Humanitext Reader

ストラボン · 地理誌 §1.2.24

二分されたアイティオピア人をめぐる学説の検証

21 / 577 箇所 · ギリシア語

要旨

エラトステネスによるホメロスの地峡認識への批判を退け、アイティオピア人が「二つに分かれている」とするホメロスの詩句をめぐるアリスタルコスとクラテスの二つの対立する解釈を比較・検証する。

§1.2.24̔η δʼ αὐτὴ ἁμαρτία καὶ περὶ τοῦ ἀγνοεῖν τὸν ἰσθμὸν τὸν μεταξὺ τοῦ Αἰγυπτίου πελάγους καὶ τοῦ Ἀραβίου κόλπου καὶ περὶ τοῦ ψευδῶς λέγεσθαι Αἰθίοπες, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν.
また、エジプト海とアラビア湾の間の地峡をホメロスが知らなかったとすること、および「アイティオピア人、彼らは二つに分かれて住む、人類の最果ての人々」と彼が虚偽を述べているとすることについても、全く同じ誤りが見られる。
καὶ γὰρ τοῦτο ἐκείνου λέγοντος καλῶς ἐπιτιμῶσιν οἱ ὕστερον οὐκ εὖ.
実際、詩人がこのことを適切に述べているのに対して、後世の者たちは良くない形で非難を加えている。
τοσούτου γὰρ δεῖ τοῦτʼ ἀληθὲς εἶναι τὸ ἀγνοεῖν Ὅμηρον τὸν ἰσθμὸν τοῦτον, ὥστε ἐκεῖνον μέν φημι μὴ εἰδέναι μόνον, ἀλλὰ καὶ ἀποφαίνεσθαι ἄντικρυς, τοὺς δὲ γραμματικοὺς μηδὲ λέγοντος ἐκείνου αἰσθάνεσθαι ἀπὸ Ἀριστάρχου καὶ Κράτητος τῶν κορυφαίων ἐν τῇ ἐπιστήμῃ ταύτῃ.
ホメロスがこの地峡を知らなかったなどということは、真実からあまりにも遠く、彼がそれを知っていただけでなく明白に示していると私は主張するが、文法学者たちは、彼が述べているにもかかわらず、この分野の最高峰であるアリスタルコスやクラテスに至るまで、それに気づいていない。
εἰπόντος γὰρ τοῦ ποιητοῦ Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν, περὶ τοῦ ἐπιφερομένου ἔπους διαφέρονται, ὁ μὲν Ἀρίσταρχος γράφων οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δʼ ἀνιόντος, ὁ δὲ Κράτης ἠμὲν δυσομένου Ὑπερίονος, ἠδʼ ἀνιόντος, οὐδὲν διαφέρον πρὸς τὴν ἑκατέρου ὑπόθεσιν οὕτως ἢ ἐκείνως γράφειν.
すなわち、詩人が「アイティオピア人、彼らは二つに分かれて住む、人類の最果ての人々」と言ったとき、彼らはそれに続く行について対立しており、アリスタルコスは「一方は沈みゆくハイペリオンの側に、他方は昇りゆく側に」と書き、クラテスは「沈みゆくハイペリオンの側でもあり、また昇りゆく側でもある」と書いているが、どちらの書き方にしても、両者それぞれの仮説にとっては何も変わらない。
ὁ μὲν γὰρ ἀκολουθῶν τοῖς μαθηματικῶς λέγεσθαι δοκοῦσι τὴν διακεκαυμένην ζώνην κατέχεσθαί φησιν ὑπὸ τοῦ ὠκεανοῦ· παρʼ ἑκάτερον δὲ ταύτης εἶναι τὴν εὔκρατον, τήν τε καθʼ ἡμᾶς καὶ τὴν ἐπὶ θάτερον μέρος.
なぜなら、一人の学者(クラテス)は天文学的に語られていると思われる説に従い、灼熱帯はオーケアノスによって占められており、その両側に温帯、すなわち我々の側の温帯ともう一方の側の温帯があると主張するからである。
ὥσπερ οὖν οἱ παρʼ ἡμῖν Αἰθίοπες οὗτοι λέγονται οἱ πρὸς μεσημβρίαν κεκλιμένοι παρʼ ὅλην τὴν οἰκουμένην ἔσχατοι τῶν ἄλλων παροικοῦντες τὸν ὠκεανόν, οὕτως οἴεται δεῖν καὶ πέραν τοῦ ὠκεανοῦ νοεῖσθαί τινας Αἰθίοπας ἐσχάτους τῶν ἄλλων τῶν ἐν τῇ ἑτέρᾳ εὐκράτῳ, παροικοῦντας τὸν αὐτὸν τοῦτον ὠκεανόν·
したがって、我々の側のアイティオピア人、すなわち南に傾き、居住世界の全域において他の人々の最果てとしてオーケアノスの傍らに居住していると言われる人々と同じように、オーケアノスの向こう側、すなわちもう一方の温帯にいる他の人々の最果てとして、同じオーケアノスの傍らに住む何らかのアイティオピア人を想定すべきだと彼は考えている。
διττοὺς δὲ εἶναι καὶ διχθὰ δεδάσθαι ὑπὸ τοῦ ὠκεανοῦ.
そして彼らは、オーケアノスによって二つの種類となり、二つに分かれているのである。
προσκεῖσθαι δὲ τὸ ἠμὲν δυσομένου Ὑπερίονος, ἠδʼ ἀνιόντος, ὅτι τοῦ ζωδιακοῦ κατὰ κορυφὴν ὄντος ἀεὶ τῷ ἐν τῇ γῇ ζωδιακῷ, τούτου δʼ οὐκ ἐκβαίνοντος ἔξω τῆς Αἰθιόπων ἀμφοῖν τῇ λοξώσει, ἀνάγκη καὶ τὴν πάροδον τοῦ ἡλίου πᾶσαν ἐν τῷ πλάτει τούτῳ νοεῖσθαι, καὶ τὰς ἀνατολὰς καὶ τὰς δύσεις συμβαίνειν ἐνταῦθα ἄλλας ἄλλοις καὶ κατʼ ἄλλα ἢ ἄλλα σημεῖα.
また、「沈みゆくハイペリオンの側でもあり、また昇りゆく側でもある」という行が付け加えられているのは、黄道帯が常に地上の熱帯の天頂にあり、これが黄道傾斜のために両アイティオピア人の外に出ることがないため、太陽の運行全体がこの幅の中に想定される必要があり、日の出と日の入りがそこにおいて、人々や場所によって異なる点で起こるからである。
εἴρηκε μὲν οὕτως ἀστρονομικώτερον νομίσας· ἦν δὲ καὶ ἁπλούστερον εἰπεῖν αὐτὸ σώζοντα τὸ οὕτω διῃρῆσθαι δίχα τοὺς Αἰθίοπας, ὡς εἴρηται, ὅτι ἀφʼ ἡλίου ἀνιόντος μέχρι δύσεως ἐφʼ ἑκάτερα παροικοῦσι τῷ ὠκεανῷ Αἰθίοπες.
彼はより天文学的な説明を意図してこのように述べたが、アイティオピア人がこのように二分されているということを保ちながら、「日の出から日の入りまで、オーケアノスの両側にアイティオピア人が住んでいる」と、もっと単純に言うこともできたはずである。
τί οὖν διαφέρει πρὸς τὸν νοῦν τοῦτον ἢ οὕτως εἰπεῖν ὥσπερ αὐτὸς γράφει, ἢ ὡς Ἀρίσταρχος οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δʼ ἀνιόντος;
では、彼の意図にとって、彼自身が書くように言うことと、アリスタルコスのように、「一方は沈みゆくハイペリオンの側に、他方は昇りゆく側に」と言うこととで、何の違いがあるのだろうか。
καὶ γὰρ τοῦτʼ ἐστὶ καὶ πρὸς δύσιν καὶ πρὸς ἀνατολὴν ἐφʼ ἑκάτερα τοῦ ὠκεανοῦ οἰκεῖν.
なぜなら、どちらもオーケアノスの両側で、西と東の双方に居住することを意味しているからである。
ὁ δʼ Ἀρίσταρχος ταύτην μὲν ἐκβάλλει τὴν ὑπόθεσιν, δίχα δὲ μεμερισμένους οἴεται λέγεσθαι τοὺς καθʼ ἡμᾶς Αἰθίοπας τοὺς τοῖς Ἕλλησι πρὸς μεσημβρίαν ἐσχάτους.
これに対してアリスタルコスは、この仮説を退け、我々の側のアイティオピア人、すなわちギリシア人にとって南の最果てにいる人々が、二つに分割されて語られているのだと考える。
τούτους δὲ μὴ μεμερίσθαι δίχα ὥστε εἶναι δύο Αἰθιοπίας, τὴν μὲν πρὸς ἀνατολὴν τὴν δὲ πρὸς δύσιν, ἀλλὰ μίαν μόνην τὴν πρὸς μεσημβρίαν κειμένην τοῖς Ἕλλησιν, ἱδρυμένην δὲ κατʼ Αἴγυπτον.
しかし彼らは、東のアイティオピアと西のアイティオピアという二つのアイティオピアが存在するような形で二分されているのではなく、ギリシア人から見て南に位置し、エジプトに隣接して定住している単一の存在にすぎない。
τοῦτο δὲ ἀγνοοῦντα τὸν ποιητήν, ὥσπερ καὶ τὰ ἄλλα, ὅσα εἴρηκεν Ἀπολλόδωρος ἐν τῷ περὶ νεῶν καταλόγου δευτέρῳ, καταψεύσασθαι τῶν τόπων τὰ μὴ ὄντα.
そして、詩人は他の多くのこと、すなわちアポロドロスが『船のカタログについて』の第2巻で述べているすべてのことと同様に、これを知らずに、存在しない場所について偽りを語ったのだ、とアリスタルコスは主張する。

語釈・文法注

  1. 1.2.24καὶ γὰρ τοῦτο ἐκείνου λέγοντος καλῶς ἐπιτιμῶσιν οἱ ὕστερον οὐκ εὖ. — この文では、副詞 καλῶς が分詞 λέγοντος(詩人がこのことを「適切に」述べている)にかかり、οὐκ εὖ が主動詞 ἐπιτιμῶσιν(後世の者が「よくない形で」非難している)にかかる。しかし、καλῶς を ἐπιτιμῶσιν(適切に非難している)に結びつけ、οὐκ εὖ と合わせて皮肉的に解釈する余地(「彼らは見事に、しかし不当に非難している」)もある。ここでは、詩人の叙述の正当性を強調する文脈から、前者の解釈を採用している。
  2. 1.2.24τοσούτου γὰρ δεῖ τοῦτʼ ἀληθὲς εἶναι — 非人称動詞 δεῖ(欠いている)を用いた慣用表現 τοσούτου δεῖ(それにはほど遠い)に不定詞句 τοῦτʼ ἀληθὲς εἶναι が続いている。「これが真実であること(すなわちホメロスが地峡を知らなかったこと)には遠く及ばない」という意味になり、強い否定を表す。
  3. 1.2.24τοῦ ζωδιακοῦ κατὰ κορυφὴν ὄντος ἀεὶ τῷ ἐν τῇ γῇ ζωδιακῷ — 属格独立構文。τοῦ ζωδιακοῦ(天の黄道帯)が主語、ὄντος が分詞であり、τῷ ἐν τῇ γῇ ζωδιακῷ(地上の黄道帯、すなわち熱帯)に対して「常に天頂(κατὰ κορυφὴν)にある」ことを示している。天の黄道帯の投影としての熱帯の概念を説明する天文学的な記述である。

この箇所を引用する

ストラボン, 地理誌 §1.2.24. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.2.24

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。