§175.1Fr. 175
Ὅτι ὁ γαλεώτης, φασὶ, φθονῶν τῆς ὠφελείας τοῖς ἀνθρώποις καταπίνει τὸ δέρμα ὅταν ἐκδύσηται·
ヤモリは、人々にその効能を施すのを惜しんで、脱皮するときにその皮を飲み込むのだと言われている。
ἐστὶ γὰρ βοήθημα ἐπιλήπτῳ.
それはてんかん患者の治療薬になるからである。
Καὶ ὁ ἔλαφος τὸ δεξιὸν κατορύττει κέρας, πρός τε τὰ τῆς φρύνης φάρμακα καὶ πρὸς ἄλλα πολλὰ χρήσιμον.
また、雄鹿は右の角を地中に埋めるが、それはヒキガエルの毒に対する薬や、他の多くの用途に有用である。
Καὶ ἡ ἵππος ἀπεσθίει τῶν πώλων τὸ ἱππομανές·
また、牝馬は子馬からイッポマネスを噛み切って食べる。
καὶ γὰρ τοῦτο πρὸς ἔνια χρήσιμον.
というのも、これもいくつかのことに有用だからである。
Καὶ ἡ φώκη ὅταν μέλλῃ ἁλίσκεσθαι ἐξεμεῖ τὴν πιτύαν, χρησιμεύουσαν καὶ ταύτην τοῖς ἐπιλήπτοις.
また、アザラシは捕らえられそうになるとレンネットを吐き出すが、これもやはりてんかん患者に役立つものである。
Καὶ ὁ χερσαῖος ἐχῖνος ἐνουρεῖ τῷ δέρματι καὶ διαφθείρει.
また、陸生のハリネズミは、自分の皮に放尿してそれを台無しにする。
Καὶ ἡ λὺγξ κατακρύπτει τὸ οὖρον ὅτι πρὸς τὰς σφραγῖδας καὶ πρὸς ἄλλας χρείας ἐπιτήδειον·
また、オオヤマネコは尿を隠すが、それは印章の制作や他の用途に適しているからである。
ἀλλʼ ὅτι μὲν οὐ διὰ φθόνον ταῦτα ποιεῖ τὰ ζῶα ἀλλʼ οἱ ἄνθρωποι ἐκ τῆς ἰδίας ὑπολήψεως ταύτην αὐτοῖς περιῆψαν τὴν αἰτίαν παντὶ δῆλον.
しかし、動物たちが嫉妬からこうしたことを行っているのではなく、人間が自分たちの勝手な想定から、この原因を彼らに押しつけたのだということは、誰の目にも明らかである。
Πόθεν γὰρ τοῖς ἀλόγοις ἡ τοσαύτη σοφία ἣν καὶ οἱ λογικοὶ μετὰ συχνῆς μελέτης μανθάνουσιν;
理性のない動物に、理性のある人間でさえ多大なる修練の末にようやく学ぶような、これほど大きな知恵がどこからあろうか。
ἀλλʼ ἡ μὲν φώκη διὰ τὸν φόβον ἴσως ταραττομένη ἐμεῖ τὴν πιτύαν· καὶ ὁ γαλεώτης καταπίνει τὸ δέρμα φυσικόν τι ποιῶν πάθος, καθάπερ αἱ κύνες καὶ αἱ ὕες καὶ σχεδὸν τὰ τετράποδα πάντα· κατεσθίει γὰρ τὰ χόρια μετὰ τοὺς τόκους·
むしろ、アザラシはおそらく恐怖によって動揺してレンネットを吐き出すのであり、ヤモリが皮を飲み込むのは、犬や豚、そしてほぼすべての四肢動物が出産後に後産を食べるように、何らかの自然な身体的反応を行っているからである。
καὶ ὁ ἐχῖνος δὲ διὰ φόβον ἢ διʼ ἄλλο τι πάθος φυσικὸν ἐνουρεῖ ἀλλ' οὐχ ἴνα φθείρῃ τὸ δέρμα.
ハリネズミもまた、恐怖や、あるいは他の何らかの自然な身体的反応のために放尿するのであって、皮を台無しにするためではない。
Πολλὰ δὲ καὶ ἄλλα πράττεται τοῖς ἀλόγοις ὧν οὐκ ἔχομεν λόγον ἀποδοῦναι·
理性のない動物によって、私たちがその理由を説明できない多くの他のことも行われている。
οἷον διὰ τί ἡ ὄρνις ὅταν τέκῃ περιρρίπτει τὰ κάρφη·
例えば、なぜ鳥は卵を産んだとき、周囲にわらくずを撒き散らすのか。
διὰ τί οἱ κύνες ἐπαίροντες τὰ σκέλη προσουροῦσι διὰ τί ἡ αἲξ ὅταν λάβῃ τὸ ἠρύγγιον εἰς τὸ στόμα μένει καὶ τὰς ἄλλας ἵστασθαι ποιεῖ.
なぜ犬は足を上げて放尿するのか。 なぜ山羊はエリンギウムを口にくわえると立ち止まり、他の山羊たちをも立ち止まらせるのか。
Καὶ τὸ τῆς λυγγὸς οὖν καὶ τὸ τῆς ἐλάφου ὁ αὐτὸς κατάλογος περιέξει.
したがって、オオヤマネコの尿の件も、雄鹿の角の件も、同じ分類に含まれるのである。