Humanitext Reader

泰奥弗拉斯托斯 · 残篇 §175.1

驳动物因嫉妒隐匿药效部位的俗说

第 181 段,共 196 段 · 希腊语

内容简介

作者反驳了“动物因嫉妒人类而隐藏或毁坏其药用部位”的俗信,指出这些行为实际上源于恐惧或生理本能等自然原因。

§175.1Fr. 175 Ὅτι ὁ γαλεώτης, φασὶ, φθονῶν τῆς ὠφελείας τοῖς ἀνθρώποις καταπίνει τὸ δέρμα ὅταν ἐκδύσηται· ἐστὶ γὰρ βοήθημα ἐπιλήπτῳ.
据说,壁虎因嫉妒人类获得其益处,在蜕皮时会将皮吞下;因为那对癫痫患者是有益的疗法。
Καὶ ὁ ἔλαφος τὸ δεξιὸν κατορύττει κέρας, πρός τε τὰ τῆς φρύνης φάρμακα καὶ πρὸς ἄλλα πολλὰ χρήσιμον.
雄鹿也会将右角埋入土中,这对于防范蟾蜍毒素以及许多其它用途都是有用的。
Καὶ ἡ ἵππος ἀπεσθίει τῶν πώλων τὸ ἱππομανές· καὶ γὰρ τοῦτο πρὸς ἔνια χρήσιμον.
牝马也会咬下并吃掉幼驹的马狂躁(hippomanes);因为这同样对某些事情有用。
Καὶ ἡ φώκη ὅταν μέλλῃ ἁλίσκεσθαι ἐξεμεῖ τὴν πιτύαν, χρησιμεύουσαν καὶ ταύτην τοῖς ἐπιλήπτοις.
海豹在即将被捕获时,会吐出胃液(凝乳酶),这对于癫痫患者同样有用。
Καὶ ὁ χερσαῖος ἐχῖνος ἐνουρεῖ τῷ δέρματι καὶ διαφθείρει.
陆生刺猬会在自己的皮毛上排尿并将其毁坏。
Καὶ ἡ λὺγξ κατακρύπτει τὸ οὖρον ὅτι πρὸς τὰς σφραγῖδας καὶ πρὸς ἄλλας χρείας ἐπιτήδειον·
猞猁则会隐藏其尿液,因为这适用于制作印章和其它用途。
ἀλλʼ ὅτι μὲν οὐ διὰ φθόνον ταῦτα ποιεῖ τὰ ζῶα ἀλλʼ οἱ ἄνθρωποι ἐκ τῆς ἰδίας ὑπολήψεως ταύτην αὐτοῖς περιῆψαν τὴν αἰτίαν παντὶ δῆλον.
然而,动物们并非出于嫉妒而做这些事,而是人类出于自身的臆测将这一原因强加给它们,这在所有人看来都是显而易见的。
Πόθεν γὰρ τοῖς ἀλόγοις ἡ τοσαύτη σοφία ἣν καὶ οἱ λογικοὶ μετὰ συχνῆς μελέτης μανθάνουσιν;
因为无理性的动物怎能拥有如此巨大的智慧,以至于有理性的人类在经过不断学习后才能掌握?
ἀλλʼ ἡ μὲν φώκη διὰ τὸν φόβον ἴσως ταραττομένη ἐμεῖ τὴν πιτύαν· καὶ ὁ γαλεώτης καταπίνει τὸ δέρμα φυσικόν τι ποιῶν πάθος, καθάπερ αἱ κύνες καὶ αἱ ὕες καὶ σχεδὸν τὰ τετράποδα πάντα· κατεσθίει γὰρ τὰ χόρια μετὰ τοὺς τόκους· καὶ ὁ ἐχῖνος δὲ διὰ φόβον ἢ διʼ ἄλλο τι πάθος φυσικὸν ἐνουρεῖ ἀλλ' οὐχ ἴνα φθείρῃ τὸ δέρμα.
相反,海豹可能是由于恐惧而惊慌,从而吐出了胃液;壁虎吞下皮则是进行某种自然生理反应,就像狗、猪以及几乎所有四肢动物在分娩后吞食胎盘一样;刺猬排尿也是由于恐惧或其它某种自然生理反应,而不是为了毁坏皮毛。
Πολλὰ δὲ καὶ ἄλλα πράττεται τοῖς ἀλόγοις ὧν οὐκ ἔχομεν λόγον ἀποδοῦναι· οἷον διὰ τί ἡ ὄρνις ὅταν τέκῃ περιρρίπτει τὰ κάρφη· διὰ τί οἱ κύνες ἐπαίροντες τὰ σκέλη προσουροῦσι διὰ τί ἡ αἲξ ὅταν λάβῃ τὸ ἠρύγγιον εἰς τὸ στόμα μένει καὶ τὰς ἄλλας ἵστασθαι ποιεῖ.
无理性的动物还做着许多其它我们无法给出解释的事情;例如,为什么鸟在产卵后会把干草扔在周围;为什么狗会抬起腿排尿;为什么山羊将刺芹口含时会停下,并使其它山羊也停下来。
Καὶ τὸ τῆς λυγγὸς οὖν καὶ τὸ τῆς ἐλάφου ὁ αὐτὸς κατάλογος περιέξει.
因此,猞猁尿液和雄鹿角的情况,也都属于同一种归类。

词汇与语法注释

  1. 175.1φθονῶν τῆς ὠφελείας τοῖς ἀνθρώποις — 动词 φθονέω(嫉妒、吝惜)支配被嫉妒事物的属格(τῆς ὠφελείας)以及人的与格(τοῖς ἀνθρώποις)。此处意为“因吝惜不愿让人们得到(其皮的)益处”。
  2. 175.1ὅτι μὲν οὐ διὰ φθόνον ταῦτα ποιεῖ τὰ ζῶα ἀλλʼ οἱ ἄνθρωποι ἐκ τῆς ἰδίας ὑπολήψεως ταύτην αὐτοῖς περιῆψαν τὴν αἰτίαν παντὶ δῆλον — 由 ὅτι 引导的整个从句作为形容词短语 παντὶ δῆλον(对所有人都是显而易见的)的实质主语(名词性从句)。连接词 ὅτι 在此表示“……这一事实/这件事”。
  3. 175.1ὧν οὐκ ἔχομεν λόγον ἀποδοῦναι — 关系代词 ὧν 指代先行词 πολλά(许多其它事情),在此作为修饰 λόγον 的属格(关于它们的解释),或者省略了介词 περί。不定词 ἀποδοῦναι 表达目的或能力(“去给出/进行说明”)。

引用这一段

泰奥弗拉斯托斯, 残篇 §175.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg010x09.humanitext-grc1:175.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。