§167.1Fr. 167
Λέγει δὲ περὶ αὐτῶν Θ. τὸ ὕδνον καὶ ὃ καλοῦσί τινες γεράνειον καὶ εἴ τι ἄλλο ὑπόγειον·
テオフラストスはこれらについて次のように述べている。 「ハイドノンと、一部の人々がゲラネイオンと呼ぶもの、およびその他の地下(生のもの)」。
καὶ πάλιν· ἡ τῶν ἐγγεοτόκων τούτων γένεσις οἷον τοῦ τε ὕδνου καὶ τοῦ φυομένου περὶ Κυρήνην ὃ καλοῦσι μίσυ·
そしてまた、「これら地中生まれのものの発生、たとえばハイドノンや、キュレネの周辺に生えて人々がミスュと呼ぶものなど。
δοκεῖ δὲ ἡδὺ σφόδρα τοῦτʼ εἶναι καὶ τὴν ὀσμὴν ἔχειν κρεώδη.
これはきわめて甘美で、肉のような匂いがすると思われる」。
Καὶ τὸ ἐν τῇ Θρᾴκῃ δὲ γενόμενον ἴτον.
そしてトラキアで生じるイトンも同様である。
Περὶ δὲ τούτων διόν τι λέγεται·
これらについては何か驚くべきことが語られている。
φασὶ γὰρ ὅταν ὕδατα μετοπωρινὰ καί βρονταὶ γίνωνται σκληραὶ τότε γίνεσθαι· καὶ μᾶλλον ὅταν αἱ βρονταὶ, ὡς ταύτης αἰτιωτέρας οὔσης.
すなわち、秋の雨と激しい雷が生じるときにこれらが発生し、雷があるときには、これがより大きな原因であるとして、いっそう発生すると人々は言う。
Οὐ διετίζειν δὲ ἀλλʼ ἐπέτειον εἶναι·
また、これらは二年生き長らえることはなく、一年生のものである。
τὴν δὲ χρείαν καὶ τὴν ἀκμὴν ἔχει τοῦ ἦρος.
そして、その利用と全盛期は春である。
Οὐ μὴν ἀλλʼ ἔνιοί γʼ ὡς σπερματικῆς οὔσης τῆς ἀρχῆς ὑπολαμβάνουσιν·
しかしながら、何人かはその根源が種子のようなものであると想定している。
ἐν γοῦν τῷ αἰγιαλῷ τῶν Μιτυληναίων οὔ φασι πρότερον εἶναι πρὶν ἢ γενομένης ἐπομβρίας τὸ σπέρμα κατενεχθῇ ἀπὸ Τιαρῶν·
少なくともミテュレネ人の海岸においては、豪雨が降った後にティアライから種子が流れ下るまでは、これらは存在しないと彼らは言う。
τοῦτο δʼ ἐστὶ χωρίον ἐν ᾧ πολλὰ γίνεται.
そこは、多くのこれらが発生する場所である。
Γίνεται δὲ ἔν τε τοῖς αἰγιαλοῖς μάλιστα καὶ ὅπου χώρα ὕπαμμος·
これらは特に海岸や、土地がやや砂混じりの場所で発生する。
καὶ γὰρ αἱ Τιάραι τοιαῦται·
なぜならティアライもそのような場所だからである。
φύεται δὲ καὶ περὶ Λάμψακον ἐν τῇ Ἀβαρνίδι, καὶ ἐν Ἀλωπεκοννήσῳ κἀν τῇ Ἠλείων.
また、アバルニス地方のランプサコス周辺、アロペコンネソス、そしてエリス地方でも生育する。