§10.1.5ἐπεὶ δʼ ἡ Ἐλλοπία τὴν ἀρχὴν ἀπὸ τῆς Ἱστιαίας καὶ τοῦ Ὠρεοῦ προσηγάγετο ἡμᾶς ποιήσασθαι, τὰ συνεχῆ λέγωμεν τοῖς τόποις τούτοις.
既然埃洛皮亚促使我们从希斯提阿亚和奥雷乌斯开始,那我们就来谈谈与这些地方相邻的地区。
ἔστι δʼ ἐν τῷ Ὠρεῷ τούτῳ τό τε Κήναιον πλησίον καὶ ἐπʼ αὐτῷ τὸ Δῖον καὶ Ἀθῆναι αἱ Διάδες, κτίσμα Ἀθηναίων, ὑπερκείμενον τοῦ ἐπὶ Κῦνον πορθμοῦ·
在这个奥雷乌斯境内,有靠近的克奈翁,其上有迪翁以及由雅典人创建的雅典娜迪亚德斯,它位于通往库诺斯的海峡之上。
ἐκ δὲ τοῦ Δίου Κάναι τῆς Αἰολίδος ἀπῳκίσθησαν·
从迪翁出发,埃奥利斯的卡奈得到了殖民。
ταῦτά τε δὴ τὰ χωρία περὶ τὴν Ἱστίαιάν ἐστι καὶ ἔτι Κήρινθος πολείδιον ἐπὶ τῇ θαλάττῃ·
这些地方确实都在希斯提阿亚周围,此外还有海边的小城镇凯林托斯。
ἐγγὺς δὲ Βούδορος ποταμὸς ὁμώνυμος τῷ κατὰ τὴν Σαλαμῖνα ὄρει τῷ πρὸς τῇ Ἀττικῇ.
附近还有布多罗斯河,它与靠近阿提卡的萨拉米斯岛上的同名山同名。
§10.1.6Κάρυστος δέ ἐστιν ὑπὸ τῷ ὄρει τῇ Ὄχῃ·
卡律斯托斯位于奥克山脚下。
πλησίον δὲ τὰ Στύρα καὶ τὸ Μαρμάριον, ἐν ᾧ τὸ λατόμιον τῶν Καρυστίων κιόνων, ἱερὸν ἔχον Ἀπόλλωνος Μαρμαρίνου, ὅθεν διάπλους εἰς Ἁλὰς τὰς Ἀραφηνίδας.
附近有斯蒂拉和马尔马里翁,后者有开采卡律斯托斯石柱的采石场,并建有马尔马里诺斯阿波罗神庙,从那里有通向哈莱阿拉斐尼德斯的航路。
ἐν δὲ τῇ Καρύστῳ καὶ ἡ λίθος φύεται ἡ ξαινομένη καὶ ὑφαινομένη, ὥστε τὰ ὕφη χειρόμακτρα γίνεσθαι, ῥυπωθέντα δʼ εἰς φλόγα βάλλεσθαι καὶ ἀποκαθαίρεσθαι τῇ πλύσει τῶν λίνων παραπλησίως·
在卡律斯托斯还产一种可以梳理和编织的石头,其织物可制成手巾,脏了时便投入火中,其清洁方式与洗涤亚麻布极为相似。
ᾠκίσθαι δὲ τὰ χωρία ταῦτά φασιν ὑπὸ τῶν ἐκ τετραπόλεως τῆς περὶ Μαραθῶνα καὶ Στειριέων·
据说,这些地方是由来自马拉松周围四城同盟的人以及斯泰里亚人殖民的。
κατεστράφη δὲ τὰ Στύρα ἐν τῷ Λαμιακῷ πολέμῳ ὑπὸ Φαίδρου τοῦ Ἀθηναίων στρατηγοῦ· τὴν δὲ χώραν ἔχουσιν Ἐρετριεῖς.
在拉米亚战争中,斯蒂拉被雅典将军费德鲁斯摧毁;如今其土地归埃雷特里亚人所有。
Κάρυστος δέ ἐστι καὶ ἐν τῇ Λακωνικῇ τόπος τῆς Αἴγυος πρὸς Ἀρκαδίαν, ἀφʼ οὗ Καρύστιον οἶνον Ἀλκμὰν εἴρηκε.
此外,在拉科尼亚地区靠近阿卡迪亚的埃吉斯领地内也有一个叫作卡律斯托斯的地方,阿尔克曼曾以此提到了卡律斯托斯葡萄酒。
§10.1.7Γεραιστὸς δʼ ἐν μὲν τῷ καταλόγῳ τῶν νεῶν οὐκ εἴρηται, μέμνηται δʼ ὁ ποιητὴς ὅμως αὐτοῦ
"
ἐς δὲ Γεραιστὸν
ἐννύχιοι κατάγοντο,
"
καὶ δηλοῖ διότι τοῖς διαίρουσιν ἐκ τῆς Ἀσίας εἰς τὴν Ἀττικὴν ἐπικαιρίως κεῖται τῷ Σουνίῳ πλησιάζον τὸ χωρίον·
盖赖斯托斯在《船只名录》中未被提及,但诗人还是提到了它: "ἐς δὲ Γεραιστὸν ἐννύχιοι κατάγοντο, "由此表明,该地靠近苏尼翁,对于从亚洲横渡到阿提卡的人来说,地理位置十分便利。
ἔχει δʼ ἱερὸν Ποσειδῶνος ἐπισημότατον τῶν ταύτῃ καὶ κατοικίαν ἀξιόλογον.
这里有一座在这带最著名的波塞冬神殿,以及一处值得注意的定居点。
§10.1.8μετὰ δὲ τὸν Γεραιστὸν Ἐρέτρια πόλις μεγίστη τῆς Εὐβοίας μετὰ Χαλκίδα, ἔπειθʼ ἡ Χαλκὶς μητρόπολις τῆς νήσου τρόπον τινά, ἐπʼ αὐτῷ τῷ Εὐρίπῳ ἱδρυμένη·
过盖赖斯托斯之后,是仅次于哈尔基斯的尤比亚最大城市埃雷特里亚,然后是哈尔基斯,它在某种意义上是该岛的首府,坐落在埃里普斯海峡本身之畔。
ἀμφότεραι δὲ πρὸ τῶν Τρωικῶν ὑπʼ Ἀθηναίων ἐκτίσθαι λέγονται, καὶ μετὰ τὰ Τρωικὰ Ἄικλος καὶ Κόθος ἐξ Ἀθηνῶν ὁρμηθέντες ὁ μὲν τὴν Ἐρέτριαν ᾤκισε Κόθος δὲ τὴν Χαλκίδα· καὶ τῶν Αἰολέων δέ τινες ἀπὸ τῆς Πενθίλου στρατιᾶς κατέμειναν ἐν τῇ νήσῳ, τὸ δὲ παλαιὸν καὶ Ἄραβες οἱ Κάδμῳ συνδιαβάντες.
据说两城在特洛伊战争之前由雅典人建立,特洛伊战争后,从雅典出发的艾克洛斯和科托斯中,前者殖民了埃雷特里亚,而科托斯殖民了哈尔基斯;彭希鲁斯军队中的一些埃奥利斯人也留在该岛,古时候与卡德摩斯一同渡海而来的阿拉伯人也留了下来。
αἱ δʼ οὖν πόλεις αὗται διαφερόντως αὐξηθεῖσαι καὶ ἀποικίας ἔστειλαν ἀξιολόγους εἰς Μακεδονίαν·
总之,这些城市取得了非凡的发展,并向马其顿派遣了重要的殖民。
Ἐρέτρια μὲν γὰρ συνῴκισε τὰς περὶ Παλλήνην καὶ τὸν Ἄθω πόλεις, ἡ δὲ Χαλκὶς τὰς ὑπὸ Ὀλύνθῳ, ἃς Φίλιππος διελυμήνατο.
埃雷特里亚共同建立了帕莱内和阿索斯周围的城市,而哈尔基斯则建立了奥林索斯统治下的城市(这些城市后来被腓力摧毁)。
καὶ τῆς Ἰταλίας δὲ καὶ Σικελίας πολλὰ χωρία Χαλκιδέων ἐστίν·
此外,意大利和西西里的许多地方也属于哈尔基斯人。
ἐστάλησαν δὲ αἱ ἀποικίαι αὗται, καθάπερ εἴρηκεν Ἀριστοτέλης, ἡνίκα ἡ τῶν Ἱπποβοτῶν καλουμένη ἐπεκράτει πολιτεία· προέστησαν γὰρ αὐτῆς ἀπὸ τιμημάτων ἄνδρες ἀριστοκρατικῶς ἄρχοντες.
正如亚里士多德所说,这些殖民是在所谓的“希波博泰”(养马者)政体占主导地位时派遣出的;因为基于财产资格进行贵族统治的人们主导着该政体。
κατὰ δὲ τὴν Ἀλεξάνδρου διάβασιν καὶ τὸν περίβολον τῆς πόλεως ηὔξησαν, ἐντὸς τείχους λαβόντες τόν τε Κάνηθον καὶ τὸν Εὔριπον, ἐπιστήσαντες τῇ γεφύρᾳ πύργους καὶ πύλας καὶ τεῖχος.
在亚历山大东征期间,他们还扩大了城市的围墙,将卡内索斯和埃里普斯海峡都纳入城墙之内,并在桥上架设了塔楼、城门和防御墙。
§10.1.9ὑπέρκειται δὲ τῆς τῶν Χαλκιδέων πόλεως τὸ Λήλαντον καλούμενον πεδίον.
在哈尔基斯人的城市上方,延伸着所谓的莱兰托斯平原。
ἐν δὲ τούτῳ θερμῶν τε ὑδάτων εἰσὶν ἐκβολαὶ πρὸς θεραπείαν νόσων εὐφυεῖς, οἷς ἐχρήσατο καὶ Σύλλας Κορνήλιος ὁ τῶν Ῥωμαίων ἡγεμών·
在这里有天然适合治疗疾病的温泉喷口,罗马人的领袖苏拉科尔内留斯也曾使用过它。
καὶ μέταλλον δʼ ὑπῆρχε θαυμαστὸν χαλκοῦ καὶ σιδήρου κοινόν, ὅπερ οὐχ ἱστοροῦσιν ἀλλαχοῦ συμβαῖνον·
此外,曾经存在一座同时含有铜和铁的奇特矿山,人们并未记录在其他地方发生过此类情况;然而如今这两者都已枯竭。
νυνὶ μέντοι ἀμφότερα ἐκλέλοιπεν, ἔστι δὲ καὶ ἅπασα μὲν ἡ Εὔβοια εὔσειστος, μάλιστα δʼ ἡ περὶ τὸν πορθμόν, καὶ δεχομένη πνευμάτων ὑποφοράς, καθάπερ καὶ ἡ Βοιωτία καὶ ἄλλοι τόποι, περὶ ὧν ἐμνήσθημεν διὰ πλειόνων πρότερον.
而且整个尤比亚都是易发生地震的地区,尤其是海峡周围,它吸纳着地下的气流,就像我们之前详细提到过的波伊奥蒂亚和其他地方一样。
ὑπὸ τοιοῦδε πάθους καὶ ἡ ὁμώνυμος τῇ νήσῳ πόλις καταποθῆναι λέγεται, ἧς μέμνηται καὶ Αἰσχύλος ἐν τῷ Ποντίῳ Γλαύκῳ
"
Εὐβοΐδα καμπτὴν ἀμφὶ Κηναίου Διὸς
ἀκτήν, κατʼ αὐτὸν τύμβον ἀθλίου Λίχα. "
Χαλκὶς δʼ ὁμωνύμως λέγεται καὶ ἐν Αἰτωλίᾳ
"
Χαλκίδα τʼ ἀγχίαλον, Καλυδῶνά τε πετρήεσσαν,
"
καὶ ἐν τῇ νῦν Ἠλείᾳ
"
βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα πετρήεσσαν
"
οἱ περὶ Τηλέμαχον ἀπιόντες παρὰ Νέστορος εἰς τὴν οἰκείαν.
据说,由于这种天灾,与该岛同名的城市被吞没了,埃斯库罗斯也在《海上格劳科斯》中提到了这一点: "Εὐβοΐδα καμπτὴν ἀμφὶ Κηναίου Διὸς ἀκτήν, κατʼ αὐτὸν τύμβον ἀθλίου Λίχα. "此外,在埃托利亚也有同名的哈尔基斯: "Χαλκίδα τʼ ἀγχίαλον, Καλυδῶνά τε πετρήεσσαν, "而在现在的埃利斯境内: "βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα πετρήεσσαν "这是特勒马科斯一行从涅斯托尔处返回家园时所提到的。