Humanitext Reader

テオプラストス · 断片 §30.1-30.6

世界の生成と消滅を主張する四つの論拠

20 / 196 箇所 · ギリシア語

要旨

テオプラストスは、世界の生成と消滅を主張する人々が依拠する4つの主要な議論(大地の起伏、海の縮小、各部分の消滅、人類と動物の遅い出現)を提示し、それぞれの論証過程を説明する。

§30.1Fr. 30 Θ. μέντοι φησὶ τοὺς γένεσιν καὶ φθορὰν τοῦ κόσμου κατηγοροῦντας ὑπὸ τεττάρων ἀπατηθῆναι τῶν μεγίστων, γῆς ἀνωμαλίας, θαλάττης ἀναχωρήσεως, ἑκάστου τῶν τοῦ ὅλου μερῶν διαλύσεως χερσαίων φθορᾶς κατὰ γένη ζώων.
しかしながら、テオプラストスは、世界の生成と消滅を主張する者たちが、四つの最も重大な事柄によって欺かれているのだと言う。 すなわち、大地の不均一さ、海の退却、全体を構成する各部分の解体、陸上動物の種ごとの消滅である。
Κατασκευάζειν δὲ τὸ μὲν πρῶτον οὕτως·
そして彼らは第一の論点を次のように構築する。
εἰ μὴ γενέσεως ἀρχὴν ἔλαβεν ἡ γῆ, μέρος ὑπανεστὼς οὐδὲν ἂν ἐπʼ αὐτῆς ἑωρᾶτο·
もし大地が生成の始まりを持たなかったとしたら、その上には隆起した部分は何も見られなかったであろう。
χθαμαλὰ δʼ ἤδη τὰ ὄρη πάντα ἐγεγένητο καὶ οἱ γεωλόφοι πάντες ἰσόπεδοι τῇ πεδιάδι·
すべての山々はすでに低くなり、すべての丘は平野と等しく平らになっていたであろう。
§30.2τοσούτων γὰρ καθʼ ἕκαστον ἐνιαυτὸν ὄμβρων ἐξ ἀϊδίου φερομένων εἰκὸς ἦν τῶν διῃρμένων πρὸς ὕψος τὰ μὲν χειμάρροις ἀπερρῆχθαι τὰ δʼ ὑπονοστήσαντα κεχαλάσθαι, πάντα δὲ διὰ πάντων ἤδη λελειάνθαι·
というのも、永遠の昔から毎年これほど多くの雨が降ってきたのであるから、高くそびえるもののうち、ある部分は濁流によって削り取られ、他の部分は沈み込んで崩れ落ち、すべてのものがすでにすっかり平らになっていたはずだからである。
νυνὶ δὲ συνεχεῖς ἀνωμαλίαι καὶ παμπόλλων ὀρῶν αἱ πρὸς αἰθέριον ὕψος ὑπερβολαὶ μηνύματʼ ἐστὶ τοῦ τὴν γῆν μὴ ἀΐδιον εἶναι·
しかし現実には、絶え間ない不均一さと、きわめて多くの山々が天界の高さへとそびえ立っていることは、大地が永遠ではないことの兆候なのである。
πάλαι γὰρ ὡς ἔφην ἐν ἀπείρῳ χρόνῳ ταῖς ἐπομβρίαις ἀπὸ περάτων ἐπὶ πέρατα πᾶσα λεωφόρος ἐγεγένητο.
なぜなら、私が言ったように、遠い昔、無限の時間の中で、豪雨によって、端から端まで大地全体が平らな大路になっていたはずだからである。
Πέφυκε γὰρ ἡ ὕδατος φύσις καὶ μάλιστα ἀπὸ ὑψηλοτάτων καταράττουσα τὰ μὲν ἐξωθεῖν τῆ βίᾳ τὰ δὲ τῷ συνεχεῖ τῶν ψεκάδων κολάπτουσα κοιλαίνειν ὑπεργάζεσθαί τε τὴν σκληρόγεων καὶ λιθωδεστάτην ὀρυκτήρων οὐκ ἔλαττον.
というのも、水の性質は、とりわけ極めて高い場所から激しく流れ落ちるとき、力ずくであるものを押し流し、他方では絶え間ない雨だれによって他のものを穿ち、窪ませ、最も硬く石の多い土壌をも、掘削人に劣らず柔らかく耕してしまうものだからである。
§30.3Καὶ μὴν ἥ γε θάλασσα, φασὶν, ἤδη μεμείωται, μάρτυρες δὲ αἱ νήσων εὐδοκιμώταται Ῥόδος τε καὶ Δῆλος·
さらにまた、彼らが言うには、海はすでに減少しており、島々のうちで最も名高いロドスとデロスがその証人である。
αὗται γὰρ τὸ μὲν παλαιὸν ἠφαο νισμέναι κατὰ τῆς θαλάσσης ἐδεδύκεσαν ἐπικλυζόμεναί χρόνῳ δʼ ὕστερον ἐλαττουμένης ἠρέμα κατʼ ὀλίγον ἀνίσχουσαι διεφάνησαν ὡς αἱ περὶ αὐτῶν ἀναγραφεῖσαι μηνύουσιν ἱστορίαι·
というのも、これらは古くは姿を消し、海に浸されてその下に沈んでいたが、後になって海が徐々に減じるにつれて、浮上して姿を現したからであり、それらについて記録された歴史が示す通りである。
τὴν δὲ Δῆλον καὶ Ἀνάφην ὠνόμασαν διʼ ἀμφοτέρων ὀνομάτων πιστούο μενοι τὸ λεγόμενον, ἐπειδὴ ἀναφανεῖσα δήλη ἐγένετο ἀδηλουμένη καὶ ἀφανὴς οὖσα τὸ πάλαι.
そして彼らはデロスとアナペと名付け、両方の名前によって語られている事柄を裏付けている。 なぜなら、それらは出現したことで『明らか』となり、古くは不明瞭で目に見えないものであったからである。
Πρὸς δὲ τούτοις μεγάλων πελαγῶν μεγάλους κόλπους καὶ βαθεῖς ἀναξηρανθέντας ἠπειρῶσθαι καὶ γεγενῆσθαι τῆς παρακειμένης χώρας μοῖραν οὐ λυπρὰν σπειρομένους καὶ φυτευομένους·
これらに加えて、広大な海の大きくて深い湾が干上がって陸地となり、隣接する地域の少なからぬ一部となって、種が蒔かれ、植物が植えられている。
οἷς σημεῖα τῆς παλαιᾶς ἐναπολελεῖφθαι θαλαττώσεως ψηφῖδας τε καὶ κόγχας καὶ ὅσα ὁμοιότροπα πρὸς αἰγιαλοὺς εἴωθεν ἀποθράττεσθαι
そしてそれらには、かつて海であったことの印として、小石や貝殻、その他海岸に打ち寄せられる習わしのある同種のものどもが残されている。
§30.4Εἰ δὲ μειοῦται ἡ θάλαττα, μειωθήσεται μὲν ἡ γῆ, μακραῖς δʼ ἐνιαυτῶν περιόδοις καὶ εἰσάπαν ἑκάτερον στοιχεῖον ἀναλωθήσεται, δαπανηθήσεται δὲ καὶ ὁ σύμπας ἀὴρ ἐκ τοῦ κατʼ ὀλίγον ἐλαττούμενος, ἀποκριθήσεται δὲ τὰ πάντα εἰς μίαν οὐσίαν τὴν τοῦ πυρός.
しかし、もし海が減少するならば、大地も減少することになり、長年にわたる周期のうちには、双方の元素が完全に消費し尽くされ、全大気も少しずつ減少して消費され、万物は火という唯一の元素へと還元されるであろう。
§30.5Πρὸς δὲ τὴν τοῦ τρίτου κεφαλαίου κατασκευήν χρήσονται λόγῳ τοιῷδε·
第三の要点の構築に向けて、彼らは次のような議論を用いるであろう。
φθείρεται πάντως ἐκεῖνο οὗ πάντα τὰ μέρη φθαρτά ἐστι·
すなわち、すべての部分が消滅しうるものは、全体としても必ず消滅する。
τοῦ δὲ κόσμου πάντα τὰ μέρη φθαρτά ἐστι·
しかるに、世界のすべての部分は消滅しうるものである。
φθαρτὸς ἄρα ὁ κόσμος ἐστίν
したがって、世界は消滅しうるものである。
§30.6Τὸν δὲ τέταρτον καὶ λοιπὸν λόγον ἀκριβωτέον ὧδέ φασιν.
そして、第四の、かつ最後の議論は、次のように詳しく吟味されねばならない、と彼らは言う。
Εἰ ὁ κόσμος ἀΐδιος ἦν, ἦν ἂν καὶ τὰ ζῶα ἀΐδια καὶ πολύ γε μᾶλλον τὸ τῶν ἀνθρώπων γένος, ὅσῳ καὶ τῶν ἄλλων ἄμεινον.
もし世界が永遠であったなら、動物たちも永遠であったはずであり、他よりも優れている分だけ、人類の種族はなおさらそうであったはずである。
Ἀλλὰ καὶ ὀψίγονον φανῆναι τοῖς βουλομένοις ἐρευνᾶν τὰ φύσεως·
しかし、自然の物事を研究しようとする人々にとって、人類は遅れて生まれたように見える。
εἰκὸς γὰρ μᾶλλον δὲ ἀναγκαῖον ἀνθρώποις συνυπάρξαι τὰς τέχνας ὡς ἂν ἰσήλικας οὐ μόνον ὅτι λογικῇ φύσει τὸ ἐμμέθοδον οἰκεῖον ἀλλὰ καὶ ὅτι ζῆν ἄνευ τούτων οὐκ ἔνεστιν·
というのも、技術が人間と時を同じくして共存してきたことは、ありそうなことであり、むしろ必然的なことだからである。 それは、理性的な本性にとって体系的な方法が本来備わっているからというだけでなく、これら技術なしには生きることが不可能だからでもある。
ἴδωμεν οὖν τοὺς ἑκάστων χρόνους ἀλογήσαντες τῶν ἐπιτραγῳδουμένων θεοῖς μύθων * * εἰ μὴ ἀΐδιος ἄνρωπος, οὐδʼ ἄλλο τι ζῶον, ὥστʼ οὐδʼ αἱ δεδεγμέʼ ναι ταῦτα χῶραι, γῆ καὶ ὕδωρ καὶ ἀήρ.
それゆえ、神々について悲劇風に語られる神話を無視して、それぞれの時代を見てみよう。 […]もし人間が永遠でないなら、他のどの動物も永遠ではなく、したがって、これらを受け入れている領域である大地、水、空気も永遠ではないことになる。
Ἐξ ὧν τὸ φθαρτὸν εἶναι τὸν κόσμον δῆλόν ἐστιν.
これらのことから、世界が消滅しうるものであることは明らかである。

語釈・文法注

  1. §30.1τοὺς γένεσιν καὶ φθορὰν τοῦ κόσμου κατηγοροῦντας — 動詞 κατηγορέω は「(属格)に(対格)を帰する、主張する」という構文を取り、ここでは τοῦ κόσμου が属格(対象)、γένεσιν καὶ φθορὰν が対格(帰される属性)である。
  2. §30.1εἰ μὴ γενέσεως ἀρχὴν ἔλαβεν ἡ γῆ, μέρος ὑπανεστὼς οὐδὲν ἂν ἐπʼ αὐτῆς ἑωρᾶτο· — 過去の事実に対する条件節に直説法アオリスト(ἔλαβεν)、現在の帰結(反実仮想)に ἄν +直説法未完了過去(ἑωρᾶτο)を用いた混成型の反実仮想条件文。
  3. §30.3ἠπειρῶσθαι καὶ γεγενῆσθαι — 前文の φασίν(彼らは言う)に支配された間接話法における対格不定詞構文。主語は対格の κόλπους(湾)である。
  4. §30.6ὡς ἂν ἰσήλικας — ὡς ἄν +対格形容詞(ἰσήλικας)の構成で、tὰς τέχνας(技術)を修飾する。限定動詞を伴わない ἄν を用いることで、「まるで〜と同年齢であるかのように」という仮定・潜在的なニュアンスを添えている。

この箇所を引用する

テオプラストス, 断片 §30.1-30.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0093.tlg010x09.humanitext-grc1:30.1-30.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。