Humanitext Reader

斯特拉波 · 地理学 §10.1.1-10.1.4

尤比亚岛的地理特征、别名与奥雷乌斯

第 313 段,共 577 段 · 希腊语

内容简介

斯特拉波阐述了尤比亚岛相对于希腊大陆的地理位置及被称为“科伊拉”的区域,并解释了马克里斯、阿班蒂斯等该岛诸多别名的由来,以及奥雷乌斯的历史与命名渊源。

§10.1.1ἐπεὶ δὲ ἡ Εὔβοια παρὰ πᾶσαν τὴν παραλίαν ταύτην παραβέβληται τὴν ἀπὸ Σουνίου μέχρι Θετταλίας, πλὴν τῶν ἄκρων ἑκατέρωθεν, οἰκεῖον ἂν εἴη συνάψαι τοῖς εἰρημένοις τὰ περὶ τὴν νῆσον, εἶθʼ οὕτω μεταβῆναι πρός τε τὰ Αἰτωλικὰ καὶ τὰ Ἀκαρνανικά, ἅπερ λοιπά ἐστι τῶν τῆς Εὐρώπης μερῶν.
既然尤比亚岛沿着自苏尼翁至色萨利的这整条海岸线延伸,除了两端的岬角之外,那么将有关该岛的事项与已经叙述过的内容联系起来,然后再以这种方式过渡到埃托利亚和阿卡纳尼亚的事务(这些是欧洲剩下的部分),将是合适的。
§10.1.2παραμήκης μὲν τοίνυν ἐστὶν ἡ νῆσος ἐπὶ χιλίους σχεδόν τι καὶ διακοσίους σταδίους ἀπὸ Κηναίου πρὸς Γεραιστόν, τὸ δὲ πλάτος ἀνώμαλος, κατὰ δὲ τὸ πλέον ὅσον πεντήκοντα καὶ ἑκατὸν σταδίων.
因此,该岛呈狭长形,从克奈翁到盖赖斯托斯长近一千二百斯塔德,但宽度不一,最大处约有一百五十斯塔德。
τὸ μὲν οὖν Κήναιον ἔστι κατὰ Θερμοπύλας καὶ τὰ ἔξω Θερμοπυλῶν ἐπʼ ὀλίγον, Γεραιστὸς δὲ καὶ Πεταλία πρὸς Σουνίῳ.
克奈翁位于温泉关及温泉关稍外侧的对岸,而盖赖斯托斯和佩塔利亚则朝向苏尼翁。
γίνεται οὖν ἀντίπορθμος τῇ τε Ἀττικῇ καὶ Βοιωτίᾳ καὶ Λοκρίδι καὶ τοῖς Μαλιεῦσι.
因此,它与阿提卡、波伊奥蒂亚、洛克里斯以及马利埃斯人隔海相望。
διὰ δὲ τὴν στενότητα καὶ τὸ λεχθὲν μῆκος ὑπὸ τῶν παλαιῶν Μάκρις ὠνομάσθη.
由于其狭窄和前述的长度,它被古人命名为马克里斯。
συνάπτει δὲ τῇ ἠπείρῳ κατὰ Χαλκίδα μάλιστα, κυρτὴ προπίπτουσα πρὸς τοὺς κατὰ τὴν Αὐλίδα τόπους τῆς Βοιωτίας καὶ ποιοῦσα τὸν Εὔριπον, περὶ οὗ διὰ πλειόνων εἰρήκαμεν, σχεδὸν δέ τι καὶ περὶ τῶν ἀντιπόρθμων ἀλλήλοις τόπων κατά τε τὴν ἤπειρον καὶ κατὰ τὴν νῆσον ἐφʼ ἑκάτερα τοῦ Εὐρίπου, τά τε ἐντὸς καὶ τὰ ἐκτός.
它在哈尔基斯处与大陆连接最紧密,向波伊奥蒂亚靠近奥利斯的地方弯曲突出,并形成了埃里普斯海峡,关于这一点我们已经作了较详尽的说明,而且关于在大陆和在岛上、在埃里普斯海峡两岸(包括内侧和外侧)彼此相对的地方,也几乎作了同样的说明。
εἰ δέ τι ἐλλέλειπται, νῦν προσδιασαφήσομεν.
如果有什么遗漏,我们现在将进一步阐明。
καὶ πρῶτον, ὅτι τῆς Εὐβοίας τὰ Κοῖλα λέγουσι τὰ μεταξὺ Αὐλίδος καὶ τῶν περὶ Γεραιστὸν τόπων· κολποῦται γὰρ ἡ παραλία, πλησιάζουσα δὲ τῇ Χαλκίδι κυρτοῦται πάλιν πρὸς τὴν ἤπειρον.
首先,人们所说的尤比亚的“科伊拉”(凹地)是指奥利斯与盖赖斯托斯周边地区之间的部分;因为海岸线形成一个海湾,但在接近哈尔基斯时又重新向大陆弯曲。
§10.1.3οὐ μόνον δὲ Μάκρις ἐκλήθη ἡ νῆσος, ἀλλὰ καὶ Ἀβαντίς.
该岛不仅被称为马克里斯,还被称为阿班蒂斯。
Εὔβοιαν γοῦν εἰπὼν ὁ ποιητὴς τοὺς ἀπʼ αὐτῆς Εὐβοέας οὐδέποτε εἴρηκεν, ἀλλʼ Ἄβαντας ἀεί " οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες.
无论如何,诗人虽然提到了尤比亚,却从未将那里的人称为尤比亚人,而总是称他们为阿班特斯人: “那些占领尤比亚、气势汹汹的阿班特斯人。
" " τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο.
” “而阿班特斯人与他同行。
" φησὶ δʼ Ἀριστοτέλης ἐξ Ἄβας τῆς Φωκικῆς Θρᾷκας ὁρμηθέντας ἐποικῆσαι τὴν νῆσον καὶ ἐπονομάσαι Ἄβαντας τοὺς ἔχοντας αὐτήν· οἱ δʼ ἀπὸ ἥρωός φασι, καθάπερ καὶ Εὔβοιαν ἀπὸ ἡρωίνης.
” 阿里斯托德声称,来自福基斯阿拜的色雷斯人出发并移居该岛,并将占领该岛的人命名为阿班特斯人;但其他人则说他们得名于一位英雄,正如尤比亚得名于一位女英雄一样。
τάχα δʼ ὥσπερ βοὸς αὐλὴ λέγεταί τι ἄντρον ἐν τῇ πρὸς Αἰγαῖον τετραμμένῃ παραλίᾳ, ὅπου τὴν Ἰώ φασι τεκεῖν Ἔπαφον, καὶ ἡ νῆσος ἀπὸ τῆς αὐτῆς αἰτίας ἔσχε τοῦτο τοὔνομα.
或许,正如在面向爱琴海的海岸上有一个被称为“牛舍”的洞窟,据说伊俄在那里生下了埃帕福斯,该岛也由于同样的原因得到了这个名字。
καὶ Ὄχη δὲ ἐκαλεῖτο ἡ νῆσος, καὶ ἔστιν ὁμώνυμον αὐτῇ τὸ μέγιστον τῶν ἐνταῦθα ὀρῶν.
该岛还曾被称为奥克,此地最高的山与它同名。
καὶ Ἐλλοπία δʼ ὠνομάσθη ἀπὸ Ἔλλοπος τοῦ Ἴωνος· οἱ δὲ Ἀίκλου καὶ Κόθου ἀδελφόν φασιν, ὃς καὶ τὴν Ἐλλοπίαν κτίσαι λέγεται, χωρίον ἐν τῇ Ὠρείᾳ καλουμένῃ τῆς Ἱστιαιώτιδος πρὸς τῷ Τελεθρίῳ ὄρει, καὶ τὴν Ἱστίαιαν προσκτήσασθαι καὶ τὴν πεδιάδα καὶ Κήρινθον καὶ Αἰδηψὸν καὶ Ὀροβίας, ἐν ᾧ μαντεῖον ἦν ἀψευδέστατον· ἦν δὲ μαντεῖον τοῦ Σελινουντίου Ἀπόλλωνος·
它还因伊奥尼亚人埃洛普斯而被称为埃洛皮亚;但另一些人说他是艾克洛斯和科托斯的兄弟,据说他也创建了埃洛皮亚,这是在希斯提阿奥蒂斯地区被称为奥里亚的地方,靠近泰莱特里翁山,并且他还占领了希斯提阿亚、平原地区、凯林托斯、埃德普索斯以及奥罗比亚,在奥罗比亚曾有一个最真实的神谕所——它是塞利农提奥斯·阿波罗的神谕所。
μετῴκησαν δʼ εἰς τὴν Ἱστίαιαν οἱ Ἐλλοπιεῖς, καὶ ηὔξησαν τὴν πόλιν Φιλιστίδου τοῦ τυράννου βιασαμένου μετὰ τὰ Λευκτρικά.
埃洛皮亚人迁入希斯提阿亚,并在留克特拉战役后,在僭主菲利斯蒂德斯的强迫下扩大了该城。
Δημοσθένης δʼ ὑπὸ Φιλίππου κατασταθῆναι τύραννόν φησι καὶ τῶν Ὠρειτῶν τὸν Φιλιστίδην· οὕτω γὰρ ὠνομάσθησαν ὕστερον οἱ Ἱστιαιεῖς, καὶ ἡ πόλις ἀντὶ Ἱστιαίας Ὠρεός·
但德摩斯梯尼说,菲利斯蒂德斯是由腓力扶植为僭主的,并且是奥雷伊泰人的僭主菲利斯蒂德斯;因为希斯提阿亚人后来就是这样被称呼的,而该城也改名为奥雷乌斯以代替希斯提阿亚。
ἔνιοι δʼ ὑπʼ Ἀθηναίων ἀποικισθῆναί φασι τὴν Ἱστίαιαν ἀπὸ τοῦ δήμου τοῦ Ἱστιαιέων, ὡς καὶ ἀπὸ τοῦ Ἐρετριέων τὴν Ἐρέτριαν.
另有一些人说,希斯提阿亚是由雅典人从希斯提阿亚人德莫中殖民而来的,正如埃雷特里亚是从埃雷特里亚人德莫中殖民而来的一样。
Θεόπομπος δέ φησι Περικλέους χειρουμένου Εὔβοιαν τοὺς Ἱστιαιεῖς καθʼ ὁμολογίας εἰς Μακεδονίαν μεταστῆναι, δισχιλίους δʼ ἐξ Ἀθηναίων ἐλθόντας τὸν Ὠρεὸν οἰκῆσαι, δῆμον ὄντα πρότερον τῶν Ἱστιαιέων.
塞奥蓬波斯则说,当伯里克利制服尤比亚时,希斯提阿亚人根据协议迁往马其顿,而来自雅典的两千人前来居住在奥雷乌斯,那里以前是希斯提阿亚人的一个德莫。
§10.1.4κεῖται δʼ ὑπὸ τῷ Τελεθρίῳ ὄρει ἐν τῷ Δρυμῷ καλουμένῳ παρὰ τὸν Κάλλαντα ποταμὸν ἐπὶ πέτρας ὑψηλῆς, ὥστε τάχα καὶ διὰ τὸ τοὺς Ἐλλοπιεῖς ὀρείους εἶναι τοὺς προοικήσαντας ἐτέθη τοὔνομα τοῦτο τῇ πόλει· δοκεῖ δὲ καὶ ὁ Ὠρίων ἐνταῦθα τραφεὶς οὕτως ὀνομασθῆναι·
它坐落在泰莱特里翁山下被称为德里莫斯的地方,在卡拉斯河畔的一座高岩上,因此,或许也因为先前居住在此的埃洛皮亚人是山民,这个名字才被给予了该城;而且似乎奥里翁也是在此被抚养长大并以此命名的。
ἔνιοι δὲ τοὺς Ὠρείτας πόλιν ἔχοντας ἰδίαν φασὶ πολεμουμένους ὑπὸ τῶν Ἐλλοπιέων μεταβῆναι καὶ συνοικῆσαι τοῖς Ἱστιαιεῦσι, μίαν δὲ γενηθεῖσαν πόλιν ἀμφοτέροις χρήσασθαι τοῖς ὀνόμασι, καθάπερ Λακεδαίμων τε καὶ Σπάρτη ἡ αὐτή.
但有些人说,奥雷伊泰人原本有他们自己的城市,但在受到埃洛皮亚人的攻击时迁徙并与希斯提阿亚人共同居住,当它成为一座城市后,便同时使用了这两个名字,正如拉刻代蒙和斯巴达是同一个城市一样。
εἴρηται δʼ ὅτι καὶ ἐν Θετταλίᾳ Ἱστιαιῶτις ἀπὸ τῶν ἀνασπασθέντων ἐνθένδε ὑπὸ Περραιβῶν ὠνόμασται.
另外也曾提到,色萨利的希斯提阿奥蒂斯也是由于被珀赖博伊人从这里强行迁徙过去的人而得名的。

词汇与语法注释

  1. 10.1.1οἰκεῖον ἂν εἴη συνάψαι — 意为“将……联系起来是合适的”。这是非人称表达 οἰκεῖόν ἐστιν 与 ἄν 及 希求语气 εἴη 结合以表示潜在可能性,不定式短语 συνάψαι... 作其主语。
  2. 10.1.2σχεδὸν δέ τι καὶ περὶ τῶν ἀντιπόρθμων ἀλλήλοις τόπων... — 前句的动词 εἰρήκαμεν(我们已经谈过)在此处被省略并共用,形成“关于相互对向的地方也几乎同样谈过”的省略结构。
  3. 10.1.3οἱ δʼ ἀπὸ ἥρωός φασι — 省略了不定式 ὀνομασθῆναι(被命名)。这一结构可从前句的 ἐπονομάσαι Ἄβαντας(命名为阿班特斯人)以及后文的 καθάπερ καὶ Εὔβοιαν ἀπὸ ἡρωίνης(正如色萨利得名于女英雄一样)中推知。
  4. 10.1.4ὥστε τάχα καὶ διὰ τὸ τοὺς Ἐλλοπιεῖς ὀρείους εἶναι τοὺς προοικήσαντας ἐτέθη τοὔνομα τοῦτο τῇ πόλει — 由 ὥστε 引导的结果从句。在介词短语 διὰ τὸ εἶναι(由于是……)中,不定式的主语是宾格的 τοὺς Ἐλλοπιεῖς τοὺς προοικήσαντας(先前居住的埃洛皮亚人),而 ὀρείους(山民、多山的)作为表语形容词。

引用这一段

斯特拉波, 地理学 §10.1.1-10.1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.1.1-10.1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。