§97.1Fr. 97
μὲν οὖν ὑπὸ κήρυκος κελεύουσι πωλεῖν καὶ προκηρύττειν ἐκ πλειόνων ἡμερῶν· οἱ δὲ παρʼ ἀρχῇ τινὶ καθάπερ καὶ Πιττακὸς παρὰ βασιλεῦσι καὶ πρυτάνει· ἔνιοι δὲ προγράφειν παρὰ τῇ ἀρχῇ πρὸ ἡμερῶν μὴ ἐλαττόνων ἢ ἑξήκοντα καθάπερ Ἀθήνῃσι, καὶ τὸν πριάμενον ἑκατοστὴν τιθέναι τῆς τιμῆς ὅπως διαμφισβητῆσαί τε ἐξῇ καὶ διαμαρτύρεσθαι τῷ βουλομένῳ καὶ ὁ δικαίως ἐωνημένος φανερὸς ᾖ τῷ τέλει· παρὰ δέ τισι προκηρύττειν κελεύουι πρὸ τοῦ κατακυρωθῆναι πένθʼ ἡμέρας συνεχῶς, εἴ τις ἐνίσταται ἢ ἀντιποιῆται τοῦ κτήματος ἢ τῆς οἰκίας·
有些法规定,要通过传令官进行销售,并提前许多天进行公告;另一些法规定,这应当在某个官职面前进行,正如匹塔科斯在国王们和普里塔尼斯面前所规定的那样;还有一些法规定,要提前不少于六十天在官职处公示,正如在雅典那样,并且买方要支付价格的百分之一,以便任何有意异议和提出抗辩的人能够进行,且正当购买的人可以通过支付此税而显现出来;在另一些法中,他们规定在销售确认前连续五天进行公告,以防有人对该财产或房屋提出异议或主张权利;对于抵当权也是如此,正如在库济科斯人的法律中那样。
ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ὑποθέσεων ὥσπερ καὶ ἐν τοῖς Κυζικηνῶν. §97.2Οἱ δὲ Θουριακοὶ τὰ μὲν τοιαῦτα πάντα ἀφαιροῦσιν οὐδʼ ἐν ἀγορᾷ πράττουσι προστάττουσι libri ὥσπερ τἆλλα, διδόναι δὲ κελεύουσι κοινῇ τῶν γειτόνων τῶν ἐγγυτάτω τρισὶ νόμισμά τι βραχὺ μνήμης ἕνεκα καὶ μαρτυρίας.
然而,图里奥伊人废除了所有这些做法,甚至不像其他交易那样在广场上进行,而是规定买方要共同给最邻近的三位邻居一些微不足道的钱币,以作为记忆和见证。
Ἀναγκαῖον δῆλον ὅτι τοῖς μὲν τὰς ἀρχὰς ὑπευθύνους ποιεῖν τοῖς δὲ τοὺς γείτονας ἐὰν μὴ λάβωσι, ἢ δὶς παρὰ τοῦ αὐτοῦ λάβωσιν, ἢ ἔχοντες μὴ λέγωσι τῶν ἐωνηυ μένων.
显而易见,在一种法律下必须让官职承担责任,而在另一种法律下,如果邻居们不接受这笔钱,或者从同一人那里接受了两次,或者接受了却不对所购买的物品作证,就必须让邻居承担责任。
Οὐ χρὴ δʼ ἀγνοεῖν ὅτι αἱ προγραφαὶ καὶ αἱ προκηρύξεις καὶ ὅλως ὅσα πρὸς τὰς ἀμφισβητήσεις ἐστὶ πάντη τὰ πλεῖστα διʼ ἔλλειψιν ἑτέρου νόμου τίθεται.
但不应忽视的是,公示、公告以及一般关于异议的所有规定,绝大多数都是由于缺乏另一种法律而在各地制定的。
Παρʼ οἷς γὰρ ἀναγραφὴ τῶν κτημάτων ἐστὶ καὶ τῶν συμβολαίων, ἐξ ἐκείνων ἐστὶ μαθεῖν, εἰ ἐλεύθερα καὶ ἀνέπαφα καὶ τὰ αὐτοῦ πωλεῖ δικαίως· εὐθὺς γὰρ καὶ μετεγγράφει ἡ ἀρχὴ τὸν ἐωνημένον.
因为在那些有财产和契约登记的人中,可以从登记簿中了解该财产是否自由、无负担、以及卖方是否正当地出售属于自己的东西;因为官职会立即将登记名义变更给买方。
§97.3Ἐπεῖ δὲ καὶ προστασίας τινὲς ὠνοῦνται καὶ πωλοῦσιν ἀπαλλοτριοῦν ἐθέλοντες ὀρθῶς ἔχει καὶ πρὸς ταῦτα νομοθετεῖν, ὅπερ καὶ ποιοῦσιν, ἅμα ταῦτά τε βούλου μένοι κωλύειν καὶ τὴν ἐμφανῆ ποιεῖν ὥσπερ ἐν τοῖς ἐνίων· κελεύουσι γὰρ ἐάν τις οἰκίαν πρίηται θύειν ἐπὶ τοῦ Ἀπόλλωνος τοῦ ἐπικωμαίου· ἐὰν δὲ χωρίον ἐπὶ τῆς κώμης ᾗ αὐτὸς οἰκεῖ καὶ ὀμνύειν ἐναντίον τῆς ἀρχῆς ἐγγραφούσης καὶ κωμητῶν τριῶν ᾖ μὴν ὠνεῖεσθαι δικαίως ὡς μηδὲν συγκακουργοῦντα μήτε τέχνῃ μήτε μηχανῇ μηδεμιᾷ, τὸν αὐτὸν δὲ τρόπον καὶ τὸν πωλοῦντα πωλεῖν ἀδόλως.
既然有些人也购买和出售优先权,希望将其转让,那么对这些事情进行立法也是正确的,人们也确实在这样做,既希望阻止这些行为,又希望使其公开,正如在一些人的法律中那样:因为他们规定,如果有人购买房屋,必须向邻近的阿波罗献祭;如果他在自己居住的村庄购买土地,则必须在登记官职和三位村民面前发誓,他确实是正当购买的,没有通过任何手段或计谋协助任何不法行为,同样地,卖方也要无欺诈地出售。
Τὸν δὲ μὴ οἰκοῦντα ἐν ἄστει θύειν τὸν ὅρκον ἐπὶ τοῦ Διὸς τοῦ ἀγοραίου, τὴν δὲ θυσίαν τῶν ἐλαττόνων εἶναι θυλήμασιν, ἄνευ δὲ τούτων μὴ ἐγγράφειν τὴν ἀρχήν· ἅμα καὶ ἐν τῷ ὅρκῳ προσορμίζειν αὐτὴν ἐὰν μὴ ὀμνύωσι μηδὲ ἐγγράψειν τὴν ὠνήν.
他们还规定,不居住在城里的人应当在广场的宙斯面前献祭并宣誓,献祭应当是较便宜的谷物祭品,没有这些,官职就不得进行登记;同时,如果在他们不宣誓的情况下,官职自身也应当在誓言中约束自己不登记该项购买。
§97.4Οὗτοι μέντοι πρὸς ἀμφότερα μᾶλλον δὲ πρὸς πάντα βούλονται πεφυλάχθαι καθάπερ ἴσως καὶ δεῖ·
然而,这些人希望对两方面,或者更确切地说是对所有事情都保持警惕,这也许是必要的。
κυρία δὲ ἡ ὠνὴ καὶ ἡ πρᾶσις εἴς μὲν κτῆσιν ὅταν ἡ τιμὴ δοθῇ καὶ τὰ ἐκ τῶν νόμων ποιήσωσιν, οἷον ἀναγραφὴν ἢ ὅρκον ἢ τοῖς γείτοσι τὸ γιγνόμενον, εἰς δὲ τὴν παράδοσιν καὶ εἰς αὐτὸ τὸ πωλεῖν ὅταν ἀραβῶνα λάβῃ.
买卖有效的情况是,对于所有权的获得而言,是在支付了价格并履行了法律所规定的程序时,例如登记、宣誓或向邻居支付应付之物;而对于交付和买卖行为本身而言,是在收到了手付金时。
Σχεδὸν γὰρ οὕτως οἱ πολλοὶ νομοθετοῦσιν· ἀλλὰ τοῦτο προσδιοριστέον ἐὰν μὴ παρὰ μεθύοντος μηδʼ ἐξ ὀργῆς μηδὲ φιλονεικίας μηδὲ παρανομοῦντος ἀλλὰ φρονοῦντος καὶ τὸ ὅλον δικαίως, ὅπερ κἀκεῖ προσθετέον ὅταν ἀφορίζῃ παρʼ ὧν δεῖ ὠνεῖσθαι.
因为几乎所有的立法者都这样规定;但这必须进一步明确规定:只要不是来自醉酒的人,也不是出于愤怒或竞争,也不是来自违法者,而是来自神智清醒且完全正当的人,这在限定应当向谁购买时也应当予以添加。
Τάττουσι δέ τινες καὶ τὸν ἀραβῶνα πόσον δεῖ διδόναι πρὸς τὸ πλῆθος τῆς τιμῆς μερίζοντες· ἄτοπον γὰρ ἐὰν δακτύλιον δῷ τῶν δέκα ταλάντων.
有些人还规定了必须支付多少手付金,并根据价格的总额进行比例划分;因为如果对一个十塔兰同的交易只给一枚戒指作为手付金,那是荒谬的。
Ἔοικε γὰρ ἐκ καιροῦ τὰ τοιαῦτα καὶ πάθους γίγνεσθαι· δεῖ δʼ ἐκ προαιρέσεως· οὕτω γὰρ ἔσται τὸ δίκαιον.
因为这些事情似乎是出于偶然和一时冲动而发生的,但应当出于深思熟虑的选择;因为这样正义才能得以保存。
§97.5Ἐὰν δὲ λαβὼν ἀραβῶνα μὴ δέχηται τὴν τιμὴν ἢ δοὺς μὴ καταβάλῃ ἐν τῷ ὡρισμένῳ χρόνῳ - δεῖ γὰρ ὡρίσθαι καθάπερ ἐν τοῖς Θουρίων τὸν μὲν ἀραβῶνα παραχρῆμα τὴν δὲ τιμὴν αὐθήμερον· οἱ δὲ καὶ πλείους ἡμέρας τίθενται τῆς τιὸ μῆς, οἱ δὲ ἁπλῶς ὅσας ἂν ὁμολογήσωσι - τὸ δὲ ἐπιτίμιον ἑκατέρῳ, πότερον τῷ μὲν στέρησις τοῦ ἀραβῶνος·
如果在收到手付金后,卖方不接受价格,或者在给予手付金后,买方未在规定时间内支付价格——因为必须规定时间,正如在图里奥伊人的法律中,手付金应当立即支付,价格应当在当天支付;而另一些人则为价格设定了更多天数,还有一些人则简单地规定为他们所同意的天数——那么对双方的处罚应该是什么? 对于一方,是没收手付金吗?
οὕτω γὰρ σχεδὸν οἵ τε ἄλλοι κελεύουσι καὶ οἱ Θουριακοί·
因为其他立法者和图里奥伊人几乎都这样规定。
τῷ δὲ μὴ δεχομένῳ ἔκτισις ὅσου ἂν ἀποδῶται·
对于不接受的一方,是支付与其所售之物等额的罚金吗?
καὶ γὰρ τοῦτο ἐν τοῖς Θουρίων ἡ ἄνισος ζημία· πολλαπλασία γὰρ ἡ τιμὴ τοῦ ἀραβῶνος·
因为这在图里奥伊人的法律中确实是不平等的处罚;因为价格是手付金的许多倍。
ἔτι δὲ καὶ βλάπτοιτʼ ἂν ὁ ἀποδόμενος ἀφεὶς ἑκατέρους ἐπειδή τις ἐφ' ἡμέραν μίαν ὁρίσειεν· οὕτω γὰρ μάλιστ' ἐνδέχεται.
此外,卖方也可能因为放走双方而受到损害,因为有人可能只限定一天;因为这样是最有可能发生的。
τιμήν· πότερον δὲ ἕως ἂν κομίσηται κύριον εἶναι τοῦ κτήματος;
而在买方收到价格之前,卖方是否仍是该财产的主人?
οὕτω γὰρ οἱ πολλοὶ νομοθετοῦσιν·
因为大多数人都是这样立法的。
ἢ ὥσπερ Χαρώνδας καὶ Πλάτων;
或者应当像查隆达斯和柏拉图那样?
οὗτοι γὰρ παραχρῆμα κελεύουσι διδόναι καὶ λαμβάνειν· ἐὰν δέ τις πιστεύσῃ, μὴ εἶναι δίκην· αὐτὸν γὰρ αἴτιον εἶναι τῆς ἀδικίας.
因为他们规定应当立即支付和接受;如果有人给予信任,则不得提起诉讼;因为他自己就是不公正的原因。