§1.4.5διαμαρτὼν δὲ τοῦ πλάτους ἠνάγκασται καὶ τοῦ μήκους ἀστοχεῖν.
しかし、彼は幅において誤ったため、長さにおいても目標を外れることを余儀なくされた。
ὅτι μὲν γὰρ πλέον ἢ διπλάσιον τὸ γνώριμον μῆκός ἐστι τοῦ γνωρίμου πλάτους, ὁμολογοῦσι καὶ οἱ ὕστερον καὶ τῶν παλαιῶν οἱ χαριέστατοι·
というのも、知られている長さが、知られている幅の二倍以上であるということは、後世の者たちも、古代の最も優れた者たちも同意しているからである。
λέγω δὲ τὸ ἀπὸ τῶν ἄκρων τῆς Ἰνδικῆς ἐπὶ τὰ ἄκρα τῆς Ἰβηρίας, τοῦ ἀπʼ Αἰθιόπων ἕως τοῦ κατὰ Ἰέρνην κύκλου.
すなわち、私はインドの端からイベリアの端までを言い、エチオピア人からイエルネを通る緯度圏までを言っている。
ὁρίσας δὲ τὸ λεχθὲν πλάτος, τὸ ἀπὸ τῶν ἐσχάτων Αἰθιόπων μέχρι τοῦ διὰ Θούλης ἐκτείνει πλέον ἢ δεῖ τὸ μῆκος, ἵνα ποιήσῃ πλέον ἢ διπλάσιον τοῦ λεχθέντος πλάτους.
しかし、彼は上述の幅、すなわち最果てのエチオピア人からトゥーレを通る緯度圏までを画定したため、その長さが上述の幅の二倍以上になるように、長さを必要以上に引き伸ばしている。
φησὶ δʼ οὖν τὸ μὲν τῆς Ἰνδικῆς μέχρι τοῦ Ἰνδοῦ ποταμοῦ τὸ στενώτατον σταδίων μυρίων ἑξακισχιλίων (τὸ γὰρ ἐπὶ τὰ ἀκρωτήρια τεῖνον τρισχιλίοις εἶναι μεῖζον), τὸ δὲ ἔνθεν ἐπὶ Κασπίους πύλας μυρίων τετρακισχιλίων, εἶτʼ ἐπὶ τὸν Εὐφράτην μυρίων, ἐπὶ δὲ τὸν Νεῖλον ἀπὸ τοῦ Εὐφράτου πεντακισχιλίων, ἄλλους δὲ χιλίους καὶ τριακοσίους μέχρι Κανωβικοῦ στόματος, εἶτα μέχρι τῆς Καρχηδόνος μυρίους τρισχιλίους πεντακοσίους, εἶτα μέχρι στηλῶν ὀκτακισχιλίους τοὐλάχιστον·
いずれにせよ彼が言うには、最も狭い部分におけるインドの端からインダス川までが一万六千スタディオンであり(というのも、岬へと延びている部分はそれより三千スタディオン大きいからである)、そこからカスピ海門までは一万四千スタディオン、次いでユーフラテス川までは一万スタディオン、ユーフラテス川からナイル川までは五千スタディオン、カノボス口まではさらに千三百スタディオン、次いでカルタゴまでは一万三千五百スタディオン、次いで柱までは少なくとも八千スタディオンである。
ὑπεραίρειν δὴ τῶν ἑπτὰ μυριάδων ὀκτακοσίους.
したがって、それらの合計は七万を八百上回る。
δεῖν δὲ ἔτι προσθεῖναι τὸ ἐκτὸς Ἡρακλείων στηλῶν κύρτωμα τῆς Εὐρώπης, ἀντικείμενον μὲν τοῖς Ἴβηρσι προπεπτωκὸς δὲ πρὸς τὴν ἑσπέραν, οὐκ ἔλαττον σταδίων τρισχιλίων, καὶ τὰ ἀκρωτήρια τά τε ἄλλα καὶ τὸ τῶν Ὠστιμίων, ὃ καλεῖται Κάβαιον, καὶ τὰς κατὰ τοῦτο νήσους, ὧν τὴν ἐσχάτην Οὐξισάμην φησὶ Πυθέας ἀπέχειν ἡμερῶν τριῶν πλοῦν.
さらに、ヘラクレスの柱の外側にあるヨーロッパの湾曲部で、イベリア人の地に対向し、西へと突き出しており、三千スタディオンを下らない部分を加える必要がある。 そして、他の岬や、カバイオンと呼ばれるオースティミオイ人の岬、およびその付近の島々をも加える必要がある。 それらの島のうち最も遠いウクシサメについて、ピュテアスは三日の航路だけ離れていると述べている。
ταῦτα δʼ εἰπὼν τὰ τελευταῖα οὐδὲν πρὸς τὸ μῆκος συντείνοντα προσέθηκε τὰ περὶ τῶν ἀκρωτηρίων καὶ τῶν Ὠστιμίων καὶ τῆς Οὐξισάμης καὶ ὧν φησι νήσων·
しかし、これらの最後の事柄を述べた上で、彼が付け加えた岬やオースティミオイ人、ウクシサメ、そして彼が言う島々に関する事柄は、長さには全く寄与していない。
ταῦτα γὰρ πάντα προσάρκτιά ἐστι καὶ Κελτικά, οὐκ Ἰβηρικά, μᾶλλον δὲ Πυθέου πλάσματα.
なぜなら、これらはすべて北方にあり、ケルトの地であって、イベリアのものではなく、むしろピュテアスの創作だからである。
προστίθησί τε τοῖς εἰρημένοις τοῦ μήκους διαστήμασιν ἄλλους σταδίους δισχιλίους μὲν πρὸς τῇ δύσει, δισχιλίους δὲ πρὸς τῇ ἀνατολῇ, ἵνα σώσῃ τὸ πλέον ἢ διπλάσιον τὸ μῆκος τοῦ πλάτους εἶναι.
そして彼は、長さが幅の二倍以上であるという関係を維持するために、上述の長さの距離に、西側でさらに二千スタディオン、東側でさらに二千スタディオンを付け加えている。
§1.4.6παραμυθούμενος δʼ ἐπὶ πλέον, ὅτι κατὰ φύσιν ἐστὶ τὸ ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν διάστημα μεῖζον λέγειν, κατὰ φύσιν φησὶν εἶναι ἀπὸ τῆς ἕω πρὸς τὴν ἑσπέραν μακροτέραν εἶναι τὴν οἰκουμένην, καθάπερ εἰρήκαμεν·
そして、東から西への距離をより大きく言うことは自然に適っていると、さらに弁明して、先に私たちが述べたように、居住世界が東から西へとより長いことは自然に適っていると彼は述べている。
ὡς οἱ μαθηματικοί φασι, κύκλον συνάπτειν, συμβάλλουσαν αὐτὴν ἑαυτῇ, ὥστʼ εἰ μὴ τὸ μέγεθος τοῦ Ἀτλαντικοῦ πελάγους ἐκώλυε, κἂν πλεῖν ἡμᾶς ἐκ τῆς Ἰβηρίας εἰς τὴν Ἰνδικὴν διὰ τοῦ αὐτοῦ παραλλήλου, τὸ λοιπὸν μέρος παρὰ τὸ λεχθὲν διάστημα ὑπὲρ τὸ τρίτον μέρος ὂν τοῦ ὅλου κύκλου·
すなわち、数学者たちが言うように、居住世界はそれ自体で合流して一つの円を成している。 したがって、もし大西洋の広大さが妨げとならないならば、私たちは同じ平行圏に沿ってイベリアからインドまで航海することさえできるだろう。 上述の距離を除いた残りの部分は、全円の三分の一以上である。
εἴπερ ὁ διʼ Ἀθηνῶν ἐλάττων ἐστὶν εἴκοσι μυριάδων, ὅπου πεποιήμεθα τὸν εἰρημένον σταδιασμὸν ἀπὸ τῆς Ἰνδικῆς εἰς τὴν Ἰβηρίαν.
もし、アテナイを通る平行圏(これに沿って私たちはインドからイベリアまでの上述の距離測定を行ったのだが)が二十万スタディオン未満であるとすれば。
οὐδὲ ταῦτα οὖν εὖ λέγει·
したがって、これらのことも彼は正しく述べてはいない。
οὗτος γὰρ ὁ λόγος περὶ μὲν τῆς εὐκράτου καὶ καθʼ ἡμᾶς ζώνης λέγοιτʼ ἂν κατὰ τοὺς μαθηματικούς, ἧς μέρος ἡ οἰκουμένη ἐστί, περὶ δὲ τῆς οἰκουμένης καλοῦμεν γὰρ οἰκουμένην ἣν οἰκοῦμεν καὶ γνωρίζομεν·
なぜなら、この議論は、数学者たちに従えば、居住世界がその一部であるところの、温帯および私たちの住む地帯については言われ得るであろうが、居住世界そのものについてはそうではないからである。 なぜなら、私たちは、私たちが居住し、知っているところを居住世界と呼んでいるからである。
ἐνδέχεται δὲ ἐν τῇ αὐτῇ εὐκράτῳ ζώνῃ καὶ δύο οἰκουμένας εἶναι ἢ καὶ πλείους, καὶ μάλιστα ἐγγὺς τοῦ διʼ Ἀθηνῶν κύκλου τοῦ διὰ τοῦ Ἀτλαντικοῦ πελάγους γραφομένου.
しかし、同じ温帯の中に、二つの居住世界、あるいはそれ以上のものが存在することも可能である。 そして、とりわけ大西洋を通じて描かれる、アテナイを通る緯度圏の近くにおいてそうである。
πάλιν δὲ ἐπιμένων τῇ περὶ τοῦ σφαιροειδῆ τὴν γῆν εἶναι ἀποδείξει τῆς αὐτῆς ἐπιτιμήσεως ἂν τυγχάνοι.
そして再び、地球が球状であることの証明にこだわり続けるなら、彼は同じ非難を受けることになるだろう。
ὡς δʼ αὕτως καὶ πρὸς τὸν Ὅμηρον οὐ παύεται περὶ τῶν αὐτῶν διαφερόμενος.
同様に、ホメロスに対しても、彼は同じ事柄について異議を唱えることをやめない。