§1.1.1τῆς τοῦ φιλοσόφου πραγματείας εἶναι νομίζομεν, εἴπερ ἄλλην τινά, καὶ τὴν γεωγραφικήν, ἣν νῦν προῃρήμεθα ἐπισκοπεῖν.
地理学の研究もまた、もし他のいかなる研究がそうであるとしても、まさに哲学者の探究に属するものであると私たちは考える。 私たちは今、これを検討することを選択したのである。
ὅτι δʼ οὐ φαύλως νομίζομεν ἐκ πολλῶν δῆλον·
私たちがそのように不当に考えているのではないことは、多くのことから明らかである。
οἵ τε γὰρ πρῶτοι θαρρήσαντες αὐτῆς ἅψασθαι τοιοῦτοί τινες ὑπῆρξαν, Ὅμηρός τε καὶ Ἀναξίμανδρος ὁ Μιλήσιος καὶ Ἑκαταῖος, ὁ πολίτης αὐτοῦ, καθὼς καὶ Ἐρατοσθένης φησί·
なぜなら、最初にこれに敢えて手を付けた人々は、そのような人々であったからである。 すなわち、ホメロス、ミレトスのアナクシマンドロス、そして彼と同郷のヘカタイオスであり、これはエラトステネスも言っている通りである。
καὶ Δημόκριτος δὲ καὶ Εὔδοξος καὶ Δικαίαρχος καὶ Ἔφορος καὶ ἄλλοι πλείους·
さらにはデモクリトス、エウドクソス、ディカイアルコス、エポロス、その他多くの人々もそうである。
ἔτι δὲ οἱ μετὰ τούτους, Ἐρατοσθένης τε καὶ Πολύβιος καὶ Ποσειδώνιος, ἄνδρες φιλόσοφοι.
さらに彼らの後の人々、エラトステネス、ポリュビオス、ポセイドニオスであり、彼らは哲学者たちであった。
ἥ τε πολυμάθεια, διʼ ἧς μόνης ἐφικέσθαι τοῦδε τοῦ ἔργου δυνατόν, οὐκ ἄλλου τινός ἐστιν ἢ τοῦ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια ἐπιβλέποντος, ὧνπερ τὴν φιλοσοφίαν ἐπιστήμην φασίν.
また、それによってのみこの仕事を達成することが可能となる博識は、神的な事柄と人間的な事柄を観察する者以外のいかなる者のものでもない。 それら(神的な事柄と人間的な事柄)の知識こそが哲学であると人々は言っている。
ὡς δʼ αὕτως καὶ ἡ ὠφέλεια ποικίλη τις οὖσα, ἡ μὲν πρὸς τὰ πολιτικὰ καὶ τὰς ἡγεμονικὰς πράξεις, ἡ δὲ πρὸς ἐπιστήμην τῶν τε οὐρανίων καὶ τῶν ἐπὶ γῆς καὶ θαλάττης ζῴων καὶ φυτῶν καὶ καρπῶν καὶ τῶν ἄλλων ὅσα ἰδεῖν παρʼ ἑκάστοις ἔστι, τὸν αὐτὸν ὑπογράφει ἄνδρα, τὸν φροντίζοντα τῆς περὶ τὸν βίον τέχνης καὶ εὐδαιμονίας.
同様に、多岐にわたるその有用性もまた ―― 一方は政治的・統治的な活動に対するものであり、他方は天上のもの、ならびに陸上や海上の動物、植物、果実、その他各地で見られるあらゆるものの知識に対するものであるが ―― 同じ人物、すなわち生に関する技術と幸福に心を配る人物を描き出している。
§1.1.2Ἀναλαβόντες δὲ καθʼ ἕκαστον ἐπισκοπῶμεν τῶν εἰρημένων ἔτι μᾶλλον.
では、言われたことのそれぞれを取り上げて、さらに詳細に検討してみよう。
καὶ πρῶτον ὅτι ὀρθῶς ὑπειλήφαμεν καὶ ἡμεῖς καὶ οἱ πρὸ ἡμῶν, ὧν ἐστι καὶ Ἵππαρχος, ἀρχηγέτην εἶναι τῆς γεωγραφικῆς ἐμπειρίας Ὅμηρον, ὃς οὐ μόνον ἐν τῇ κατὰ τὴν ποίησιν ἀρετῇ πάντας ὑπερβέβληται τοὺς πάλαι καὶ τοὺς ὕστερον, ἀλλὰ σχεδόν τι καὶ τῇ κατὰ τὸν βίον ἐμπειρίᾳ τὸν πολιτικόν, ἀφʼ ἧς οὐ μόνον περὶ τὰς πράξεις ἐσπούδασεν ἐκεῖνος, ὅπως ὅτι πλείστας γνοίη καὶ παραδώσει τοῖς ὕστερον ἐσομένοις, ἀλλὰ καὶ τὰ περὶ τοὺς τόπους τούς τε καθʼ ἕκαστα καὶ τοὺς κατὰ σύμπασαν τὴν οἰκουμένην γῆν τε καὶ θάλατταν·
そして第一に、私たちも、私たちの先人たち(その中にはヒッパルコスも含まれる)も、ホメロスを地理学的経験の創始者であると正しく見なしてきたということである。 彼は、詩に関する卓越性において古今のすべての人々を凌駕しているだけでなく、政治的生活における経験においてもほぼ同様に凌駕している。 その経験から、彼は多くの実践的活動について、できるだけ多くを理解して後世の人々に伝えるよう努めただけでなく、個々の場所や、居住世界全体の陸と海に関する事柄についても同様に努めたのである。
οὐ γὰρ ἂν μέχρι τῶν ἐσχάτων αὐτῆς περάτων ἀφίκετο τῇ μνήμῃ κύκλῳ περιιών.
なぜなら、もしそうでなければ、彼は記憶においてその世界の最果ての限界まで、環状に巡りながら到達することはできなかったであろうから。
§1.1.3καὶ πρῶτον μὲν τῷ ὠκεανῷ περίκλυστον, ὥσπερ ἔστιν, ἀπέφαινεν αὐτήν·
そしてまず第一に、彼は、実際そうであるように、大地がオーケアノスによって取り囲まれているものとして示した。
ἔπειτα δὲ τῶν χωρίων τὰ μὲν ὠνόμαζε τὰ δὲ ὑπῃνίττετο τεκμηρίοις τισί, Λιβύην μὲν καὶ Αἰθιοπίαν καὶ Σιδονίους καὶ Ἐρεμβούς, οὓς εἰκὸς λέγειν Τρωγλοδύτας Ἄραβας, ῥητῶς λέγων, τοὺς δὲ πρὸς ταῖς ἀνατολαῖς καὶ δύσεσιν αἰνιττόμενος ἐκ τοῦ τῷ ὠκεανῷ κλύζεσθαι·
次に、諸地域のうち、あるものは名指しで呼び、あるものは何らかの手がかりによって暗示したが、リビュア、アイティオピア、シドニア人、エレムボス人(これらは穴居アラブ人と呼ぶのが妥当であろう)については明示的に語り、東方や西方の地域についてはオーケアノスに洗われているということから暗示的に示した。
ἐντεῦθεν γὰρ ἀνίσχοντα ποιεῖ τὸν ἥλιον καὶ δυόμενον εἰς τοῦτον, ὡς δʼ αὕτως καὶ τὰ ἄστρα καὶ τοὺς ἀστέρας λελουμένους ἐξ ὠκεανοῦ λέγει.
なぜなら、彼は太陽がそこから昇り、そこへ沈むものとし、同様に星座や星々についても、オーケアノスで洗われてそこから昇ると語っているからである。
§1.1.4τῶν δʼ ἑσπερίων ἀνδρῶν καὶ τὴν εὐδαιμονίαν ἐμφανίζει καὶ τὴν εὐκρασίαν τοῦ περιέχοντος, πεπυσμένος, ὡς ἔοικε, τὸν Ἰβηρικὸν πλοῦτον, ἐφʼ ὃν καὶ Ἡρακλῆς ἐστράτευσε καὶ οἱ Φοίνικες ὕστερον, οἵπερ καὶ κατέσχον τὴν πλείστην ἀρχήν, μετὰ δὲ ταῦτα Ῥωμαῖοι·
また西方の部族については、彼がイベリアの富について(どうやら)伝え聞いていたことから、その幸福と取り囲む空気の温和さを示している。 そこを目指してヘラクレスも遠征し、後にフェニキア人たちも遠征して彼らは支配領域の大部分を確保し、その後にはローマ人が続いた。
ἐνταῦθα γὰρ αἱ τοῦ ζεφύρου πνοαί, ἐνταῦθα δὲ καὶ τὸ Ἠλύσιον ποιεῖ πεδίον ὁ ποιητής, εἰς ὃ πεμφθήσεσθαί φησι τὸν Μενέλαον ὑπὸ τῶν θεῶν
ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς, τῇ περ ῥηίστη βιοτὴ πέλει·
というのも、そこに西風の息吹があり、またそこに詩人はエリュシオンの野を設定しており、そこへメネラオスが神々によって送られるであろうと彼は言っているのである。 「されど汝をエリュシオンの野、大地の果てへと、不死なる神々は送るであろう。 そこには金髪のラダマンテュスがおり、そこでの暮らしは最もたやすい。
οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολύς, ἀλλʼ αἰεὶ ζεφύροιο λιγὺ πνείοντας ἀήτας ὠκεανὸς ἀνίησι.
雪もなく、激しい嵐もなく、ただ常に、心地よく吹くゼピュロスの微風を、オーケアノスが送り出している。 」