§97.1Fr. 97
μὲν οὖν ὑπὸ κήρυκος κελεύουσι πωλεῖν καὶ προκηρύττειν ἐκ πλειόνων ἡμερῶν·
さて、ある人々は、伝令官を通じて売却し、何日も前からあらかじめ布告することを命じている。
οἱ δὲ παρʼ ἀρχῇ τινὶ καθάπερ καὶ Πιττακὸς παρὰ βασιλεῦσι καὶ πρυτάνει·
他方、別の人々は、ピッタコスの法において王たちやプリュタニスの前でなされるように、ある官職の前でそれを行うことを命じている。
ἔνιοι δὲ προγράφειν παρὰ τῇ ἀρχῇ πρὸ ἡμερῶν μὴ ἐλαττόνων ἢ ἑξήκοντα καθάπερ Ἀθήνῃσι, καὶ τὸν πριάμενον ἑκατοστὴν τιθέναι τῆς τιμῆς ὅπως διαμφισβητῆσαί τε ἐξῇ καὶ διαμαρτύρεσθαι τῷ βουλομένῳ καὶ ὁ δικαίως ἐωνημένος φανερὸς ᾖ τῷ τέλει·
またある人々は、アテナイにおけるように、60日を下回らない日数より前に官職のもとで公示し、買い手が価格の100分の1を支払うことを命じている。 それは、望む者が誰でも異議を申し立て、抗弁を提出することが可能であり、また正当に購入した者がその税の支払いによって明らかになるようにするためである。
παρὰ δέ τισι προκηρύττειν κελεύουι πρὸ τοῦ κατακυρωθῆναι πένθʼ ἡμέρας συνεχῶς, εἴ τις ἐνίσταται ἢ ἀντιποιῆται τοῦ κτήματος ἢ τῆς οἰκίας·
また別の人々の間では、土地や家屋に対して誰かが異議を唱えるか、あるいは権利を主張するかを確かめるために、売却が確定される前に5日間連続してあらかじめ布告することを命じている。
ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ὑποθέσεων ὥσπερ καὶ ἐν τοῖς Κυζικηνῶν.
抵当についても同様であり、クジコスの人々の法におけるのと同様である。
§97.2Οἱ δὲ Θουριακοὶ τὰ μὲν τοιαῦτα πάντα ἀφαιροῦσιν οὐδʼ ἐν ἀγορᾷ πράττουσι προστάττουσι libri ὥσπερ τἆλλα, διδόναι δὲ κελεύουσι κοινῇ τῶν γειτόνων τῶν ἐγγυτάτω τρισὶ νόμισμά τι βραχὺ μνήμης ἕνεκα καὶ μαρτυρίας.
他方、トゥリオイの人々は、このような手続きをすべて廃止し、他の取引のように広場で行うことも命じない。 むしろ彼らは、記憶と証言のために、最も近くに住む隣人たちのうち共同の3人に、いくらかのわずかな小銭を与えることを命じている。
Ἀναγκαῖον δῆλον ὅτι τοῖς μὲν τὰς ἀρχὰς ὑπευθύνους ποιεῖν τοῖς δὲ τοὺς γείτονας ἐὰν μὴ λάβωσι, ἢ δὶς παρὰ τοῦ αὐτοῦ λάβωσιν, ἢ ἔχοντες μὴ λέγωσι τῶν ἐωνηυ μένων.
したがって、一方の法では官職に責任を負わせることが、他方の法では、隣人たちがその小銭を受け取らない場合、あるいは同じ人から二度受け取る場合、あるいは受け取っていながら購入されたものについて証言しない場合に、隣人たちに責任を負わせることが明らかに必要となる。
Οὐ χρὴ δʼ ἀγνοεῖν ὅτι αἱ προγραφαὶ καὶ αἱ προκηρύξεις καὶ ὅλως ὅσα πρὸς τὰς ἀμφισβητήσεις ἐστὶ πάντη τὰ πλεῖστα διʼ ἔλλειψιν ἑτέρου νόμου τίθεται.
しかし、公示や布告、そして一般に異議申し立てに関する規定の大部分は、別の法が存在しないために全面的に制定されている、ということを知らぬままでいてはならない。
Παρʼ οἷς γὰρ ἀναγραφὴ τῶν κτημάτων ἐστὶ καὶ τῶν συμβολαίων, ἐξ ἐκείνων ἐστὶ μαθεῖν, εἰ ἐλεύθερα καὶ ἀνέπαφα καὶ τὰ αὐτοῦ πωλεῖ δικαίως·
というのも、財産や契約の登記が存在する人々の間では、それらから、その財産が抵当に入っておらず、差し押さえられておらず、売り手が自分のものを正当に売っているのかどうかを知ることができるからである。
εὐθὺς γὰρ καὶ μετεγγράφει ἡ ἀρχὴ τὸν ἐωνημένον.
なぜなら、役所がすぐに購入者を登記簿上で名義変更するからである。
§97.3Ἐπεῖ δὲ καὶ προστασίας τινὲς ὠνοῦνται καὶ πωλοῦσιν ἀπαλλοτριοῦν ἐθέλοντες ὀρθῶς ἔχει καὶ πρὸς ταῦτα νομοθετεῖν, ὅπερ καὶ ποιοῦσιν, ἅμα ταῦτά τε βούλου μένοι κωλύειν καὶ τὴν ἐμφανῆ ποιεῖν ὥσπερ ἐν τοῖς ἐνίων·
ところで、譲渡を望んで、優先権を購入したり売却したりする者たちもいるので、これらに対しても立法することは正しい。 そして人々も実際にそうしており、これらのことを防ぐと同時に、一部の国々の法におけるように、取引を公にすることを望んでいる。
κελεύουσι γὰρ ἐάν τις οἰκίαν πρίηται θύειν ἐπὶ τοῦ Ἀπόλλωνος τοῦ ἐπικωμαίου·
すなわち彼らは、もし誰かが家を購入するなら、近隣のアポロンの神前で犠牲を捧げることを命じている。
ἐὰν δὲ χωρίον ἐπὶ τῆς κώμης ᾗ αὐτὸς οἰκεῖ καὶ ὀμνύειν ἐναντίον τῆς ἀρχῆς ἐγγραφούσης καὶ κωμητῶν τριῶν ᾖ μὴν ὠνεῖεσθαι δικαίως ὡς μηδὲν συγκακουργοῦντα μήτε τέχνῃ μήτε μηχανῇ μηδεμιᾷ, τὸν αὐτὸν δὲ τρόπον καὶ τὸν πωλοῦντα πωλεῖν ἀδόλως.
また、もし土地を購入するなら、その者が居住する村において、登録を行う役所と3人の村人の前で、いかなる術策もいかなる策略も用いて不正に加担することなく、正当に購入したということを誓うよう命じている。 同様に、売り手も欺くことなく売るということを誓うよう命じている。
Τὸν δὲ μὴ οἰκοῦντα ἐν ἄστει θύειν τὸν ὅρκον ἐπὶ τοῦ Διὸς τοῦ ἀγοραίου, τὴν δὲ θυσίαν τῶν ἐλαττόνων εἶναι θυλήμασιν, ἄνευ δὲ τούτων μὴ ἐγγράφειν τὴν ἀρχήν·
また、市に住んでいない者は、広場のゼウスの神前で犠牲を捧げて誓い、その犠牲は麦粉のような安価なものであるべきこと、そしてこれらの手続きなしには役所は登録を行ってはならないことを命じている。
ἅμα καὶ ἐν τῷ ὅρκῳ προσορμίζειν αὐτὴν ἐὰν μὴ ὀμνύωσι μηδὲ ἐγγράψειν τὴν ὠνήν.
同時に、もし彼らが誓わないならば、役所自身が購入を登録もしないということを誓う(あるいは誓いに含める)べきである。
§97.4Οὗτοι μέντοι πρὸς ἀμφότερα μᾶλλον δὲ πρὸς πάντα βούλονται πεφυλάχθαι καθάπερ ἴσως καὶ δεῖ·
しかしながら、これらの人々は両方の点に対して、というよりむしろすべての点に対して、用心深くあろうとしており、それはおそらく当然なすべきことである。
κυρία δὲ ἡ ὠνὴ καὶ ἡ πρᾶσις εἴς μὲν κτῆσιν ὅταν ἡ τιμὴ δοθῇ καὶ τὰ ἐκ τῶν νόμων ποιήσωσιν, οἷον ἀναγραφὴν ἢ ὅρκον ἢ τοῖς γείτοσι τὸ γιγνόμενον, εἰς δὲ τὴν παράδοσιν καὶ εἰς αὐτὸ τὸ πωλεῖν ὅταν ἀραβῶνα λάβῃ.
そして、購入と売却が有効となるのは、所有権の獲得に関しては、代金が支払われ、登記や誓い、あるいは隣人たちへの所定の支払いなど、法律に基づく手続きが履行されたときである。 他方、引き渡しや売買行為そのものの成立に関しては、手付金が受け取られたときである。
Σχεδὸν γὰρ οὕτως οἱ πολλοὶ νομοθετοῦσιν·
実際、大抵の立法者はそのように定めている。
ἀλλὰ τοῦτο προσδιοριστέον ἐὰν μὴ παρὰ μεθύοντος μηδʼ ἐξ ὀργῆς μηδὲ φιλονεικίας μηδὲ παρανομοῦντος ἀλλὰ φρονοῦντος καὶ τὸ ὅλον δικαίως, ὅπερ κἀκεῖ προσθετέον ὅταν ἀφορίζῃ παρʼ ὧν δεῖ ὠνεῖσθαι.
しかし、次のことを追加して規定しなければならない。 すなわち、酔っ払った者からではなく、怒りや張り合いからでもなく、また法に背く者からでもなく、正気であり、全体として正当な状態にある者から購入されるべきである、と。 このことは、誰から購入すべきかを限定するときにも、そこに付け加えられるべきである。
Τάττουσι δέ τινες καὶ τὸν ἀραβῶνα πόσον δεῖ διδόναι πρὸς τὸ πλῆθος τῆς τιμῆς μερίζοντες·
また、手付金をどれだけ支払うべきかを、代金の総額に応じて割合を定めて規定する人々もいる。
ἄτοπον γὰρ ἐὰν δακτύλιον δῷ τῶν δέκα ταλάντων.
というのも、10タラントンの取引に対して指輪を与えるのは不条理だからである。
Ἔοικε γὰρ ἐκ καιροῦ τὰ τοιαῦτα καὶ πάθους γίγνεσθαι· δεῖ δʼ ἐκ προαιρέσεως·
なぜなら、そのようなものは偶然の機会や一時的な感情から生じるように見えるが、本来は熟慮された選択から生じるべきだからである。
οὕτω γὰρ ἔσται τὸ δίκαιον.
そうしてこそ、正義が実現するのだから。
§97.5Ἐὰν δὲ λαβὼν ἀραβῶνα μὴ δέχηται τὴν τιμὴν ἢ δοὺς μὴ καταβάλῃ ἐν τῷ ὡρισμένῳ χρόνῳ - δεῖ γὰρ ὡρίσθαι καθάπερ ἐν τοῖς Θουρίων τὸν μὲν ἀραβῶνα παραχρῆμα τὴν δὲ τιμὴν αὐθήμερον·
もし手付金を受け取った者が代金を受け取らない場合、あるいは手付金を支払った者が定められた期間内に代金を支払わない場合(なぜなら、トゥリオイの法におけるように、手付金は即座に、代金は即日、と定められているべきだからである。
οἱ δὲ καὶ πλείους ἡμέρας τίθενται τῆς τιὸ μῆς, οἱ δὲ ἁπλῶς ὅσας ἂν ὁμολογήσωσι - τὸ δὲ ἐπιτίμιον ἑκατέρῳ, πότερον τῷ μὲν στέρησις τοῦ ἀραβῶνος·
他方、代金支払いに何日かの猶予を設ける人々もいれば、単に合意した日数を定める人々もいる)、それぞれの者に対する罰則はどうあるべきか。 一方に対しては手付金の没収か。
οὕτω γὰρ σχεδὸν οἵ τε ἄλλοι κελεύουσι καὶ οἱ Θουριακοί·
実際、他の者たちもトゥリオイの人々も大体そのように命じている。
τῷ δὲ μὴ δεχομένῳ ἔκτισις ὅσου ἂν ἀποδῶται·
他方、代金を受け取らない者に対しては、売却額と同額の支払いか。
καὶ γὰρ τοῦτο ἐν τοῖς Θουρίων ἡ ἄνισος ζημία· πολλαπλασία γὰρ ἡ τιμὴ τοῦ ἀραβῶνος· ἔτι δὲ καὶ βλάπτοιτʼ ἂν ὁ ἀποδόμενος ἀφεὶς ἑκατέρους ἐπειδή τις ἐφ' ἡμέραν μίαν ὁρίσειεν·
というのも、トゥリオイの法におけるこの不均等な罰則は、手付金の額に比べて代金が何倍にもなるからであり、さらに、売り手は(相手を)引き留めておいて、誰かが一日だけ期間を定めた場合、損失を被ることになるからである。
οὕτω γὰρ μάλιστ' ἐνδέχεται.
そのようにするのが最もあり得ることだからである。
τιμήν· πότερον δὲ ἕως ἂν κομίσηται κύριον εἶναι τοῦ κτήματος;
また、代金を受け取るまでは、その財産の所有権者であり続けるべきか。
οὕτω γὰρ οἱ πολλοὶ νομοθετοῦσιν·
実際、多くの人々はそのように立法している。
ἢ ὥσπερ Χαρώνδας καὶ Πλάτων;
それとも、カロンダスやプラトンのようにすべきか。
οὗτοι γὰρ παραχρῆμα κελεύουσι διδόναι καὶ λαμβάνειν· ἐὰν δέ τις πιστεύσῃ, μὴ εἶναι δίκην·
彼らは即座に支払い、受け取ることを命じており、もし誰かが相手を信用したとしても、訴訟を起こすことはできないとしている。
αὐτὸν γὰρ αἴτιον εἶναι τῆς ἀδικίας.
なぜなら、彼自身がその不正の原因だからである。