§1.2.33εἰ δὲ Φοίνικας εἰπὼν ὀνομάζει καὶ Σιδωνίους τὴν μητρόπολιν αὐτῶν σχήματι συνήθει χρῆται, ὡς
Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
καί
οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος,
καί
Ἴδην δʼ ἵκανεν καὶ Γάργαρον,
καί
οἳ δʼ Εὔβοιαν ἔχον καὶ Χαλκίδα τʼ Εἰρέτριάν τε. καὶ Σαπφώ
ἤ σε Κύπρος ἢ Πάφος ἢ Πάνορμος. καίτοι καὶ ἄλλο τι ἦν τὸ ποιῆσαν καίπερ ἤδη μνησθέντα τῆς Φοινίκης ἰδίως πάλιν καὶ τὴν Σιδῶνα συγκαταλέξαι.
もし彼が「ポイニキア人」と言った上で、さらに彼らの母都市から「シドン人」をも名指しているのだとすれば、彼は一般的な修辞技法を用いているのである。 例えば、「トロイア人とヘクトルを船に引き寄せた」あるいは、「大いなる胸のオイネウスの息子たちはもうおらず、彼自身ももはやいなかった。 髪の黄色いメレアグロスは死んだのである」あるいは、「イデ山とガルガロンに至った」あるいは、「エウボイア、そしてカルキスとエレトリアを領していた者たち」またサッポーも次のように言う。 「キプロス、あるいはパポス、あるいはパノルモスがあなたを(迎える)」しかしながら、すでにポイニキアに言及したにもかかわらず、個別に再びシドンをも数え上げさせたのには、別の原因もあったのである。
πρὸς μὲν γὰρ τὸ τὰ ἐφεξῆς ἔθνη καταλέξαι ἱκανῶς εἶχεν οὕτως εἰπεῖν
Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθεὶς Αἰθίοπάς θʼ ἱκόμην· ἵνα δʼ ἐμφήνῃ καὶ τὴν παρὰ τοῖς Σιδωνίοις ἀποδημίαν τὴν ἐπὶ πλέον γενομένην, καλῶς εἶχεν εἴτʼ ἀναλαβεῖν εἴτε καὶ παραλαβεῖν·
というのも、連続する諸民族を数え上げるためには、次のように言うだけで十分であったからである。 「キプロス、ポイニキア、そしてエジプト人たちの土地を彷徨い、アイティオピア人たちのところに至った」だが、シドン人のもとへの旅がより長期にわたるものであったことを示すために、それを再び取り上げるか、あるいは(叙述に)取り入れることは適切であった。
ἐμφαίνει διὰ τῶν ἐπαίνων τῆς παρʼ αὐτοῖς εὐτεχνίας καὶ τοῦ τὴν Ἑλένην προεξενῶσθαι τοῖς ἀνθρώποις μετὰ Ἀλεξάνδρου·
彼は、彼らの優れた技術に対する賛辞、およびアレクサンドロスとともにヘレネが人間たちに先んじて紹介されたことによって、それを示している。
διόπερ παρὰ τῷ Ἀλεξάνδρῳ πολλὰ τοιαῦτα ἀποκείμενα λέγει
ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, ἔργα γυναικῶν Σιδονίων, ἃς αὐτὸς Ἀλέξανδρος θεοειδὴς ἤγαγε Σιδονίηθεν τὴν ὁδόν, ἣν Ἑλένην περ ἀνήγαγε· καὶ παρὰ τῷ Μενελάῳ·
それゆえ、アレクサンドロスのところには、そのようなものが多く蔵されていたと彼は言う。 「そこには、きらびやかに刺繍された衣、シドンの女たちの手仕事があり、それらを神のような姿のアレクサンドロス自らが、ヘレネを連れ帰ったその旅路で、シドンから運んできたのであった」またメネラオスのところでも同様である。
λέγει γὰρ πρὸς Τηλέμαχον
δώσω τοι κρητῆρα τετυγμένον·
というのも、彼はテレマコスに対して次のように言っているからである。 「お前に見事に作られた混酒器をあげよう。
ἀργύρεος δὲ ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται.
それはすべて銀でできており、縁は金で仕上げられている。
ἄργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ φαίδιμος ἥρως Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε κεῖσέ με νοστήσαντα. δεῖ δὲ δέξασθαι πρὸς ὑπερβολὴν εἰρημένον τὸ Ἡφαίστου ἔργον, ὡς λέγεται Ἀθηνᾶς ἔργα τὰ καλὰ καὶ Χαρίτων καὶ Μουσῶν.
それはヘパイストスの作であり、シドンの王、輝かしい英雄が、帰還途中の私を彼の宮殿が迎え入れたときに、私に与えてくれたものである」しかし、ヘパイストスの作品であるというのは誇張して言われたものと解釈すべきであり、美しい作品がアテナやカリスたち、ムゥサたちの作品と言われるのと同様である。
ἐπεὶ ὅτι γε οἱ ἄνδρες ἦσαν καλλίτεχνοι, δηλοῖ τὸν κρατῆρα ἐπαινῶν, ὃν ὁ Εὔνεως ἔδωκεν ἀντὶ Λυκάονος·
なぜなら、あの男たちが優れた技術を持っていたことは、エウネオスがリュカオンの身代金として与えた混酒器を賞賛していることから明らかだからである。
φησὶ γάρ
κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν πολλόν·
彼はこう言っている。 「美しさにおいて、全地で他をはるかに凌駕していた。
ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, Φοίνικες δʼ ἄγον ἄνδρες. §1.2.34περὶ δὲ τῶν Ἐρεμβῶν πολλὰ μὲν εἴρηται, πιθανώτατοι δʼ εἰσὶν οἱ νομίζοντες τοὺς Ἄραβας λέγεσθαι.
なぜなら、技巧に長けたシドン人が見事に仕上げ、ポイニキアの男たちがそれを運んできたからである」エレンボイ人については多くのことが語られているが、アラビア人がそう呼ばれているのだと考える人々が最も説得力がある。
Ζήνων δʼ ὁ ἡμέτερος καὶ γράφει οὕτως
Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε.
我々の同胞であるゼノンは、このように書き換えさえしている。
τὴν μὲν οὖν γραφὴν οὐκ ἀνάγκη κινεῖν παλαιὰν οὖσαν·
「アイティオピア人たちのところへ私は至り、シドン人、そしてアラビア人のところへも」したがって、この異読は古いものであるから、変更する必要はない。
αἰτιᾶσθαι δὲ βέλτιον τὴν τοῦ ὀνόματος μετάπτωσιν πολλὴν καὶ ἐπιπολαίαν οὖσαν ἐν πᾶσι τοῖς ἔθνεσιν.
それよりも、名前の変遷がすべての民族において頻繁かつ表面的なものであるということに原因を帰するほうがよい。
ἀμέλει δὲ καὶ ποιοῦσί τινες παραγραμματίζοντες.
実際、文字を書き換えることによってそのようにする者たちもいる。
ἄριστα δʼ ἂν δόξειεν εἰπεῖν ὁ Ποσειδώνιος κἀνταῦθα ἀπὸ τῆς τῶν ἐθνῶν συγγενείας καὶ κοινότητος ἐτυμολογῶν.
しかし、ポセイドニオスがここでも諸民族の親縁性と共通性から語源を導き出している説明が、最善であると思われる。
τὸ γὰρ τῶν Ἀρμενίων ἔθνος καὶ τὸ τῶν Σύρων καὶ Ἀράβων πολλὴν ὁμοφυλίαν ἐμφαίνει κατά τε τὴν διάλεκτον καὶ τοὺς βίους καὶ τοὺς τῶν σωμάτων χαρακτῆρας, καὶ μάλιστα καθὸ πλησιόχωροί εἰσι.
なぜなら、アルメニア人の民族、シリア人の民族、そしてアラビア人の民族は、言語においても、生活様式においても、身体的特徴においても、非常に強い同族関係を示しており、特に彼らが隣接している点においてそうであるからである。
δηλοῖ δʼ ἡ Μεσοποταμία ἐκ τῶν τριῶν συνεστῶσα τούτων ἐθνῶν·
このことは、これら三つの民族から構成されているメソポタミアが示している。
μάλιστα γὰρ ἐν τούτοις ἡ ὁμοιότης διαφαίνεται.
というのも、これらの人々の間で類似性が最もはっきりと現れているからである。
εἰ δέ τις παρὰ τὰ κλίματα γίνεται διαφορὰ τοῖς προσβόρροις ἐπὶ πλέον πρὸς τοὺς μεσημβρινοὺς καὶ τούτοις πρὸς μέσους τοὺς ὅρους, ἀλλʼ ἐπικρατεῖ γε τὸ κοινόν.
気候の違いによって、より北方の者たちと南方の者たち、またこれらと中間地帯の者たちとの間に何らかの違いが生じるとしても、共通の性質がやはり支配的である。
καὶ οἱ Ἀσσύριοι δὲ καὶ οἱ Ἀριανοὶ παραπλησίως πως ἔχουσι καὶ πρὸς τούτους καὶ πρὸς ἀλλήλους.
アッシリア人やアリアノイも、これらの人々に対しても、また互いに対しても、ほぼ同様の関係にある。
εἰκάζει γε δὴ καὶ τὰς τῶν ἐθνῶν τούτων κατονομασίας ἐμφερεῖς ἀλλήλαις εἶναι.
さらに彼は、これら諸民族の名称も互いに類似していると推測している。
τοὺς γὰρ ὑφʼ ἡμῶν Σύρους καλουμένους ὑπʼ αὐτῶν τῶν Σύρων Ἀραμμαίους καλεῖσθαι· τούτῳ δʼ ἐοικέναι τοὺς Ἀρμενίους καὶ τοὺς Ἄραβας καὶ Ἐρεμβούς, τάχα τῶν πάλαι Ἑλλήνων οὕτω καλούντων τοὺς Ἄραβας, ἅμα καὶ τοῦ ἐτύμου συνεργοῦντος πρὸς τοῦτο.
すなわち、我々によってシリア人と呼ばれている人々は、シリア人自身によってアラマイオイと呼ばれていること、そして、アルメニア人、アラビア人、エレンボイ人もこれに類似しており、おそらく昔のギリシア人がアラビア人をこのように呼んでいたのでうが、それと同時に語源もこれを支持している。
ἀπὸ γὰρ τοῦ εἰς τὴν ἔραν ἐμβαίνειν τοὺς Ἐρεμβοὺς ἐτυμολογοῦσιν οὕτως οἱ πολλοί, οὓς μεταλαβόντες οἱ ὕστερον ἐπὶ τὸ σαφέστερον Τρωγλοδύτας ἐκάλεσαν·
というのも、多くの者はエレンボイ人を「地に這い入る(あるいは地に入る)こと」からそのように語源づけており、のちの人々はこれをより明瞭な表現に変えて「穴居人(トログロデュタイ)」と呼んだからである。
οὗτοι δέ εἰσιν Ἀράβων οἱ ἐπὶ θάτερον μέρος τοῦ Ἀραβίου κόλπου κεκλιμένοι, τὸ πρὸς Αἰγύπτῳ καὶ Αἰθιοπίᾳ.
そして、彼らはアラビア湾の反対側、すなわちエジプトやアイティオピアに面した側に居住するアラビア人たちである。
τούτων δʼ εἰκὸς μεμνῆσθαι τὸν ποιητὴν καὶ πρὸς τούτους ἀφῖχθαι λέγειν τὸν Μενέλαον, καθʼ ὃν τρόπον εἴρηται καὶ πρὸς τοὺς Αἰθίοπας·
詩人が言及し、メネラオスが彼らのところに到着したと言っているのは、これらの人々のことであり、それはアイティオピア人の場合について語られたのと同様のやり方である。
τῇ γὰρ Θηβαΐδι καὶ οὗτοι πλησιάζουσιν·
なぜなら、彼らもまたテーバイ地方に近接しているからである。
ὁμοίως οὐκ ἐργασίας οὐδὲ χρηματισμοῦ χάριν τούτων ὀνομαζομένων (οὐ πολὺ γὰρ ἦν τοῦτο), ἀλλὰ τοῦ μήκους τῆς ἀποδημίας καὶ τοῦ ἐνδόξου·
同様に、彼らが名指されているのは交易や金儲けのためではなく(それは大したことではなかったから)、旅の長さとそれによる栄光のためである。
ἔνδοξον γὰρ τοσοῦτον ἐκτοπίσαι.
それほど遠くまで旅することは栄誉なことだからである。
τοιοῦτον δὲ καὶ τὸ
πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
καὶ τὸ
ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς ἠγαγόμην.
このようなものとして、「多くの人々の町々を見て、その心を知った」や、「実に多くの苦難に遭い、多くを彷徨って、私は持ち帰った」というのもそうである。
Ἡσίοδος δʼ ἐν Καταλόγῳ φησί
καὶ κούρην Ἀράβοιο, τὸν Ἑρμάων ἀκάκητα γείνατο καὶ Θρονίη, κούρη Βήλοιο ἄνακτος.
ヘシオドスは『女たちの系譜』の中でこう言っている。 「そしてアラボスの娘、彼は禍なきヘルメスと、ベロス王の娘スロニエとの間に生まれた」ステシコロスもまたそのように言っている。
οὕτω δὲ καὶ Στησίχορος λέγει. εἰκάζειν οὖν ἐστιν ὅτι ἀπὸ τούτου καὶ ἡ χώρα Ἀραβία ἤδη τότε ὠνομάζετο, κατὰ δὲ τοὺς ἥρωας τυχὸν ἴσως οὔπω.
したがって、この人物にちなんで、その国もアラビアとすでに当時から命名されていたと推測できるが、英雄たちの時代には、おそらくまだそうではなかったのだろう。