§10.2.1Αἰτωλοὶ μὲν τοίνυν καὶ Ἀκαρνᾶνες ὁμοροῦσιν ἀλλήλοις, μέσον ἔχοντες τὸν Ἀχελῶον ποταμὸν ῥέοντα ἀπὸ τῶν ἄρκτων καὶ τῆς Πίνδου πρὸς νότον διά τε Ἀγραίων Αἰτωλικοῦ ἔθνους καὶ Ἀμφιλόχων, Ἀκαρνᾶνες μὲν τὸ πρὸς ἑσπέραν μέρος ἔχοντες τοῦ ποταμοῦ μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου τοῦ κατὰ Ἀμφιλόχους καὶ τὸ ἱερὸν τοῦ Ἀκτίου Ἀπόλλωνος, Αἰτωλοὶ δὲ τὸ πρὸς ἕω μέχρι τῶν Ὀζολῶν Λοκρῶν καὶ τοῦ Παρνασσοῦ καὶ τῶν Οἰταίων.
且说埃托利亚人和阿卡纳尼亚人彼此接壤,他们之间有阿赫洛奥斯河,该河自北方和皮杜斯山向南流经埃托利亚部族阿格莱奥伊人和安皮洛科伊人的领地;阿卡纳尼亚人拥有该河以西直至安皮洛科伊人附近的安布拉基亚湾以及阿克提翁的阿波罗神庙的部分,而埃托利亚人则拥有该河以东直至奥佐拉·洛克罗斯人、帕尔纳索斯山和奥伊塔人领地的部分。
ὑπέρκεινται δʼ ἐν τῇ μεσογαίᾳ καὶ τοῖς προσβορείοις μέρεσι τῶν μὲν Ἀκαρνάνων Ἀμφίλοχοι, τούτων δὲ Δόλοπες καὶ ἡ Πίνδος, τῶν δʼ Αἰτωλῶν Περραιβοί τε καὶ Ἀθαμᾶνες καὶ Αἰνιάνων τι μέρος τῶν τὴν Οἴτην ἐχόντων·
在内陆和北部地区,阿卡纳尼亚人之上坐落着安皮洛科伊人,其上则是多洛佩斯人和皮杜斯山;埃托利亚人之上则是佩赖博伊人、阿萨马内斯人以及占领奥伊特山的一部分埃尼亚内斯人。
τὸ δὲ νότιον πλευρόν, τό τε Ἀκαρνανικὸν ὁμοίως καὶ τὸ Αἰτωλικόν, κλύζεται τῇ ποιούσῃ θαλάττῃ τὸν Κορινθιακὸν κόλπον, εἰς ὃν καὶ ὁ Ἀχελῶος ποταμὸς ἐξίησιν, ὁρίζων τὴν τῶν Αἰτωλῶν παραλίαν καὶ τὴν Ἀκαρνανικήν· ἐκαλεῖτο δὲ Θόας ὁ Ἀχελῶος πρότερον.
南侧(无论是阿卡纳尼亚侧还是埃托利亚侧)同样受到形成科林斯湾的海水的冲刷,阿赫洛奥斯河也注入该湾,界定了埃托利亚人和阿卡纳尼亚人的海岸线;阿赫洛奥斯河以前被称为托阿斯河。
ἔστι δὲ καὶ ὁ παρὰ Δύμην ὁμώνυμος τούτῳ, καθάπερ εἴρηται, καὶ ὁ περὶ Λάμιαν.
正如已经说过的,在迪美附近也有一条同名的河流,在拉米亚附近也有一条。
εἴρηται δὲ καὶ ὅτι ἀρχὴν τοῦ Κορινθιακοῦ κόλπου τὸ στόμα τοῦδε τοῦ ποταμοῦ φασι.
而且也已经说过,人们称这条河的河口为科林斯湾的起点。
§10.2.2πόλεις δʼ εἰσὶν ἐν μὲν τοῖς Ἀκαρνᾶσιν Ἀνακτόριόν τε ἐπὶ χερρονήσου ἱδρυμένον Ἀκτίου πλησίον, ἐμπόριον τῆς νῦν ἐκτισμένης ἐφʼ ἡμῶν Νικοπόλεως, καὶ Στράτος, ἀνάπλουν ἔχουσα τῷ Ἀχελώῳ πλειόνων ἢ διακοσίων σταδίων, καὶ Οἰνειάδαι, καὶ αὐτὴ ἐπὶ τῷ ποταμῷ, ἡ μὲν παλαιὰ οὐ κατοικουμένη, ἴσον ἀπέχουσα τῆς τε θαλάττης καὶ τοῦ Στράτου, ἡ δὲ νῦν ὅσον ἑβδομήκοντα σταδίους ὑπὲρ τῆς ἐκβολῆς διέχουσα·
在阿卡纳尼亚人的城市中,有坐落在阿克提翁附近半岛上的阿纳克托里翁,它是我们这个时代新建的尼科波利斯的贸易港;还有斯特拉托斯,沿着阿赫洛奥斯河向上航行两百多个斯塔迪翁即可到达;还有奥伊内亚代,同样位于河畔,古城已无人居住,与大海和斯特拉托斯的距离相等,而现在的城市则距离河口上方约七十个斯塔迪翁。
καὶ ἄλλαι δʼ εἰσί, Πάλαιρός τε καὶ Ἀλυζία καὶ Λευκὰς καὶ Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Ἀμβρακία, ὧν αἱ πλεῖσται περιοικίδες γεγόνασιν ἢ καὶ πᾶσαι τῆς Νικοπόλεως·
此外还有其他城市:帕莱罗斯、阿吕济亚、莱夫卡斯、安皮洛基亚的阿耳戈斯和安布拉基亚,其中大多数乃至全部都已成为尼科波利斯的周边属邑。
κεῖται δʼ ὁ Στράτος κατὰ μέσην τὴν ἐξ Ἀλυζίας ὁδὸν εἰς Ἀνακτόριον.
斯特拉托斯位于从阿吕济亚到阿纳克托里翁道路的大致中间位置。
§10.2.3Αἰτωλῶν δʼ εἰσὶ Καλυδών τε καὶ Πλευρών, νῦν μὲν τεταπεινωμέναι, τὸ δὲ παλαιὸν πρόσχημα τῆς Ἑλλάδος ἦν ταῦτα τὰ κτίσματα.
在埃托利亚人的城市中,有卡吕冬和普莱乌隆,虽然现在已经衰落,但在古代,这些定居点曾是希腊的骄傲。
καὶ δὴ καὶ διῃρῆσθαι συνέβαινε δίχα τὴν Αἰτωλίαν, καὶ τὴν μὲν ἀρχαίαν λέγεσθαι τὴν δʼ ἐπίκτητον· ἀρχαίαν μὲν τὴν ἀπὸ τοῦ Ἀχελώου μέχρι Καλυδῶνος παραλίαν ἐπὶ πολὺ καὶ τῆς μεσογαίας ἀνήκουσαν εὐκάρπου τε καὶ πεδιάδος, ᾗ ἐστὶ καὶ Στράτος καὶ τὸ Τριχώνιον ἀρίστην ἔχον γῆν· ἐπίκτητον δὲ τὴν τοῖς Λοκροῖς συνάπτουσαν ὡς ἐπὶ Ναύπακτόν τε καὶ Εὐπάλιον, τραχυτέραν τε οὖσαν καὶ λυπροτέραν, μέχρι τῆς Οἰταίας καὶ τῆς Ἀθαμάνων καὶ τῶν ἐφεξῆς ἐπὶ τὴν ἄρκτον ἤδη περιισταμένων ὀρῶν τε καὶ ἐθνῶν.
而且埃托利亚恰好被分为两部分,分别被称为“古埃托利亚”和“新领土埃托利亚”;古埃托利亚是指从阿赫洛奥斯河到卡吕冬的沿海地区,向内陆延伸很远,土地肥沃且平坦,斯特拉托斯和拥有最优质土地的特里科尼翁便坐落于此;新领土埃托利亚则是与洛克罗斯人接壤、通往纳夫帕克托斯和埃夫帕利翁的方向,土地更加崎岖和贫瘠,一直延伸到奥伊塔、阿萨马内斯以及依次向北延伸的山脉和部族。
§10.2.4ἔχει δὲ καὶ ἡ Αἰτωλία ὄρος μέγιστον μὲν τὸν Κόρακα, συνάπτοντα τῇ Οἴτῃ, τῶν δʼ ἄλλων ἐν μέσῳ μὲν μᾶλλον τὸν Ἀράκυνθον, περὶ ὃν τὴν νεωτέραν Πλευρῶνα συνῴκισαν ἀφέντες τὴν παλαιὰν ἐγγὺς κειμένην Καλυδῶνος οἱ οἰκήτορες, εὔκαρπον οὖσαν καὶ πεδιάδα, πορθοῦντος τὴν χώραν Δημητρίου τοῦ ἐπικληθέντος Αἰτωλικοῦ· ὑπὲρ δὲ τῆς Μολυκρείας Ταφιασσὸν καὶ Χαλκίδα, ὄρη ἱκανῶς ὑψηλά, ἐφʼ οἷς πολίχνια ἵδρυτο Μακυνία τε καὶ Χαλκίς, ὁμώνυμος τῷ ὄρει, ἣν καὶ Ὑποχαλκίδα καλοῦσι· Κούριον δὲ πλησίον τῆς παλαιᾶς Πλευρῶνος, ἀφʼ οὗ τοὺς Πλευρωνίους Κουρῆτας ὀνομασθῆναί τινες ὑπέλαβον.
埃托利亚的最高山峰是科拉克斯山,它与奥伊特山相连;在其他山峰中,较靠近中央的是阿拉昆索斯山,在绰号为“埃托利克斯”的德米特里乌斯蹂躏该地区时,居民们放弃了靠近卡吕冬的肥沃平坦的旧城,围绕该山共同建立了新普莱乌隆;在莫利克雷亚之上是塔菲亚索斯山和哈尔基斯山,它们相当高,其上建有小镇马基尼亚和与山同名的哈尔基斯(也被称为下哈尔基斯);古普莱乌隆附近有库里翁山,有人认为普莱乌隆人因此被称为库雷特斯人。
§10.2.5ὁ δʼ Εὔηνος ποταμὸς ἄρχεται μὲν ἐκ Βωμιέων τῶν ἐν Ὀφιεῦσιν Αἰτωλικῷ ἔθνει (καθάπερ καὶ οἱ Εὐρυτᾶνες καὶ Ἀγραῖοι καὶ Κουρῆτες καὶ ἄλλοι), ῥεῖ δʼ οὐ διὰ τῆς Κουρητικῆς κατʼ ἀρχάς, ἥτις ἐστὶν ἡ αὐτὴ τῇ Πλευρωνίᾳ, ἀλλὰ διὰ τῆς προσεῴας μᾶλλον παρὰ τὴν Χαλκίδα καὶ Καλυδῶνα· εἶτʼ ἀνακάμψας ἐπὶ τὰ τῆς Πλευρῶνος πεδία τῆς παλαιᾶς καὶ παραλλάξας εἰς δύσιν ἐπιστρέφει πρὸς τὰς ἐκβολὰς καὶ τὴν μεσημβρίαν· ἐκαλεῖτο δὲ Λυκόρμας πρότερον·
埃埃诺斯河发源于埃托利亚部族奥皮埃斯人领地内的波米埃斯人(正如埃夫里塔内斯人、阿格莱奥伊人、库雷特斯人及其他人一样),起初它并不流经与普莱乌罗尼亚相同的库雷蒂卡地区,而是流经更靠东的区域,经过哈尔基斯和卡吕冬;然后折回古普莱乌隆的平原,向西转向河口和南方;它以前被称为利科尔马斯河。
καὶ ὁ Νέσσος ἐνταῦθα λέγεται πορθμεὺς ἀποδεδειγμένος ὑφʼ Ἡρακλέους ἀποθανεῖν, ἐπειδὴ πορθμεύων τὴν Δηιάνειραν ἐπεχείρει βιάσασθαι.
据说,被赫拉克勒斯任命为渡口看守的内索斯就是在这里死去的,因为他在运送德阿涅拉渡河时企图强暴她。