄρχοντα, καὶ συγκατακτήσασθαι τὴν πέραν τοῦ Ἀχελώου πολλὴν ἐπὶ μέρει· τὸν μὲν οὖν Τυνδάρεων ἐπανελθεῖν οἴκαδε γήμαντα Λήδαν τὴν τοῦ Θεστίου θυγατέρα, τὸν δʼ Ἰκάριον ὑπομεῖναι τῆς Ἀκαρνανίας ἔχοντα μέρος, καὶ τεκνοποιήσασθαι τήν τε Πηνελόπην ἐκ Πολυκάστης τῆς Λυγαίου θυγατρὸς καὶ τοὺς ἀδελφοὺς αὐτῆς.
人们说,廷达雷奥斯和他的兄弟伊卡里奥斯被希波科翁从自己的家园驱逐后,来到了普莱夫龙人的统治者忒斯提奥斯那里,并协助他征服了阿克洛奥斯河对岸的大部分土地,以此换取一部分分封;廷达雷奥斯在娶了忒斯提奥斯的女儿勒达后便返回了家乡,而伊卡里奥斯则留了下来,占有阿卡纳尼亚的一部分,并与吕盖奥斯的女儿波吕卡斯忒生下了珀涅罗珀和她的兄弟们。
ἡμεῖς μὲν οὖν ἀπεδείξαμεν ἐν τῷ καταλόγῳ τῶν νεῶν καὶ τοὺς Ἀκαρνᾶνας καταριθμουμένους καὶ μετασχόντας τῆς ἐπὶ Ἴλιον στρατείας, ἐν οἷς κατωνομάζοντο οἵ τε τὴν ἀκτὴν οἰκοῦντες καὶ ἔτι " οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο.
那么我们已经在《船员名录》中表明,阿卡纳尼亚人也被列入并参加了对伊利翁的远征,在那些人中,居住在海岸的人们以及\n“那些占有大陆并在对岸放牧的人们”\n被指名道姓。
" οὔτε δʼ ἡ ἤπειρος Ἀκαρνανία ὠνομάζετό πω οὔθʼ ἡ ἀκτὴ Λευκάς.
但当时大陆还不叫阿卡纳尼亚,海岸也不叫莱夫卡斯。
§10.2.25Ἔφορος δʼ οὔ φησι συστρατεῦσαι· Ἀλκμέωνα γὰρ τὸν Ἀμφιάρεω στρατεύσαντα μετὰ Διομήδους καὶ τῶν ἄλλων Ἐπιγόνων καὶ κατορθώσαντα τὸν πρὸς Θηβαίους πόλεμον συνελθεῖν Διομήδει καὶ τιμωρήσασθαι μετʼ αὐτοῦ τοὺς Οἰνέως ἐχθρούς, παραδόντα δʼ ἐκείνοις τὴν Αἰτωλίαν αὐτὸν εἰς τὴν Ἀκαρνανίαν παρελθεῖν καὶ ταύτην καταστρέφεσθαι.
\n\n然而,埃福罗斯说他们没有参加远征;因为安菲阿拉奥斯的儿子阿尔克迈翁与狄奥墨德斯及其他后嗣们一起出征,并成功结束了对忒拜人的战争后,与狄奥墨德斯会合,并与他一起向奥伊纽斯的敌人复仇,在将埃托利亚让给他们之后,他自己进入了阿卡纳尼亚并征服了这里。
Ἀγαμέμνονα δʼ ἐν τούτῳ τοῖς Ἀργείοις ἐπιθέμενον κρατῆσαι ῥᾳδίως, τῶν πλείστων τοῖς περὶ Διομήδη συνακολουθησάντων.
在此期间,阿伽门农袭击了阿耳戈斯人并轻易征服了他们,因为大部分人都跟随了狄奥墨德斯一伙。
μικρὸν δʼ ὕστερον ἐπιπεσούσης τῆς ἐπʼ Ἴλιον ἐξόδου, δείσαντα μὴ ἀπόντος αὐτοῦ κατὰ τὴν στρατείαν ἐπανελθόντες οἴκαδε οἱ περὶ τὸν Διομήδη (καὶ γὰρ ἀκούεσθαι μεγάλην περὶ αὐτὸν συνεστραμμένην δύναμιν) κατάσχοιεν τὴν μάλιστα προσήκουσαν αὐτοῖς ἀρχήν (τὸν μὲν γὰρ Ἀδράστου τὸν δὲ τοῦ πατρὸς εἶναι κληρονόμον), ταῦτα δὴ διανοηθέντα καλεῖν αὐτοὺς ἐπί τε τὴν τοῦ Ἄργους ἀπόληψιν καὶ τὴν κοινωνίαν τοῦ πολέμου· τὸν μὲν οὖν Διομήδη πεισθέντα μετασχεῖν τῆς στρατείας, τὸν δὲ Ἀλκμέωνα ἀγανακτοῦντα μὴ φροντίσαι· διὰ δὲ τοῦτο μηδὲ κοινωνῆσαι τῆς στρατείας μόνους τοὺς Ἀκαρνᾶνας τοῖς Ἕλλησι·
此后不久,当对伊利翁的出征发生时,阿伽门农害怕在自己出征不在期间,狄奥墨德斯一伙返回家园(因为听说有一支强大的军队聚集在他们周围)并夺取最属于他们的统治权(因为一个继承了阿德拉斯托斯的财产,另一个继承了自己父亲的财产),由于想到了这些,他便邀请他们收回阿耳戈斯并共同参与战争;狄奥墨德斯确实被说服参加了远征,但阿尔克迈翁因愤怒而没有理会;正因如此,希腊人中只有阿卡纳尼亚人没有参加远征。
τούτοις δʼ, ὡς εἰκός, τοῖς λόγοις ἐπακολουθήσαντες οἱ Ἀκαρνᾶνες σοφίσασθαι λέγονται Ῥωμαίους καὶ τὴν αὐτονομίαν παρʼ αὐτῶν ἐξανύσασθαι, λέγοντες ὡς οὐ μετάσχοιεν μόνοι τῆς ἐπὶ τοὺς προγόνους τοὺς ἐκείνων στρατείας· οὔτε γὰρ ἐν τῷ Αἰτωλικῷ καταλόγῳ φράζοιντο οὔτε ἰδίᾳ· οὐδὲ γὰρ ὅλως τοὔνομα τοῦτʼ ἐμφέροιτο ἐν τοῖς ἔπεσιν.
阿卡纳尼亚人自然而然地利用了这些传说,据说他们欺骗了罗马人并从他们那里获得了自治权,说他们自己是唯一没有参加对罗马人祖先远征的人;因为他们既没有在埃托利亚名录中被提及,也没有单独被提及,因为事实上这个名字在史诗中根本没有出现。
§10.2.26ὁ μὲν οὖν Ἔφορος πρὸ τῶν Τρωικῶν ἤδη τὴν Ἀκαρνανίαν ὑπὸ τῷ Ἀλκμέωνι ποιήσας, τό τε Ἄργος τὸ Ἀμφιλοχικὸν ἐκείνου κτίσμα ἀποφαίνει, καὶ τὴν Ἀκαρνανίαν ὠνομάσθαι φησὶν ἀπὸ τοῦ παιδὸς αὐτοῦ Ἀκαρνᾶνος, Ἀμφιλόχους δὲ ἀπὸ τοῦ ἀδελφοῦ Ἀμφιλόχου· ὥστε ἐκπίπτει εἰς τὰ παρὰ τὴν ὁμηρικὴν ἱστορίαν λεγόμενα.
\n\n因此,埃福罗斯在特洛伊战争之前就已经将阿卡纳尼亚置于阿尔克迈翁之下,并表明安菲洛基亚的阿耳戈斯是他的创建物,还说阿卡纳尼亚是根据他的儿子阿卡南的名字命名的,而安菲洛基人则是根据他的兄弟安菲洛科斯的名字命名的;因此他陷入了违背荷马历史记载的说法。
Θουκυδίδης δὲ καὶ ἄλλοι τὸν Ἀμφίλοχον ἀπὸ τῆς στρατείας τῆς Τρωικῆς ἐπανιόντα, οὐκ ἀρεσκόμενον τοῖς ἐν Ἄργει, ταύτην οἰκῆσαί φασι τὴν χώραν, οἱ μὲν κατὰ διαδοχὴν ἥκοντα τῆς τοῦ ἀδελφοῦ δυναστείας, οἱ δʼ ἄλλως.
但修昔底德和其他人说,安菲洛科斯在从特洛伊远征归来时,因对阿耳戈斯的事态不满而在这片土地上定居,有人说他是为了继承他兄弟的王位而来,有人则说由于其他原因。
καὶ ἰδίᾳ μὲν περὶ Ἀκαρνάνων ταῦτα λέγοιτʼ ἄν, κοινῇ δʼ ὅσα καὶ τοῖς Αἰτωλικοῖς ἐπιπλέκεται νῦν ἐροῦμεν, τὰ Αἰτωλικὰ λέγοντες ἐφεξῆς ὅσα προσλαβεῖν τοῖς εἰρημένοις ἔγνωμεν.
关于阿卡纳尼亚人个人的确可以说这些,但在整体上,我们现在也将讲述那些与埃托利亚事务交织在一起的共同事物,依次叙述我们决定在已说过的基础上增加的埃托利亚事务。

词汇与语法注释

  1. 10.2.24οὐχ ὁμολογούμενα δὲ εἰπόντων ἐπιφανῆ δέ — 意为“虽然他们说了未达成共识但却著名的事”。εἰπόντων 是属格独立分词,其逻辑主语为前文的 πολλοί(许多人)。
  2. 10.2.24τούτῳ πρώτῳ — 意为“首次归于此人”。与格 τούτῳ πρώτῳ 指的是凯法洛斯(Cephalus)作为进行这一传统跳跃(ἅλμα)的首位行为者。
  3. 10.2.25δείσαντα μὴ ἀπόντος αὐτοῦ κατὰ τὴν στρατείαν ἐπανελθόντες οἴκαδε οἱ περὶ τὸν Διομήδη ... κατάσχοιεν — 由表示担忧的分词 δείσαντα(宾格,指阿伽门农)引导的 μή 从句。由于主句时态为历史时(历史现在时),从句动词 κατάσχοιεν 使用了祈愿式(optative)。
  4. 10.2.25σοφίσασθαι λέγονται Ῥωμαίους — 意为“据说他们欺骗(巧妙应对)了罗马人”。动词 σοφίζομαι 带宾格直接宾语 Ῥωμαίους,意为“用智慧或策略瞒骗、敷衍某人”。

引用这一段

斯特拉波, 地理学 §10.2.24-10.2.26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.2.24-10.2.26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。