Humanitext Reader

ストラボン · 地理誌 §10.1.10-10.1.16

エレトリアの歴史とレラントン戦争および近接戦闘の慣習

315 / 577 箇所 · ギリシア語

要旨

本節ではエウボイアの第二の主要都市エレトリアの起源や歴史的変遷、カルキスとの覇権争い(レラントン戦争)の協定、および両都市の哲学的繁栄について記述される。また、エウボイア人の特徴的な接近戦闘の戦術や、トロイア帰還時の植民、さらにギリシア西部の地誌叙述への移行が示される。

§10.1.10Ἐρέτριαν δʼ οἱ μὲν ἀπὸ Μακίστου τῆς Τριφυλίας ἀποικισθῆναί φασιν ὑπʼ Ἐρετριέως, οἱ δʼ ἀπὸ τῆς Ἀθήνησιν Ἐρετρίας, ἣ νῦν ἐστὶν ἀγορά·
エレトリアについて言えば、ある人々はそれがトリピュリアのマキストスからエレトリエウスによって植民されたと言い、別の人々は、現在は広場となっているアテナイのエレトリアから植民されたと言う。
ἔστι δὲ καὶ περὶ Φάρσαλον Ἐρέτρια, ἱερὰ τοῦ Ἀπόλλωνος.
またファルサロス周辺にもアポロンの神殿があるエレトリアという場所が存在する。
Ἀδμήτου δʼ ἵδρυμα λέγεται τὸ ἱερόν, παρʼ ᾧ θητεῦσαι λέγουσι τὸν θεὸν ἐνιαυτόν, πλησίον τοῦ πορθμοῦ.
この神殿はアドメトスの創建と言われ、その近く、すなわち海峡の近くで神が一年の間仕えたと言われている。
Μελανηὶς δʼ ἐκαλεῖτο πρότερον ἡ Ἐρέτρια καὶ Ἀρότρια·
エレトリアは以前はメラネイス、またアロトリアとも呼ばれていた。
ταύτης δʼ ἐστὶ κώμη ἡ Ἀμάρυνθος ἀφʼ ἑπτὰ σταδίων τοῦ τείχους.
この都市には、城壁から七スタディオン離れたところにアマリュントスという村がある。
τὴν μὲν οὖν ἀρχαίαν πόλιν κατέσκαψαν Πέρσαι, σαγηνεύσαντες, ὥς φησιν Ἡρόδοτος, τοὺς ἀνθρώπους τῷ πλήθει, περιχυθέντων τῶν βαρβάρων τῷ τείχει·
かつての古い都市は、ヘロドトスが言うように、バルバロイが城壁を取り囲み、その数によって人々を地引き網で捕らえるようにして、ペルシア人たちが徹底的に破壊した。
καὶ δεικνύουσιν ἔτι τοὺς θεμελίους, καλοῦσι δὲ παλαιὰν Ἐρέτριαν, ἡ δὲ νῦν ἐπέκτισται.
そして人々は今でもその土台を指し示し、そこを古いエレトリアと呼んでおり、現在の都市はその後に追加で建てられたものである。
τὴν δὲ δύναμιν τὴν Ἐρετριέων ἣν ἔσχον ποτὲ μαρτυρεῖ ἡ στήλη, ἣν ἀνέθεσάν ποτε ἐν τῷ ἱερῷ τῆς Ἀμαρυνθίας Ἀρτέμιδος·
エレトリア人がかつて有していた勢力については、彼らがかつてアマリュンティアのアルテミスの神殿に奉納した碑文が証言している。
γέγραπται δʼ ἐν αὐτῇ τρισχιλίοις μὲν ὁπλίταις ἑξακοσίοις δʼ ἱππεῦσιν ἑξήκοντα δʼ ἅρμασι ποιεῖν τὴν πομπήν·
そこには、重装歩兵三千人、騎兵六百人、戦車六十台で挙行を行うと記されている。
ἐπῆρχον δὲ καὶ Ἀνδρίων καὶ Τηνίων καὶ Κείων καὶ ἄλλων νήσων.
彼らはアンドロス、テノス、ケアス、その他の島々をも支配していた。
ἐποίκους δʼ ἔσχον ἀπʼ Ἤλιδος, ἀφʼ οὗ καὶ τῷ γράμματι τῷ ῥῶ πολλῷ χρησάμενοι οὐκ ἐπὶ τέλει μόνον τῶν ῥημάτων ἀλλὰ καὶ ἐν μέσῳ κεκωμῴδηνται.
彼らはエリスからの移住者を受け入れたが、そのためローの文字を単語の語尾だけでなく中間でも多用したため、喜劇のネタにされた。
ἔστι δὲ καὶ Οἰχαλία κώμη τῆς Ἐρετρικῆς, λείψανον τῆς ἀναιρεθείσης πόλεως ὑπὸ Ἡρακλέους, ὁμώνυμος τῇ Τραχινίᾳ καὶ τῇ περὶ Τρίκκην καὶ τῇ Ἀρκαδικῇ, ἣν Ἀνδανίαν οἱ ὕστερον ἐκάλεσαν, καὶ τῇ ἐν Αἰτωλίᾳ περὶ τοὺς Εὐρυτᾶνας.
エレトリア領内にはオイカリアという村もあり、これはヘラクレスによって破壊された都市の生き残りであって、トラキス、トリッケ周辺、アルカディア(のちに人々がアンダニアと呼んだもの)、およびアイトリアのエウリュタネス人たちの近くにある同名の地と同じ名を持っている。
§10.1.11νυνὶ μὲν οὖν ὁμολογουμένως ἡ Χαλκὶς φέρεται τὰ πρωτεῖα καὶ μητρόπολις αὕτη λέγεται τῶν Εὐβοέων, δευτερεύει δʼ ἡ Ἐρέτρια.
さて、現在では、誰もが認めるとおりカルキスが第一位を占めており、これがエウボイア人の首都と言われ、エレトリアは第二位である。
ἀλλὰ καὶ πρότερον αὗται μέγα εἶχον ἀξίωμα καὶ πρὸς πόλεμον καὶ πρὸς εἰρήνην, ὥστε καὶ φιλοσόφοις ἀνδράσι παρασχεῖν διαγωγὴν ἡδεῖαν καὶ ἀθόρυβον.
しかし、かつてはこれら両都市とも、戦争においても平和においても大いなる尊厳を保っており、哲学者たちにとっても心地よく平穏な暮らしの場を提供した。
μαρτυρεῖ δʼ ἥ τε τῶν Ἐρετρικῶν φιλοσόφων σχολὴ τῶν περὶ Μενέδημον ἐν τῇ Ἐρετρίᾳ γενομένη, καὶ ἔτι πρότερον ἡ Ἀριστοτέλους ἐν τῇ Χαλκίδι διατριβή, ὅς γε κἀκεῖ κατέλυσε τὸν βίον.
このことは、メネデモスの一派を中心としてエレトリアに生じたエレトリア派哲学者の学派や、それより以前の、カルキスにおけるアリストテレスの滞在(彼はそこで生涯を終えた)が証言している。
§10.1.12τὸ μὲν οὖν πλέον ὡμολόγουν ἀλλήλαις αἱ πόλεις αὗται, περὶ δὲ Ληλάντου διενεχθεῖσαι οὐδʼ οὕτω τελέως ἐπαύσαντο ὥστʼ ἐν τῷ πολέμῳ κατὰ αὐθάδειαν δρᾶν ἕκαστα, ἀλλὰ συνέθεντο ἐφʼ οἷς συστήσονται τὸν ἀγῶνα.
このように、これらの都市は大部分において互いに合意していたが、レラントン平原をめぐって争った際にも、戦争において自分勝手に物事を行うほどには完全に理性を失うことはなく、どのような条件のもとで戦闘を交えるかについて合意を結んだ。
δηλοῖ δὲ καὶ τοῦτο ἐν τῷ Ἀμαρυνθίῳ στήλη τις φράζουσα μὴ χρῆσθαι τηλεβόλοις.
このことも、アマリュンテイオンにある、長距離兵器を使用しないことを示すある碑文が明らかにしている。
§10.1.13οἱ δʼ Εὐβοεῖς ἀγαθοὶ πρὸς μάχην ὑπῆρξαν τὴν σταδίαν, ἣ καὶ συστάδην λέγεται καὶ ἐκ χειρός.
エウボイア人は、接戦(「スタディア」、あるいは「ススタデン」、「近接戦」とも呼ばれる)において優れた戦士たちであった。
δόρασι δʼ ἐχρῶντο τοῖς ὀρεκτοῖς, ὥς φησιν ὁ ποιητής " αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσι μελίῃσι θώρηκας ῥήσσειν.
彼らは突き刺すための槍を使用したが、これは詩人が言うとおりである。 「突き刺すためのトネリコの槍をもって、胸当てを打ち砕かんと熱望する槍兵たち」これはおそらく投げ槍とは異なるものであり、詩人が、「アキレウスのみが振るうことのできた」と語る、ペリオンのトネリコの槍のようなものであったろう。
" ἀλλοίων ἴσως ὄντων τῶν παλτῶν, οἵαν εἰκὸς εἶναι τὴν Πηλιάδα μελίην ἥν, ὥς φησιν ὁ ποιητής " οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς " καὶ ὁ εἰπών " δουρὶ δʼ ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀιστῷ, " τῷ παλτῷ λέγει δόρατι.
また、次のように言った者も、「私は槍を、他の誰かが矢を放つほどにも遠くへ投げつける」と、投げ槍を槍と呼んでいる。
καὶ οἱ μονομαχοῦντες τοῖς παλτοῖς χρώμενοι δόρασιν εἰσάγονται πρότερον, εἶτα ἐπὶ τὰ ξίφη βαδίζοντες· ἀγχέμαχοι δʼ εἰσὶν οὐχ οἱ ξίφει χρώμενοι μόνον, ἀλλὰ καὶ δόρατι ἐκ χειρός, ὥς φησιν " οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
また、一対一で戦う者が、最初は投げ槍を用いて戦い、それから剣へと移行する様子が描かれているが、近接戦を行う者とは、剣を用いる者だけでなく、手から直接用いる槍を用いる者をも指す。 詩人が言うように、「彼は真鍮で裏打ちされた磨かれた槍で突き刺し、四肢を弛緩させた」と。
" τοὺς μὲν οὖν Εὐβοέας τούτῳ τῷ τρόπῳ χρωμένους εἰσάγει, περὶ δὲ Λοκρῶν τἀναντία λέγει ὡς " οὔ σφιν σταδίης ὑσμίνης ἔργα μέμηλεν, ἀλλʼ ἄρα τόξοισι καὶ ἐυστρόφῳ οἰὸς ἀώτῳ Ἴλιον εἰς ἅμʼ ἕποντο.
詩人はエウボイア人がこの方法を用いる者として描き出すが、ロクロス人については逆に、「彼らは接近戦のわざを気にかけることはなく、弓と、よくねじられた羊毛(の弦)をもって、ともにイリオンへと従った」と語っている。
" περιφέρεται δὲ καὶ χρησμὸς ἐκδοθεὶς Αἰγιεῦσιν " ἵππον Θεσσαλικόν, Λακεδαιμονίαν δὲ γυναῖκα, ἄνδρας θʼ οἳ πίνουσιν ὕδωρ ἱερῆς Ἀρεθούσης, " τοὺς Χαλκιδέας λέγων ὡς ἀρίστους·
また、アイギオンの人々に与えられた神託も語り継がれている。 「テッサリアの馬、ラケダイモンの女、そして聖なるアレトゥサの水を飲む男たち」と。 これはカルキス人を最も優れた者たちとして述べている。
ἐκεῖ γὰρ ἡ Ἀρέθουσα.
なぜなら、そこにアレトゥサの泉があるからである。
§10.1.14εἰσὶ δὲ νῦν Εὐβοῗται ποταμοὶ Κηρεὺς καὶ Νηλεύς, ὧν ἀφʼ οὗ μὲν πίνοντα τὰ πρόβατα λευκὰ γίνεται, ἀφʼ οὗ δὲ μέλανα·
現在、エウボイアにはケレウス川とネレウス川という川があり、一方の水を飲む羊は白くなり、他方の水を飲む羊は黒くなると言われている。
καὶ περὶ τὸν Κρᾶθιν δὲ εἴρηται τοιοῦτόν τι συμβαῖνον.
クラティス川周辺でもこれに類似した現象が起こると言われている。
§10.1.15τῶν δʼ ἐκ Τροίας ἐπανιόντων Εὐβοέων τινὲς εἰς Ἰλλυριοὺς ἐκπεσόντες, ἀποβαίνοντες οἴκαδε διὰ τῆς Μακεδονίας περὶ Ἔδεσσαν ἔμειναν συμπολεμήσαντες τοῖς ὑποδεξαμένοις, καὶ ἔκτισαν πόλιν Εὔβοιαν·
トロイアから帰還したエウボイア人のうち、ある人々はイルリア人のもとへと漂着し、そこから陸路マケドニアを経て帰郷する途中で、エデッサ周辺に留まり、彼らを受け入れた人々とともに戦い、エウボイアという都市を創建した。
ἦν δὲ καὶ ἐν Σικελίᾳ Εὔβοια Χαλκιδέων τῶν ἐκεῖ κτίσμα, ἣν Γέλων ἐξανέστησε, καὶ ἐγένετο φρούριον Συρακουσίων·
またシシリアにも、現地のカルキス人の創建によるエウボイアがあったが、ゲロンがこれを破壊し、シラクサ人の砦となった。
καὶ ἐν Κερκύρᾳ δὲ καὶ ἐν Λήμνῳ τόπος ἦν Εὔβοια καὶ ἐν τῇ Ἀργείᾳ λόφος τις.
ケルキュラやレムノスにもエウボイアという場所があり、アルゴス領内にもそのような丘が存在した。
§10.1.16ἐπεὶ δὲ τοῖς Θετταλοῖς καὶ Οἰταίοις πρὸς ἑσπέραν Αἰτωλοὶ καὶ Ἀκαρνᾶνές εἰσι καὶ Ἀθαμᾶνες, εἰ χρὴ καὶ τούτους Ἕλληνας εἰπεῖν, λοιπὸν ἐξηγήσασθαι περὶ τούτων, ἵνʼ ἔχωμεν τὴν περίοδον ἅπασαν τὴν τῆς Ἑλλάδος·
さて、テッサリア人とオイタ人の西方にはアイトリア人、アカルナニア人、アタマネス人が住んでいるが(もし彼らをもギリシア人と呼ぶべきであるならば)、ギリシア全体の巡歴を完了させるために、残された彼らについて説明することにしよう。
προσθεῖναι δὲ καὶ τὰς νήσους τὰς προσχώρους μάλιστα τῇ Ἑλλάδι καὶ οἰκουμένας ὑπὸ τῶν Ἑλλήνων ὅσας μὴ περιωδεύκαμεν.
また、ギリシアに極めて近く、まだ巡歴していない、ギリシア人によって居住されている島々をも付け加えることにしよう。

語釈・文法注

  1. §10.1.10Ἐρέτριαν δʼ οἱ μὲν... ἀποικισθῆναί φασιν ὑπʼ Ἐρετριέως — 不定詞 ἀποικισθῆναι は φασιν(彼らは言う)の目的語となる対格不定詞構文(主語は Ἐρέτριαν)。Ἐρετριέως は属格で、前置詞 ὑπό と共に受動の意味を持つ不定詞の動作主(「エレトリエウスによって」)を示す。
  2. §10.1.10σαγηνεύσαντες... τοὺς ἀνθρώπους — 分詞 σαγηνεύσαντες(「地引き網で捕らえる」の意、ヘロドトスに由来する表現)は主節の主語(Πέρσαι)に一致する。文脈上、ペルシア軍が島全体に包囲網を敷いて住民を一人残らず捕らえた歴史的事件の叙述手段を表す分詞である。
  3. §10.1.13αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσι μελίῃσι θώρηκας ῥήσσειν — ホメロス(『イリアス』第2巻543句)からの引用。μεμαῶτες は動詞 μέμαα(熱望する)の完了分詞で、次の不定詞 ῥήσσειν(引き裂くこと、打ち砕くこと)を従える。与格 ὀρεκτῇσι μελίῃσι は手段(「突き刺すためのトネリコの槍によって」)を示す。
  4. §10.1.16εἰ χρὴ καὶ τούτους Ἕλληνας εἰπεῖν — 条件節 εἰ χρή は、アタマネス人らを「ギリシア人」に分類することへの著者の歴史的・民族的な躊躇を表す挿入節である。不変化動詞 χρή は対格不定詞構文(τούτους が主語、εἰπεῖν が不定詞、Ἕλληνας が述語)を従える。

この箇所を引用する

ストラボン, 地理誌 §10.1.10-10.1.16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.1.10-10.1.16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。