§159.1Fr. 159
Θ. δέ φησιν ἐν τῷ περὶ ὑδάτων·
テオプラストスは『水について』の中でこう述べている。
τὸ Νείλου ὕδωρ πολυγονώτατον καὶ γλυκύτατον·
ナイル川の水は極めて生殖能力を高め、かつ極めて甘い。
διὸ καὶ λύειν τὰς κοιλίας τῶν πινόντων μίξιν ἔχον λιτρώδη καὶ τῶν γλυκέων δὲ, φησὶν, ὑδάτων ἔνια ἄγονα ἢ οὐ πολύγονα, ὡς τὸ ἐν Φέτᾳ καὶ τὸ ἐν Πύρρᾳ.
それゆえ、ソーダ質の混ざり物を含んでいるため、それを飲む人々の腹を緩くする。 しかし、甘い水の中にも、フェタやピュラにおける水のように、不妊のものや、あまり生殖を促さないものがある、と彼は言う。
Αὐχμῶν δέ ποτε γενομένων περὶ τὸν Νεῖλον ἐρρύη τὸ ὕδωρ ἰῶδες καὶ πολλοὶ τῶν Αἰγυπτίων ἀπώλοντο.
かつてナイル川周辺で干ばつが起こったとき、水が毒のように流れ、多くのエジプト人が命を落とした。
Μεταβάλλειν τέ φησιν οὐ μόνον τὰ πικρὰ τῶν ὑδάτων ἀλλὰ καὶ τὸ ἁλυκόν καὶ ὅλους ποταμοὺς καθὰ τὸν ἐν Κιθαιρῶνι, παρʼ ᾧ Ζηνὸς, καὶ τὸν ἐν Καρίᾳ, παρʼ ᾧ Ποσειδῶνος ἱερόν ἐστιν·
また、苦い水だけでなく、塩気のある水も、さらには川全体さえも変化すると彼は言う。 キタイロンにおける川(その傍らにはゼウスの神殿がある)や、カリアにおける川(その傍らにはポセイドンの神殿がある)のように。
αἴτιον δὲ τὸ πολλοὺς κεραυνοὺς πίπτειν περὶ τὸν τόπον.
その原因は、その場所に多くの落雷があることである。
Ἄλλα δὲ τῶν ὑδάτων καὶ σωματώδη εἰσὶ καὶ ἔχει ὥσπερ τι βάρος ἐν ἑαυτοῖς, ὡς τὸ ἐν Τροιζῆνι·
また、水の中には、実体があり、自らの中に重みのようなものを持っているものもある。 トロイゼンにおける水がそうである。
τοῦτο γὰρ καὶ τῶν γευομένων εὐθὺς ποιεῖ πλῆρες τὸ στόμα.
というのも、これは味わう人の口をすぐに満たしてしまうからである。
Τὰ δὲ πρὸς τοῖς περὶ Πάγγαιον μετάλλοις τοῦ μὲν χειμῶνος τὴν κοτύλην ἄγουσαν ἔχει ἐννενήκοντα ἓξ, θέρους δὲ τεσσαράκοντα ἕξ.
パンガイオン周辺の鉱山近くの水は、冬にはコテυレ一杯分が九十六の重さになり、夏には四十六になる。
Συστέλλει δὲ αὐτὸ καὶ πυκνοῖ μᾶλλον τὸ ψῦχος, διὸ καὶ ἐν τοῖς γνώμοσι ῥέον οὐκ ἀναδίδωσι τὰς ὥρας ἐν τῷ χειμῶνι ἀλλὰ περιττεύει βραδυτέρας οὔσης τῆς ἐκροῆς διὰ τὸ πάχος.
冷気がそれを縮め、より濃密にする。 それゆえ、水時計において流れるとき、冬には正確な時間を指し示さず、濃度(粘り気)のために流出がより遅くなるので、水が残ってしまう。
Καὶ ταὐτὰ περὶ Αἴγυπτόν φησιν ὅταν μαλακώτερος ὁ ἀήρ.
そしてエジプトについても、空気がより温暖なときに、同じことが起こると彼は言う。
Τὸ δὲ ἁλυκὸν ὕδωρ γεωδέστερόν ἐστι καὶ πλείονος δεῖται κατεργασίας, ὡς καὶ τὸ θαλάσσιον θερμοτέραν ἔχον τὴν φύσιν καὶ μὴ ὅμοιον πάσχον.
塩気のある水はより土っぽく、より多くの処理を必要とする。 海水もまた、その性質がより温かく、同様の影響を受けないのと同じである。
Μόνον δʼ ἀτέραμνον τῶν ἁλυκῶν τὸ τῆς Ἀρεθούσης.
塩気のある水の中で、アレトゥサの水だけが煮えにくい。
Χείρω δʼ ἐστὶ τὰ βαρυσταθμότερα καὶ τὰ σκληρότερα καὶ τὰ ψυχρότερα διὰ τὰς αὐτὰς αἰτίας·
より重い水、より硬い水、より冷たい水は、同じ理由でより劣っている。
δυσκατεργαστότερα γάρ ἐστι, τὰ μὲν τῷ πολὺ τὸ γεῶδες ἔχειν τὰ δὲ ψυχρότητος ὑπερβολῇ.
それらはより処理しにくいからである。 あるものは土っぽいものを多く含んでいるためであり、他のものは冷たさが過度であるためである。
Τὰ δὲ ταχὺ θερμαινόμενα κοῦφα καὶ ὑγιεινά.
素早く温まる水は、軽くて健康に良い。
Ἐν Κρανῶνι δʼ ἐστὶν ὕδωρ ἡσυχῆ θερμὸν ὁ θερμαῖνον διατηρεῖ κραθέντα τὸν οἶνον ἐπὶ δύο καὶ τρεῖς ἡμέρας.
クラノンには穏やかに温かい水があり、それは混ぜ合わされたワインを温めつつ二日も三日も維持する。
Τὰ δʼ ἐπίρρυτα καὶ ἐξ ὀχετοῦ ὡς ἐπίπαν βελτίω τῶν στασίμων, κοπτόμενά τε μαλακώτερα γίνονται.
流水や導水管からの水は、一般に静水よりも優れており、打たれることでより柔らかくなる。
Διὰ τοῦτο καὶ τὰ ἀπὸ τῆς χιόνος δοκεῖ χρηστὰ εἶναι.
このため、雪からの水も有用であると思われる。
Καὶ γὰρ ἀνάγεται τὸ ποτιμώτερον.
というのも、より飲用に適した部分が上昇するからである。
Καὶ τοῦτο κεκομμένον ἐστὶ τῷ ἀέρι.
そして、これは空気によって打たれている。
Διὸ καὶ τῶν ὀμβρίων βελτίω, καὶ τὰ ἐκ κρυστάλλου δὲ διὰ τὸ κουφότερα εἶναι·
それゆえ雨水よりも優れており、氷からの水もまた、より軽いために優れている。
σημεῖον δὲ ὅτι καὶ ὁ κρύσταλλος αὐτὸς κουφότερος τοῦ ἄλλο ὕδατος.
その証拠に、氷それ自体が他の水よりも軽いことである。
Τὰ δὲ ψυχρὰ σκληρὰ διότι γεωδέστερα.
冷たい水は硬い、なぜならより土っぽいからである。
Τὸ δὲ σωματῶδες καὶ θερμανθὲν θερμότερον καὶ ψυχθὲν ψυχρότερόν ἐστιν.
実体のある水は、温められればより温かくなり、冷やされればより冷たくなる。
Κατὰ τὴν αὐτὴν δʼ αἰτίαν καὶ τὰ ἐν τοῖς ὄρεσι ποτιμώτερα τῶν ἐν τοῖς πεδίοις·
同じ理由で、山の中の水は平野の中の水よりも飲用に適している。
ἧττον γὰρ μέμικται τῷ γεώδει.
土っぽいものとの混ざり合いがより少ないからである。
Ποιεῖ δὲ τὸ γεῶδες καὶ τὰς ἐπιχροὰς τῶν ὑδάτων.
土っぽいものはまた、水の色合いをも生じさせる。
Τὸ γοῦν τῆς ἐν Βαβυλῶνι λίμνης ἐρυθρὸν γίνεται ἐπί τινας ἡμέρας.
例えば、バビロンにある湖の水は、数日間にわたって赤くなる。
Τὸ δὲ τοῦ Βορυσθένους κατά τινας χρόνους ἰοβαφὲς, καίπερ ὄντος διʼ ὑπερβολὴν λεπτοῦ·
ボリュステネス川の水は、極めて希薄であるにもかかわらず、ある時期には青紫色に染まる。
σημεῖον δέ· τοῦ Ὕπάνιος ἐπάνω γίνεται διὰ κουφότητα τοῖς βορείοις.
その証拠に、北風が吹くときには、軽さゆえにヒュパニス川の水の上に浮かぶのである。
Πολλαχοῦ δ' εἰσὶ κρῆναι αἱ μὲν ποτιμώτεραι καὶ οἰνωδέστεραι, ὡς ἡ περὶ Παφλαγονίαν πρὸς ἥν φησι τοὺς ἐγχωρίους ὑποπίνειν προσιόντας.
多くの場所に泉があり、あるものはより美味で、よりワインのようである。 パフラゴニア周辺の泉がそうであり、彼は、地元の住民がそこへ行って少し飲むと言う。
Ἁλμώδεις δʼ ἅμα τῷ ὄξει ἐν τῆς Σικελίας·
シケリアには、酢のような酸味を伴う塩気のある泉がある。
ἐν τῇ Καρχηδονίων δὲ ἐπικρατείᾳ κρήνη ἐστὶν ᾗ τὸ ἐφιστάμενον ἐλαίῳ ἐστὶν ὅμοιον, μελάντερον τὴν χρόαν, ὃ ἀποσφαιροῦντες χρῶνται πρὸς τὰ πρόβατα καὶ τὰ κτήνη.
カルタゴ人の支配領域には泉があり、その表面に浮くものは油に似ており、色はより黒い。 彼らはそれを球状に固めて、羊や家畜のために用いている。
Καὶ παρʼ ἄλλοις δ' εἰσὶ λίπος ἔχουσαι τοιοῦτον, ὡς ἡ ἐν Ἀσίᾳ ὑπὲρ ἧς Ἀλέξανδρος ἐπέστειλεν ὡς ἐλαίου κρήνην εὑρηκώς.
また、他の人々の間にも、このような脂肪分を持つ泉があり、小アジアにある泉について、アレクサンドロスは油の泉を発見したと手紙で書き送った。
Καὶ τῶν θερμῶν δʼ ἐκ φύσεως ὑδάτων ἔνια γλυκέα ἐστὶν, ὡς τὰ ἐν Αἰγαῖς τῆς Κιλικίας καὶ περὶ Παγασὰς, τά τʼ ἐν τῇ Τρωικῇ Λαρίσσῃ καὶ περὶ Παγνηυ σίον καὶ ἐν Μήλῳ καὶ ἐν Λιπάρᾳ.
また、生来温かい水の中にも、甘いものがあり、キリキアのアイガイにおけるものや、パガサイ周辺のもの、トロアスのラリサにおけるもの、パグネウシオン周辺のもの、メロスやリパラにおけるものがそうである。
Ἐν δὲ Προύσῃ τῇ πρὸς τὸν Μύσων Ὄλυμπον τὰ βασιλικὰ καλούμενα.
ミュシアのオリンポス山の近くにあるプルサには、「ロイヤル」と呼ばれる温水がある。
Τὰ δʼ ἐν Ἀσίᾳ περὶ Τράλλεις καὶ τὸν Χαρακωμήτην ποταμὸν, ἔτι δὲ Νύσσαν πόλιν οὕτως ἐστὶ λιπαρὰ ὡς μὴ δεῖσθαι τοὺς ἐναπολουομένους ἐλαίου.
また、小アジアのトラレイスやハラコメテス川周辺、さらにはニュサの街にある水は、非常に油分を含んでおり、そこで入浴する人々が油を必要としないほどである。
Τοιαῦτα καὶ τὰ Δασκύλου κώμῃ·
ダスクロスの村の水もそのようなものである。
τὰ δʼ ἐν Καρούροις κατάξηρα καὶ σφόδρα θερμά·
カルラにおける水は、極めて乾燥させる性質があり、非常に温かい。
τὰ δὲ περὶ Μηνὸς κώμην, ἥ ἐστι Φρυγίας, τραχύτερά ἐστι καὶ λιτρωδέστερα, ὡς καὶ τὸ ἐν τῇ καλουμένῃ Λέοντος κώμῃ τῆς Φρυγίας·
フリュギアにあるメスの村の周辺の水は、より荒れており、よりアルカリ性である。 フリュギアのいわゆるレオンの村における水がそうであるように。
τὰ δὲ περὶ Δορύλαιον καὶ πινόμενά ἐστι ἥδιστα·
ドリュライオン周辺の水は、飲むのにも極めて心地よい。
τὰ γὰρ περὶ Βαΐας ἢ Βαΐου λιμένα τῆς Ἰταλίας παντελῶς ἄποτα.
というのも、イタリアのバイアイあるいはバイオスの港周辺の水は、完全に飲用に適さないからである。