Humanitext Reader

泰奥弗拉斯托斯 · 残篇 §30.1-30.6

主张世界生成与消灭的四个论据

第 20 段,共 196 段 · 希腊语

内容简介

泰奥弗拉斯托斯阐述了主张世界有生成和消灭的人所持的四个主要论据(大地的起伏、海洋的退却、部分的消灭以及人类与动物的晚近出现),并解释了他们各自的论证过程。

§30.1Fr. 30 Θ. μέντοι φησὶ τοὺς γένεσιν καὶ φθορὰν τοῦ κόσμου κατηγοροῦντας ὑπὸ τεττάρων ἀπατηθῆναι τῶν μεγίστων, γῆς ἀνωμαλίας, θαλάττης ἀναχωρήσεως, ἑκάστου τῶν τοῦ ὅλου μερῶν διαλύσεως χερσαίων φθορᾶς κατὰ γένη ζώων.
然而,泰奥弗拉斯托斯说,那些断言世界有生成和消灭的人是被四个最大的因素所欺骗了:大地的凹凸不平、海洋的退却、整体之各部分的解体、以及陆生动物按其种类的消灭。
Κατασκευάζειν δὲ τὸ μὲν πρῶτον οὕτως· εἰ μὴ γενέσεως ἀρχὴν ἔλαβεν ἡ γῆ, μέρος ὑπανεστὼς οὐδὲν ἂν ἐπʼ αὐτῆς ἑωρᾶτο· χθαμαλὰ δʼ ἤδη τὰ ὄρη πάντα ἐγεγένητο καὶ οἱ γεωλόφοι πάντες ἰσόπεδοι τῇ πεδιάδι· §30.2τοσούτων γὰρ καθʼ ἕκαστον ἐνιαυτὸν ὄμβρων ἐξ ἀϊδίου φερομένων εἰκὸς ἦν τῶν διῃρμένων πρὸς ὕψος τὰ μὲν χειμάρροις ἀπερρῆχθαι τὰ δʼ ὑπονοστήσαντα κεχαλάσθαι, πάντα δὲ διὰ πάντων ἤδη λελειάνθαι· νυνὶ δὲ συνεχεῖς ἀνωμαλίαι καὶ παμπόλλων ὀρῶν αἱ πρὸς αἰθέριον ὕψος ὑπερβολαὶ μηνύματʼ ἐστὶ τοῦ τὴν γῆν μὴ ἀΐδιον εἶναι· πάλαι γὰρ ὡς ἔφην ἐν ἀπείρῳ χρόνῳ ταῖς ἐπομβρίαις ἀπὸ περάτων ἐπὶ πέρατα πᾶσα λεωφόρος ἐγεγένητο.
而他们如此论证第一个观点:如果大地不曾有一个生成的开始,那么在它上面就不会看到任何隆起的部分;相反,所有的山峰现在都已经变得低平,所有的丘陵也都与平原等高了;因为,既然每年有如此多的雨水自永恒以来不断降下,那些高耸的部分,有的理应已被激流冲刷决口,有的则已塌陷崩溃,而万物早已被彻底削平了;但现在,大地上连续不断的起伏,以及极多山峰向着苍穹高空耸立的事实,证明了大地并非永恒;因为如我所说,很久以前,在无限的时间中,由于豪雨的冲刷,整个大地从这一端到那一端早已变成了一条平坦的大道。
Πέφυκε γὰρ ἡ ὕδατος φύσις καὶ μάλιστα ἀπὸ ὑψηλοτάτων καταράττουσα τὰ μὲν ἐξωθεῖν τῆ βίᾳ τὰ δὲ τῷ συνεχεῖ τῶν ψεκάδων κολάπτουσα κοιλαίνειν ὑπεργάζεσθαί τε τὴν σκληρόγεων καὶ λιθωδεστάτην ὀρυκτήρων οὐκ ἔλαττον.
因为水的本性,尤其是从最高处奔流而下时,自然会用力推开一些东西,并用持续不断的雨滴击穿、掏空另一些东西,且在侵蚀最坚硬和多石的土地时,其威力不亚于开掘工。
§30.3Καὶ μὴν ἥ γε θάλασσα, φασὶν, ἤδη μεμείωται, μάρτυρες δὲ αἱ νήσων εὐδοκιμώταται Ῥόδος τε καὶ Δῆλος· αὗται γὰρ τὸ μὲν παλαιὸν ἠφαο νισμέναι κατὰ τῆς θαλάσσης ἐδεδύκεσαν ἐπικλυζόμεναί χρόνῳ δʼ ὕστερον ἐλαττουμένης ἠρέμα κατʼ ὀλίγον ἀνίσχουσαι διεφάνησαν ὡς αἱ περὶ αὐτῶν ἀναγραφεῖσαι μηνύουσιν ἱστορίαι· τὴν δὲ Δῆλον καὶ Ἀνάφην ὠνόμασαν διʼ ἀμφοτέρων ὀνομάτων πιστούο μενοι τὸ λεγόμενον, ἐπειδὴ ἀναφανεῖσα δήλη ἐγένετο ἀδηλουμένη καὶ ἀφανὴς οὖσα τὸ πάλαι.
此外他们说,海洋确实已经减少了,最著名的岛屿罗得岛和提洛岛就是见证;因为这些岛屿在古代曾隐没在海面之下,被海水淹没,但后来随着海水渐渐减少,它们便升起并显现出来,正如关于它们所记录的历史所表明的那样;他们命名了提洛岛和阿纳菲岛,通过这两个名字证实了所说的话,因为岛屿在显现之后变得“明显”,而以前则是“不明显”且“看不见”的。
Πρὸς δὲ τούτοις μεγάλων πελαγῶν μεγάλους κόλπους καὶ βαθεῖς ἀναξηρανθέντας ἠπειρῶσθαι καὶ γεγενῆσθαι τῆς παρακειμένης χώρας μοῖραν οὐ λυπρὰν σπειρομένους καὶ φυτευομένους· οἷς σημεῖα τῆς παλαιᾶς ἐναπολελεῖφθαι θαλαττώσεως ψηφῖδας τε καὶ κόγχας καὶ ὅσα ὁμοιότροπα πρὸς αἰγιαλοὺς εἴωθεν ἀποθράττεσθαι
此外,广阔海洋中又大又深的湾流在干涸后变成了陆地,并成为邻近地区不容忽视的一部分,被人们播种和耕作;并且在这些地方,卵石、贝壳以及其他通常会被冲上海滩的类似之物,作为古代曾是海洋的证据被遗留了下来。
§30.4Εἰ δὲ μειοῦται ἡ θάλαττα, μειωθήσεται μὲν ἡ γῆ, μακραῖς δʼ ἐνιαυτῶν περιόδοις καὶ εἰσάπαν ἑκάτερον στοιχεῖον ἀναλωθήσεται, δαπανηθήσεται δὲ καὶ ὁ σύμπας ἀὴρ ἐκ τοῦ κατʼ ὀλίγον ἐλαττούμενος, ἀποκριθήσεται δὲ τὰ πάντα εἰς μίαν οὐσίαν τὴν τοῦ πυρός.
但如果海洋在减少,大地也同样会减少,而在漫长的时间周期中,这两种元素都将被完全消耗殆尽,整个大气也将因逐渐减少而被耗尽,万物都将被消解为一种实体,即火的实体。
§30.5Πρὸς δὲ τὴν τοῦ τρίτου κεφαλαίου κατασκευήν χρήσονται λόγῳ τοιῷδε· φθείρεται πάντως ἐκεῖνο οὗ πάντα τὰ μέρη φθαρτά ἐστι· τοῦ δὲ κόσμου πάντα τὰ μέρη φθαρτά ἐστι· φθαρτὸς ἄρα ὁ κόσμος ἐστίν
为了论证第三个要点,他们将使用这样一种论证:如果一个事物的所有部分都是可毁灭的,那么它整体也必然毁灭;而世界的所有部分都是可毁灭的;因此,世界是可毁灭的。
§30.6Τὸν δὲ τέταρτον καὶ λοιπὸν λόγον ἀκριβωτέον ὧδέ φασιν.
而他们说,第四个也是最后一个论点,必须像这样更仔细地加以审视。
Εἰ ὁ κόσμος ἀΐδιος ἦν, ἦν ἂν καὶ τὰ ζῶα ἀΐδια καὶ πολύ γε μᾶλλον τὸ τῶν ἀνθρώπων γένος, ὅσῳ καὶ τῶν ἄλλων ἄμεινον.
如果世界是永恒的,那么动物也应该是永恒的,尤其是人类,因为人类比其他动物更优越。
Ἀλλὰ καὶ ὀψίγονον φανῆναι τοῖς βουλομένοις ἐρευνᾶν τὰ φύσεως· εἰκὸς γὰρ μᾶλλον δὲ ἀναγκαῖον ἀνθρώποις συνυπάρξαι τὰς τέχνας ὡς ἂν ἰσήλικας οὐ μόνον ὅτι λογικῇ φύσει τὸ ἐμμέθοδον οἰκεῖον ἀλλὰ καὶ ὅτι ζῆν ἄνευ τούτων οὐκ ἔνεστιν·
然而,对于那些想要探究自然奥秘的人来说,人类似乎是晚近才出现的;因为技术与人类同时产生不仅是可能的,更是必然的,这不仅是因为系统的方法对于理性本性来说是固有的,而且也因为没有这些技术,生存是不可能的。
ἴδωμεν οὖν τοὺς ἑκάστων χρόνους ἀλογήσαντες τῶν ἐπιτραγῳδουμένων θεοῖς μύθων * * εἰ μὴ ἀΐδιος ἄνρωπος, οὐδʼ ἄλλο τι ζῶον, ὥστʼ οὐδʼ αἱ δεδεγμέʼ ναι ταῦτα χῶραι, γῆ καὶ ὕδωρ καὶ ἀήρ.
因此,让我们忽略那些关于神灵的悲剧神话,来看看各自的时代……如果人类不是永恒的,其他任何动物也不是,因而接纳它们的区域——大地、水和空气——也都不是永恒的。
Ἐξ ὧν τὸ φθαρτὸν εἶναι τὸν κόσμον δῆλόν ἐστιν.
由此可见,世界是可毁灭的,这是显而易见的。

词汇与语法注释

  1. §30.1τοὺς γένεσιν καὶ φθορὰν τοῦ κόσμου κατηγοροῦντας — 动词 κατηγορέω 采用“属格(对象)+ 宾格(所归属的属性)”的句型。此处 τοῦ κόσμου 为属格,γένεσιν καὶ φθορὰν 为宾格,意为“那些将生成与消灭归于世界的人”。
  2. §30.1εἰ μὴ γενέσεως ἀρχὴν ἔλαβεν ἡ γῆ, μέρος ὑπανεστὼς οὐδὲν ἂν ἐπʼ αὐτῆς ἑωρᾶτο· — 这是一个混合型的违实条件句:条件从句使用不定过去直说语气(ἔλαβεν,指代过去事实:如果大地不曾有一个生成的开始),而主句则使用 ἄν 搭配未完成过去直说语气(ἑωρᾶτο,指代与现在事实相反的情况:那么现在就看不到任何隆起的部分)。
  3. §30.3ἠπειρῶσθαι καὶ γεγενῆσθαι — 这两个不定式属于由前文的 φασίν(他们说)所引导的间接引语结构,其主语为宾格的 κόλπους(海湾)。
  4. §30.6ὡς ἂν ἰσήλικας — ὡς ἄν 搭配宾格形容词 ἰσήλικας,修饰 τὰς τέχνας(技术)。在没有限定动词的情况下使用 ἄν,赋予了“仿佛与(人类)同龄一般”的假设或潜在语气。

引用这一段

泰奥弗拉斯托斯, 残篇 §30.1-30.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg010x09.humanitext-grc1:30.1-30.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。