Humanitext Reader

ストラボン · 地理誌 §10.1.5-10.1.9

エウボイアの諸都市とカルキスおよびエレトリアの歴史

314 / 577 箇所 · ギリシア語

要旨

エウボイア島北部のヒスティアイア周辺地域、南部のカリュストス周辺地域(マルマリオンの大理石や石綿について)、ゲライストス、そして二大中心都市であるエレトリアとカルキスの歴史(植民活動や要塞化など)について詳述する。さらにカルキス近郊のレラントン平原の特色や温泉、鉱山、同地域の火山・地震活動、および「カルキス」という同名の地名について論じている。

§10.1.5ἐπεὶ δʼ ἡ Ἐλλοπία τὴν ἀρχὴν ἀπὸ τῆς Ἱστιαίας καὶ τοῦ Ὠρεοῦ προσηγάγετο ἡμᾶς ποιήσασθαι, τὰ συνεχῆ λέγωμεν τοῖς τόποις τούτοις.
エロピアが、我々をしてヒスティアイアとオレオスから[叙述の]端緒を開くよう促したので、これら二つの場所に隣接する地域について述べることにしよう。
ἔστι δʼ ἐν τῷ Ὠρεῷ τούτῳ τό τε Κήναιον πλησίον καὶ ἐπʼ αὐτῷ τὸ Δῖον καὶ Ἀθῆναι αἱ Διάδες, κτίσμα Ἀθηναίων, ὑπερκείμενον τοῦ ἐπὶ Κῦνον πορθμοῦ·
このオレオスの領内にはケナイオンが近くにあり、その上にディオン、およびアテナイ人によって創建されたアテナイ・ディアデスがあり、これはクノスへと至る海峡の上方に位置している。
ἐκ δὲ τοῦ Δίου Κάναι τῆς Αἰολίδος ἀπῳκίσθησαν·
ディオンからはアイオリスのカナイが植民された。
ταῦτά τε δὴ τὰ χωρία περὶ τὴν Ἱστίαιάν ἐστι καὶ ἔτι Κήρινθος πολείδιον ἐπὶ τῇ θαλάττῃ·
これらすべての場所は確かにヒスティアイアの周辺にあり、さらに海辺には小都市ケリントスがある。
ἐγγὺς δὲ Βούδορος ποταμὸς ὁμώνυμος τῷ κατὰ τὴν Σαλαμῖνα ὄρει τῷ πρὸς τῇ Ἀττικῇ.
また近くには、アッティカに近いサラミスにある同名の山と同じ名を持つブドロス川が流れている。
§10.1.6Κάρυστος δέ ἐστιν ὑπὸ τῷ ὄρει τῇ Ὄχῃ·
カリュストスはオケ山の麓に位置している。
πλησίον δὲ τὰ Στύρα καὶ τὸ Μαρμάριον, ἐν ᾧ τὸ λατόμιον τῶν Καρυστίων κιόνων, ἱερὸν ἔχον Ἀπόλλωνος Μαρμαρίνου, ὅθεν διάπλους εἰς Ἁλὰς τὰς Ἀραφηνίδας.
その近くにはステュラとマルマリオンがあり、後者にはカリュストス石柱の採石場があり、そこにはアポロン・マルマリノスの神殿があって、そこからハライ・アラフェニデスへの船路がある。
ἐν δὲ τῇ Καρύστῳ καὶ ἡ λίθος φύεται ἡ ξαινομένη καὶ ὑφαινομένη, ὥστε τὰ ὕφη χειρόμακτρα γίνεσθαι, ῥυπωθέντα δʼ εἰς φλόγα βάλλεσθαι καὶ ἀποκαθαίρεσθαι τῇ πλύσει τῶν λίνων παραπλησίως·
カリュストスでは、梳いて織ることのできる石(石綿)も産出され、その織物は手拭いとなり、汚れたときには火の中に投げ込まれて、リンネルの洗濯とほぼ同様にきれいにされる。
ᾠκίσθαι δὲ τὰ χωρία ταῦτά φασιν ὑπὸ τῶν ἐκ τετραπόλεως τῆς περὶ Μαραθῶνα καὶ Στειριέων·
これらの場所はマラトン周辺のテトラポリス(四市連合)から来た人々およびステイリアの人々によって植民されたと言われている。
κατεστράφη δὲ τὰ Στύρα ἐν τῷ Λαμιακῷ πολέμῳ ὑπὸ Φαίδρου τοῦ Ἀθηναίων στρατηγοῦ· τὴν δὲ χώραν ἔχουσιν Ἐρετριεῖς.
ステュラはラミア戦争においてアテナイの将軍ファイドロスによって破壊され、その土地はエレトリア人が所有している。
Κάρυστος δέ ἐστι καὶ ἐν τῇ Λακωνικῇ τόπος τῆς Αἴγυος πρὸς Ἀρκαδίαν, ἀφʼ οὗ Καρύστιον οἶνον Ἀλκμὰν εἴρηκε.
なお、ラコニア地方にもアルカディアに近いアイギュス領内にカリュストスという場所があり、アルクマンはそこからカリュストス産ワインについて語っている。
§10.1.7Γεραιστὸς δʼ ἐν μὲν τῷ καταλόγῳ τῶν νεῶν οὐκ εἴρηται, μέμνηται δʼ ὁ ποιητὴς ὅμως αὐτοῦ " ἐς δὲ Γεραιστὸν ἐννύχιοι κατάγοντο, " καὶ δηλοῖ διότι τοῖς διαίρουσιν ἐκ τῆς Ἀσίας εἰς τὴν Ἀττικὴν ἐπικαιρίως κεῖται τῷ Σουνίῳ πλησιάζον τὸ χωρίον·
ゲライストスは『船のカタログ』には言及されていないが、それでも詩人はこれについて言及している。 "エς δὲ Γεραιστὸν ἐννύχιοι κατάγοντο, "そして詩人は、この場所がスニオンに近く、アジアからアッティカへと渡る人々にとって好都合な位置にあることを示している。
ἔχει δʼ ἱερὸν Ποσειδῶνος ἐπισημότατον τῶν ταύτῃ καὶ κατοικίαν ἀξιόλογον.
ここには、この地域で最も有名なポセイドンの神殿があり、また注目すべき居住地がある。
§10.1.8μετὰ δὲ τὸν Γεραιστὸν Ἐρέτρια πόλις μεγίστη τῆς Εὐβοίας μετὰ Χαλκίδα, ἔπειθʼ ἡ Χαλκὶς μητρόπολις τῆς νήσου τρόπον τινά, ἐπʼ αὐτῷ τῷ Εὐρίπῳ ἱδρυμένη·
ゲライストスの後には、カルキスに次ぐエウボイア最大の都市エレトリアがあり、次に、いわばこの島の首都であり、エウリポスそのもののほとりに位置するカルキスがある。
ἀμφότεραι δὲ πρὸ τῶν Τρωικῶν ὑπʼ Ἀθηναίων ἐκτίσθαι λέγονται, καὶ μετὰ τὰ Τρωικὰ Ἄικλος καὶ Κόθος ἐξ Ἀθηνῶν ὁρμηθέντες ὁ μὲν τὴν Ἐρέτριαν ᾤκισε Κόθος δὲ τὴν Χαλκίδα·
両都市ともトロイア戦争以前にアテナイ人によって創建されたと言われており、トロイア戦争後には、アテナイから出発したアイクロスとコトスのうち、前者がエレトリアに入植し、コトスがカルキスに入植した。
καὶ τῶν Αἰολέων δέ τινες ἀπὸ τῆς Πενθίλου στρατιᾶς κατέμειναν ἐν τῇ νήσῳ, τὸ δὲ παλαιὸν καὶ Ἄραβες οἱ Κάδμῳ συνδιαβάντες.
また、ペンティロスの軍勢から一部のアイオリス人たちがこの島にとどまり、さらに古くはカドモスとともに渡ってきたアラビア人たちもとどまった。
αἱ δʼ οὖν πόλεις αὗται διαφερόντως αὐξηθεῖσαι καὶ ἀποικίας ἔστειλαν ἀξιολόγους εἰς Μακεδονίαν·
ともかく、これらの都市は格段に発展し、マケドニアへ重要な植民市を送り出した。
Ἐρέτρια μὲν γὰρ συνῴκισε τὰς περὶ Παλλήνην καὶ τὸν Ἄθω πόλεις, ἡ δὲ Χαλκὶς τὰς ὑπὸ Ὀλύνθῳ, ἃς Φίλιππος διελυμήνατο.
すなわち、エレトリアはパレネおよびアトス周辺の都市を共同で創建し、カルキスはオニュントス支配下の都市(これらはフィリッポスが破滅させたものである)を創建した。
καὶ τῆς Ἰταλίας δὲ καὶ Σικελίας πολλὰ χωρία Χαλκιδέων ἐστίν·
また、イタリアやシシリアの多くの場所もカルキス人のものである。
ἐστάλησαν δὲ αἱ ἀποικίαι αὗται, καθάπερ εἴρηκεν Ἀριστοτέλης, ἡνίκα ἡ τῶν Ἱπποβοτῶν καλουμένη ἐπεκράτει πολιτεία·
アリストテレスが述べているように、これらの植民は、いわゆるヒッポボタイ(馬を飼育する人々)の政体が支配的であった時に送り出された。
προέστησαν γὰρ αὐτῆς ἀπὸ τιμημάτων ἄνδρες ἀριστοκρατικῶς ἄρχοντες.
なぜなら、財産資格に基づいて貴族的に支配する男たちがその政体を指導していたからである。
κατὰ δὲ τὴν Ἀλεξάνδρου διάβασιν καὶ τὸν περίβολον τῆς πόλεως ηὔξησαν, ἐντὸς τείχους λαβόντες τόν τε Κάνηθον καὶ τὸν Εὔριπον, ἐπιστήσαντες τῇ γεφύρᾳ πύργους καὶ πύλας καὶ τεῖχος.
アレクサンドロスの東征(渡海)の際には、彼らはカネトスとエウリポスの両方を城壁の内側に取り込み、橋に塔と門と壁を設置することによって、都市の包囲壁を拡張した。
§10.1.9ὑπέρκειται δὲ τῆς τῶν Χαλκιδέων πόλεως τὸ Λήλαντον καλούμενον πεδίον.
カルキス人の都市の上方には、レラントンと呼ばれる平原が横たわっている。
ἐν δὲ τούτῳ θερμῶν τε ὑδάτων εἰσὶν ἐκβολαὶ πρὸς θεραπείαν νόσων εὐφυεῖς, οἷς ἐχρήσατο καὶ Σύλλας Κορνήλιος ὁ τῶν Ῥωμαίων ἡγεμών·
そこには病気の治療に自然と適した温水の湧出口があり、それはローマ人の指導者スッラ・コルネリウスも利用した。
καὶ μέταλλον δʼ ὑπῆρχε θαυμαστὸν χαλκοῦ καὶ σιδήρου κοινόν, ὅπερ οὐχ ἱστοροῦσιν ἀλλαχοῦ συμβαῖνον·
また、銅と鉄をともに含む驚くべき鉱山が存在したが、このようなことは他では起こらないと記録されている。
νυνὶ μέντοι ἀμφότερα ἐκλέλοιπεν, ἔστι δὲ καὶ ἅπασα μὲν ἡ Εὔβοια εὔσειστος, μάλιστα δʼ ἡ περὶ τὸν πορθμόν, καὶ δεχομένη πνευμάτων ὑποφοράς, καθάπερ καὶ ἡ Βοιωτία καὶ ἄλλοι τόποι, περὶ ὧν ἐμνήσθημεν διὰ πλειόνων πρότερον.
もっとも、現在ではその両方とも尽きてしまっている。 さらに、エウボイア全体が地震の起きやすい地であり、とりわけ海峡の周辺はそうであって、以前に詳しく言及したボイオティアや他の場所と同様に、地下の気流を受け入れている。
ὑπὸ τοιοῦδε πάθους καὶ ἡ ὁμώνυμος τῇ νήσῳ πόλις καταποθῆναι λέγεται, ἧς μέμνηται καὶ Αἰσχύλος ἐν τῷ Ποντίῳ Γλαύκῳ " Εὐβοΐδα καμπτὴν ἀμφὶ Κηναίου Διὸς ἀκτήν, κατʼ αὐτὸν τύμβον ἀθλίου Λίχα. " Χαλκὶς δʼ ὁμωνύμως λέγεται καὶ ἐν Αἰτωλίᾳ " Χαλκίδα τʼ ἀγχίαλον, Καλυδῶνά τε πετρήεσσαν, " καὶ ἐν τῇ νῦν Ἠλείᾳ " βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα πετρήεσσαν " οἱ περὶ Τηλέμαχον ἀπιόντες παρὰ Νέστορος εἰς τὴν οἰκείαν.
このような天変地異によって、島と同名の都市が呑み込まれたと言われており、アイスキュロスも『海のグラウコス』においてこれに言及している。 "Εὐβοΐδα καμπτὴν ἀμφὶ Κηναίου Διὸς ἀκτήν, κατʼ αὐτὸν τύμβον ἀθλίου Λίχα. "また、アイトリアにも同名のカルキスがあり、 "Χαλκίδα τʼ ἀγχίαλον, Καλυδῶνά τε πετρήεσσαν, "と言われ、また現在のエリス領内にも、 "βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα πετρήεσσαν "と、テレマコスの一行がネストルのもとから我が家へ帰る途中で言及されている。

語釈・文法注

  1. §10.1.5προσηγάγετο — 動詞 `προσηγάγετο`(`προσάγω` の中動態直説法過去3人称単数)は、対格の主語 `ἡμᾶς` と不定詞 `ποιήσασθαι` を伴い、「我々をして〜するように導いた(促した)」という意味になる。中動態はここでは主体的あるいは利益的な関与を示している。
  2. §10.1.6βάλλεσθαι — 接続詞 `ὥστε` に導かれる結果節(または限定節)において、`γίνεσθαι`(〜になる)、`βάλλεσθαι`(投げ込まれる)、`ἀποκαθαίρεσθαι`(きれいにされる)の3つの不定詞が並列されている。これらの意味上の主語は、最初の中性複数名詞 `τὰ ὕφη`(織物)であり、分詞 `ῥυπωθέντα` もこれに一致している。
  3. §10.1.8ἀπὸ τιμημάτων — 前置詞句 `ἀπὸ τιμημάτων`(財産査定に基づいて)は、政治的支配の基準を指す。直後の分詞 `ἄρχοντες`(支配する)または主動詞 `προέστησαν` に係り、ヒッポボタイ(馬を飼育する人々)の政体が財産資格に基づく寡頭制(貴族制)であったことを説明している。
  4. §10.1.9δεχομένη — 現在分詞 `δεχομένη`(受け入れている)は、文頭の主語である `ἅπασα μὲν ἡ Εὔβοια`(エウボイア全体)に一致する女性単数主格である。接続詞 `καί` によって形容詞 `εὔσειστος`(地震の起きやすい)と並列に主格補語として機能し、エウボイア島が地下の気流を受け入れやすい性質であることを示している。

この箇所を引用する

ストラボン, 地理誌 §10.1.5-10.1.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.1.5-10.1.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。