Humanitext Reader

斯特拉波 · 地理学 §10.1.10-10.1.16

埃雷特里亚的历史莱兰托斯战争与近战习俗

第 315 段,共 577 段 · 希腊语

内容简介

本节详细介绍了埃雷特里亚的起源与历史变迁、其与哈尔基斯因莱兰托斯平原引发冲突时的战术协定,以及两座城市在哲学上的繁盛。此外,还探讨了尤比亚人独特的近战战术、特洛伊战争后的殖民活动,并转向对希腊西部地理的叙述。

§10.1.10Ἐρέτριαν δʼ οἱ μὲν ἀπὸ Μακίστου τῆς Τριφυλίας ἀποικισθῆναί φασιν ὑπʼ Ἐρετριέως, οἱ δʼ ἀπὸ τῆς Ἀθήνησιν Ἐρετρίας, ἣ νῦν ἐστὶν ἀγορά·
关于埃雷特里亚,有人说它是由于三菲利亚马基斯托斯的埃雷特里乌斯所建,另一些人则说它是因雅典的埃雷特里亚(即现在的市场)而得名。
ἔστι δὲ καὶ περὶ Φάρσαλον Ἐρέτρια, ἱερὰ τοῦ Ἀπόλλωνος.
此外,在法尔萨洛斯附近也有一个叫作埃雷特里亚的地方,建有阿波罗神庙。
Ἀδμήτου δʼ ἵδρυμα λέγεται τὸ ἱερόν, παρʼ ᾧ θητεῦσαι λέγουσι τὸν θεὸν ἐνιαυτόν, πλησίον τοῦ πορθμοῦ.
据说这座神庙是阿德梅托斯所建,人们说神曾在此(即海峡附近)服役一年。
Μελανηὶς δʼ ἐκαλεῖτο πρότερον ἡ Ἐρέτρια καὶ Ἀρότρια·
埃雷特里亚以前被称为梅拉内伊斯和阿罗特里亚。
ταύτης δʼ ἐστὶ κώμη ἡ Ἀμάρυνθος ἀφʼ ἑπτὰ σταδίων τοῦ τείχους.
阿马里恩索斯是它的一个村庄,距离城墙有七个斯塔迪翁。
τὴν μὲν οὖν ἀρχαίαν πόλιν κατέσκαψαν Πέρσαι, σαγηνεύσαντες, ὥς φησιν Ἡρόδοτος, τοὺς ἀνθρώπους τῷ πλήθει, περιχυθέντων τῶν βαρβάρων τῷ τείχει·
波斯人摧毁了这座古老的城市。 正如希罗多德所说,由于人数众多,野蛮人包围了城墙,对居民进行了“地网式捕杀”。
καὶ δεικνύουσιν ἔτι τοὺς θεμελίους, καλοῦσι δὲ παλαιὰν Ἐρέτριαν, ἡ δὲ νῦν ἐπέκτισται.
如今人们仍能指出其地基,并称之为“老埃雷特里亚”,而现在的城市则是后来增建的。
τὴν δὲ δύναμιν τὴν Ἐρετριέων ἣν ἔσχον ποτὲ μαρτυρεῖ ἡ στήλη, ἣν ἀνέθεσάν ποτε ἐν τῷ ἱερῷ τῆς Ἀμαρυνθίας Ἀρτέμιδος·
埃雷特里亚人曾经拥有的强盛实力,由他们曾在阿马里恩西亚的阿耳忒弥斯神庙中供奉的石碑所证实。
γέγραπται δʼ ἐν αὐτῇ τρισχιλίοις μὲν ὁπλίταις ἑξακοσίοις δʼ ἱππεῦσιν ἑξήκοντα δʼ ἅρμασι ποιεῖν τὴν πομπήν·
石碑上写着,他们曾以三千名重装步兵、六百名骑兵和六十辆战车举行游行。
ἐπῆρχον δὲ καὶ Ἀνδρίων καὶ Τηνίων καὶ Κείων καὶ ἄλλων νήσων.
他们还统治过安德罗斯人、特诺斯人、凯阿斯人以及其他岛屿。
ἐποίκους δʼ ἔσχον ἀπʼ Ἤλιδος, ἀφʼ οὗ καὶ τῷ γράμματι τῷ ῥῶ πολλῷ χρησάμενοι οὐκ ἐπὶ τέλει μόνον τῶν ῥημάτων ἀλλὰ καὶ ἐν μέσῳ κεκωμῴδηνται.
他们接受了来自埃利斯的移民,因此在语言中大量使用字母“rho”,不仅在词尾,而且在词中,这在喜剧中受到了嘲讽。
ἔστι δὲ καὶ Οἰχαλία κώμη τῆς Ἐρετρικῆς, λείψανον τῆς ἀναιρεθείσης πόλεως ὑπὸ Ἡρακλέους, ὁμώνυμος τῇ Τραχινίᾳ καὶ τῇ περὶ Τρίκκην καὶ τῇ Ἀρκαδικῇ, ἣν Ἀνδανίαν οἱ ὕστερον ἐκάλεσαν, καὶ τῇ ἐν Αἰτωλίᾳ περὶ τοὺς Εὐρυτᾶνας.
在埃雷特里亚境内还有一个叫作奥伊卡利亚的村庄,它是被赫拉克勒斯摧毁的城市的遗迹,与特拉希斯、特里凯周围、阿卡迪亚(后人称为安达尼亚)以及埃托利亚埃乌里塔内斯人附近的同名城镇同名。
§10.1.11νυνὶ μὲν οὖν ὁμολογουμένως ἡ Χαλκὶς φέρεται τὰ πρωτεῖα καὶ μητρόπολις αὕτη λέγεται τῶν Εὐβοέων, δευτερεύει δʼ ἡ Ἐρέτρια.
如今,不言而喻,哈尔基斯名列第一,被称为尤比亚人的首府,而埃雷特里亚则居第二。
ἀλλὰ καὶ πρότερον αὗται μέγα εἶχον ἀξίωμα καὶ πρὸς πόλεμον καὶ πρὸς εἰρήνην, ὥστε καὶ φιλοσόφοις ἀνδράσι παρασχεῖν διαγωγὴν ἡδεῖαν καὶ ἀθόρυβον.
但在以前,这两个城市在战争和和平时期都拥有极高的威望,甚至能为哲学家们提供令人愉悦且不受干扰的生活。
μαρτυρεῖ δʼ ἥ τε τῶν Ἐρετρικῶν φιλοσόφων σχολὴ τῶν περὶ Μενέδημον ἐν τῇ Ἐρετρίᾳ γενομένη, καὶ ἔτι πρότερον ἡ Ἀριστοτέλους ἐν τῇ Χαλκίδι διατριβή, ὅς γε κἀκεῖ κατέλυσε τὸν βίον.
在埃雷特里亚产生的、以梅内德莫斯为中心的埃雷特里亚学派哲学家们就证明了这一点,而在更早的时候,亚里士多德在哈尔基斯的居留(他确实在那里结束了生命)也是明证。
§10.1.12τὸ μὲν οὖν πλέον ὡμολόγουν ἀλλήλαις αἱ πόλεις αὗται, περὶ δὲ Ληλάντου διενεχθεῖσαι οὐδʼ οὕτω τελέως ἐπαύσαντο ὥστʼ ἐν τῷ πολέμῳ κατὰ αὐθάδειαν δρᾶν ἕκαστα, ἀλλὰ συνέθεντο ἐφʼ οἷς συστήσονται τὸν ἀγῶνα.
在很大程度上,这两个城市彼此达成一致。 然而,当它们因莱兰托斯平原产生分歧时,也并未完全失去理智以至于在战争中任凭任性冲动行事,而是就进行决战的条件达成了协议。
δηλοῖ δὲ καὶ τοῦτο ἐν τῷ Ἀμαρυνθίῳ στήλη τις φράζουσα μὴ χρῆσθαι τηλεβόλοις.
在阿马里恩提翁的一块碑文也清楚地表明了这一点,碑文规定不准使用远射兵器(投射物)。
§10.1.13οἱ δʼ Εὐβοεῖς ἀγαθοὶ πρὸς μάχην ὑπῆρξαν τὴν σταδίαν, ἣ καὶ συστάδην λέγεται καὶ ἐκ χειρός.
尤比亚人擅长进行接战,即所谓的阵地战或近身战。
δόρασι δʼ ἐχρῶντο τοῖς ὀρεκτοῖς, ὥς φησιν ὁ ποιητής " αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσι μελίῃσι θώρηκας ῥήσσειν.
他们使用用于刺杀的枪,正如诗人所说:“渴望用刺杀的梣木枪刺穿胸甲的枪兵们” 因为投掷枪可能是另一种类型,比如培利翁梣木枪。
" ἀλλοίων ἴσως ὄντων τῶν παλτῶν, οἵαν εἰκὸς εἶναι τὴν Πηλιάδα μελίην ἥν, ὥς φησιν ὁ ποιητής " οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς " καὶ ὁ εἰπών " δουρὶ δʼ ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀιστῷ, " τῷ παλτῷ λέγει δόρατι.
正如诗人所说:“唯有阿喀琉斯懂得如何振动它” 而那些说:“我投掷枪的距离,是他人射箭所不及的”人,把投掷枪称为枪。
καὶ οἱ μονομαχοῦντες τοῖς παλτοῖς χρώμενοι δόρασιν εἰσάγονται πρότερον, εἶτα ἐπὶ τὰ ξίφη βαδίζοντες·
在决斗中,决斗者首先被描写为使用投掷枪,然后走向使用剑。
ἀγχέμαχοι δʼ εἰσὶν οὐχ οἱ ξίφει χρώμενοι μόνον, ἀλλὰ καὶ δόρατι ἐκ χειρός, ὥς φησιν " οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
但进行近身战的人不仅是指使用剑的人,还包括用手直接使用枪的人,正如诗人所言:“他用磨光了的青铜枪刺中了他,使他的四肢松弛。
" τοὺς μὲν οὖν Εὐβοέας τούτῳ τῷ τρόπῳ χρωμένους εἰσάγει, περὶ δὲ Λοκρῶν τἀναντία λέγει ὡς " οὔ σφιν σταδίης ὑσμίνης ἔργα μέμηλεν, ἀλλʼ ἄρα τόξοισι καὶ ἐυστρόφῳ οἰὸς ἀώτῳ Ἴλιον εἰς ἅμʼ ἕποντο.
” 诗人描写尤比亚人使用这种战斗方式,但关于洛克罗斯人,他却说了相反的话:“因为阵地战的事情并不令他们挂心,但他们依靠弓箭和精心拧成的羊毛(弦)一同跟随前往伊利翁。
" περιφέρεται δὲ καὶ χρησμὸς ἐκδοθεὶς Αἰγιεῦσιν " ἵππον Θεσσαλικόν, Λακεδαιμονίαν δὲ γυναῖκα, ἄνδρας θʼ οἳ πίνουσιν ὕδωρ ἱερῆς Ἀρεθούσης, " τοὺς Χαλκιδέας λέγων ὡς ἀρίστους·
” 此外,还流传着一个给予埃吉翁人的神谕:“塞萨利亚的马,拉刻代蒙的女人,以及饮用神圣阿雷图萨之水的人们” 这指的是哈尔基斯人是最优秀的。
ἐκεῖ γὰρ ἡ Ἀρέθουσα.
因为阿雷图萨就在那里。
§10.1.14εἰσὶ δὲ νῦν Εὐβοῗται ποταμοὶ Κηρεὺς καὶ Νηλεύς, ὧν ἀφʼ οὗ μὲν πίνοντα τὰ πρόβατα λευκὰ γίνεται, ἀφʼ οὗ δὲ μέλανα· καὶ περὶ τὸν Κρᾶθιν δὲ εἴρηται τοιοῦτόν τι συμβαῖνον.
现在尤比亚有两条河流,克雷乌斯河和内雷乌斯河,喝了其中一条河水的羊会变白,喝了另一条则会变黑;据说在克拉蒂斯河周围也发生过类似的事情。
§10.1.15τῶν δʼ ἐκ Τροίας ἐπανιόντων Εὐβοέων τινὲς εἰς Ἰλλυριοὺς ἐκπεσόντες, ἀποβαίνοντες οἴκαδε διὰ τῆς Μακεδονίας περὶ Ἔδεσσαν ἔμειναν συμπολεμήσαντες τοῖς ὑποδεξαμένοις, καὶ ἔκτισαν πόλιν Εὔβοιαν·
在从特洛伊归来的尤比亚人中,有些人漂流到了伊利里亚人那里,在通过马其顿返回家园的途中,他们在埃德萨附近停留,与接纳他们的人一同作战,并建立了一座名为尤比亚的城市。
ἦν δὲ καὶ ἐν Σικελίᾳ Εὔβοια Χαλκιδέων τῶν ἐκεῖ κτίσμα, ἣν Γέλων ἐξανέστησε, καὶ ἐγένετο φρούριον Συρακουσίων·
在西西里也曾有一个由当地哈尔基斯人创建的尤比亚,被格隆摧毁,后来成为叙拉古人的堡垒。
καὶ ἐν Κερκύρᾳ δὲ καὶ ἐν Λήμνῳ τόπος ἦν Εὔβοια καὶ ἐν τῇ Ἀργείᾳ λόφος τις.
在克基拉和莱姆诺斯也有一个叫作尤比亚的地方,在阿耳戈斯境内也有一座这样的山丘。
§10.1.16ἐπεὶ δὲ τοῖς Θετταλοῖς καὶ Οἰταίοις πρὸς ἑσπέραν Αἰτωλοὶ καὶ Ἀκαρνᾶνές εἰσι καὶ Ἀθαμᾶνες, εἰ χρὴ καὶ τούτους Ἕλληνας εἰπεῖν, λοιπὸν ἐξηγήσασθαι περὶ τούτων, ἵνʼ ἔχωμεν τὴν περίοδον ἅπασαν τὴν τῆς Ἑλλάδος·
既然在塞萨利亚人和奥伊塔人以西是埃托利亚人、阿卡纳尼亚人和阿萨马内斯人(如果这些也必须被称为希腊人的话),那么剩下就要对他们进行阐述,以便我们能够完成对整个希腊的巡历。
προσθεῖναι δὲ καὶ τὰς νήσους τὰς προσχώρους μάλιστα τῇ Ἑλλάδι καὶ οἰκουμένας ὑπὸ τῶν Ἑλλήνων ὅσας μὴ περιωδεύκαμεν.
此外,还要加上那些最靠近希腊、由希腊人居住、而我们尚未巡历过的岛屿。

词汇与语法注释

  1. §10.1.10Ἐρέτριαν δʼ οἱ μὲν... ἀποικισθῆναί φασιν ὑπʼ Ἐρετριέως — 不定词 ἀποικισθῆναι 作为 φασιν(他们说)的宾语,构成带对格的不定式结构(其主语为 Ἐρέτριαν)。Ἐρετριέως 是属格,与介词 ὑπό 连用,表示被动不定式的动作发出者(“被埃雷特里乌斯”)。
  2. §10.1.10σαγηνεύσαντες... τοὺς ἀνθρώπους — 分词 σαγηνεύσαντες(意为“用拉网捕获”,源自希罗多德的表达)与主句主语(Πέρσαι)一致。在语法上它表示手段或方式,说明波斯人如何像拉网一样彻底围捕岛上居民。
  3. §10.1.13αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσι μελίῃσι θώρηκας ῥήσσειν — 引用自荷马《伊利亚特》第2卷第543行。μεμαῶτες 是动词 μέμαα(渴望、热切)的完成时分词,后面接不定词 ῥήσσειν(撕裂、打破)。与格 ὀρεκτῇσι μελίῃσι 表示工具(“用刺杀用的梣木枪”)。
  4. §10.1.16εἰ χρὴ καὶ τούτους Ἕλληνας εἰπεῖν — 条件从句 εἰ χρή 是一个插入语,表达了作者在将阿萨马内斯人等归为“希腊人”时的历史和民族学上的犹豫。非人称动词 χρή 接带对格的不定式结构(τούτους 为主语,εἰπεῖν 为不定词,Ἕλληνας 为宾语补足语)。

引用这一段

斯特拉波, 地理学 §10.1.10-10.1.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.1.10-10.1.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。