§159.1Fr. 159
Θ. δέ φησιν ἐν τῷ περὶ ὑδάτων· τὸ Νείλου ὕδωρ πολυγονώτατον καὶ γλυκύτατον·
提奥弗拉斯特在《论水》中说:尼罗河的水最具有生育力且最甘甜;因此,因其含有碱性的混合物,它能使饮用者通便。
διὸ καὶ λύειν τὰς κοιλίας τῶν πινόντων μίξιν ἔχον λιτρώδη καὶ τῶν γλυκέων δὲ, φησὶν, ὑδάτων ἔνια ἄγονα ἢ οὐ πολύγονα, ὡς τὸ ἐν Φέτᾳ καὶ τὸ ἐν Πύρρᾳ.
然而他说,在甘甜的水中,有些是不育的或不甚具生育力的,如在费塔和皮拉的水。
Αὐχμῶν δέ ποτε γενομένων περὶ τὸν Νεῖλον ἐρρύη τὸ ὕδωρ ἰῶδες καὶ πολλοὶ τῶν Αἰγυπτίων ἀπώλοντο.
曾当尼罗河周围发生干旱时,水流出时呈毒锈色,许多埃及人因而丧生。
Μεταβάλλειν τέ φησιν οὐ μόνον τὰ πικρὰ τῶν ὑδάτων ἀλλὰ καὶ τὸ ἁλυκόν καὶ ὅλους ποταμοὺς καθὰ τὸν ἐν Κιθαιρῶνι, παρʼ ᾧ Ζηνὸς, καὶ τὸν ἐν Καρίᾳ, παρʼ ᾧ Ποσειδῶνος ἱερόν ἐστιν· αἴτιον δὲ τὸ πολλοὺς κεραυνοὺς πίπτειν περὶ τὸν τόπον.
他还说,不仅苦水会发生改变,盐水乃至整条河流也会改变,就像基泰戎的河流(其旁有宙斯神庙)和卡里亚的河流(其旁有波塞冬神庙);其原因在于该地区常有许多雷电落下。
Ἄλλα δὲ τῶν ὑδάτων καὶ σωματώδη εἰσὶ καὶ ἔχει ὥσπερ τι βάρος ἐν ἑαυτοῖς, ὡς τὸ ἐν Τροιζῆνι· τοῦτο γὰρ καὶ τῶν γευομένων εὐθὺς ποιεῖ πλῆρες τὸ στόμα.
还有一些水具有实体性,自身中带有某种重量,如特罗岑的水;因为这水一经品尝便立刻充满人的口腔。
Τὰ δὲ πρὸς τοῖς περὶ Πάγγαιον μετάλλοις τοῦ μὲν χειμῶνος τὴν κοτύλην ἄγουσαν ἔχει ἐννενήκοντα ἓξ, θέρους δὲ τεσσαράκοντα ἕξ.
潘盖翁周围矿山附近的水,在冬天每科图拉重九十六,而在夏天重四十六。
Συστέλλει δὲ αὐτὸ καὶ πυκνοῖ μᾶλλον τὸ ψῦχος, διὸ καὶ ἐν τοῖς γνώμοσι ῥέον οὐκ ἀναδίδωσι τὰς ὥρας ἐν τῷ χειμῶνι ἀλλὰ περιττεύει βραδυτέρας οὔσης τῆς ἐκροῆς διὰ τὸ πάχος.
寒冷使其收缩并更加浓密,因此在水钟内流动时,在冬天它不能指示时间,反而因其粘稠导致流出变慢而有剩余。
Καὶ ταὐτὰ περὶ Αἴγυπτόν φησιν ὅταν μαλακώτερος ὁ ἀήρ.
他说,当埃及的空气较温和时,也会发生同样的情况。
Τὸ δὲ ἁλυκὸν ὕδωρ γεωδέστερόν ἐστι καὶ πλείονος δεῖται κατεργασίας, ὡς καὶ τὸ θαλάσσιον θερμοτέραν ἔχον τὴν φύσιν καὶ μὴ ὅμοιον πάσχον.
盐水更带泥土气,需要更多的加工处理,正如海水由于天性较温热,不承受相同的变化一样。
Μόνον δʼ ἀτέραμνον τῶν ἁλυκῶν τὸ τῆς Ἀρεθούσης.
在盐水中,只有阿雷图萨的水是煮不烂的。
Χείρω δʼ ἐστὶ τὰ βαρυσταθμότερα καὶ τὰ σκληρότερα καὶ τὰ ψυχρότερα διὰ τὰς αὐτὰς αἰτίας· δυσκατεργαστότερα γάρ ἐστι, τὰ μὲν τῷ πολὺ τὸ γεῶδες ἔχειν τὰ δὲ ψυχρότητος ὑπερβολῇ.
更重、更硬和更冷的水因同样的原因而较差;因为它们更难加工处理,有的因为含有大量的泥土物质,有的因为极度寒冷。
Τὰ δὲ ταχὺ θερμαινόμενα κοῦφα καὶ ὑγιεινά.
迅速变热的水则轻而健康。
Ἐν Κρανῶνι δʼ ἐστὶν ὕδωρ ἡσυχῆ θερμὸν ὁ θερμαῖνον διατηρεῖ κραθέντα τὸν οἶνον ἐπὶ δύο καὶ τρεῖς ἡμέρας.
在克拉农有微微温热的水,它能保持混合的葡萄酒温热达两三天。
Τὰ δʼ ἐπίρρυτα καὶ ἐξ ὀχετοῦ ὡς ἐπίπαν βελτίω τῶν στασίμων, κοπτόμενά τε μαλακώτερα γίνονται.
流水和管道水通常优于死水,被拍打后会变得更软。
Διὰ τοῦτο καὶ τὰ ἀπὸ τῆς χιόνος δοκεῖ χρηστὰ εἶναι.
因此,雪融水似乎也是有益的。
Καὶ γὰρ ἀνάγεται τὸ ποτιμώτερον.
因为其中较甘美的部分升腾上去。
Καὶ τοῦτο κεκομμένον ἐστὶ τῷ ἀέρι.
而这又被空气所拍打。
Διὸ καὶ τῶν ὀμβρίων βελτίω, καὶ τὰ ἐκ κρυστάλλου δὲ διὰ τὸ κουφότερα εἶναι· σημεῖον δὲ ὅτι καὶ ὁ κρύσταλλος αὐτὸς κουφότερος τοῦ ἄλλο ὕδατος.
所以它优于雨水,冰融水也因较轻而更优;其证据是,冰本身也比其他水更轻。
Τὰ δὲ ψυχρὰ σκληρὰ διότι γεωδέστερα.
冷水硬,因为更带泥土气。
Τὸ δὲ σωματῶδες καὶ θερμανθὲν θερμότερον καὶ ψυχθὲν ψυχρότερόν ἐστιν.
具有实体性的水,变热时更热,变冷时更冷。
Κατὰ τὴν αὐτὴν δʼ αἰτίαν καὶ τὰ ἐν τοῖς ὄρεσι ποτιμώτερα τῶν ἐν τοῖς πεδίοις· ἧττον γὰρ μέμικται τῷ γεώδει.
由于同样的原因,山中的水比平原的水更易饮用;因为它们与泥土物质的混合较少。
Ποιεῖ δὲ τὸ γεῶδες καὶ τὰς ἐπιχροὰς τῶν ὑδάτων.
泥土物质也造成了水的颜色。
Τὸ γοῦν τῆς ἐν Βαβυλῶνι λίμνης ἐρυθρὸν γίνεται ἐπί τινας ἡμέρας.
例如,巴比伦湖的水在某些日子里会变红。
Τὸ δὲ τοῦ Βορυσθένους κατά τινας χρόνους ἰοβαφὲς, καίπερ ὄντος διʼ ὑπερβολὴν λεπτοῦ· σημεῖον δέ· τοῦ Ὕπάνιος ἐπάνω γίνεται διὰ κουφότητα τοῖς βορείοις.
而博里斯泰内斯河的水在某些时期呈紫罗兰色,尽管它因极度稀薄而澄清;其证据是:在北风吹拂时,由于其轻,它会浮在许帕尼斯河之上。
Πολλαχοῦ δ' εἰσὶ κρῆναι αἱ μὲν ποτιμώτεραι καὶ οἰνωδέστεραι, ὡς ἡ περὶ Παφλαγονίαν πρὸς ἥν φησι τοὺς ἐγχωρίους ὑποπίνειν προσιόντας.
许多地方有泉水,有的较易饮用且更像葡萄酒,例如帕夫拉戈尼亚周围的泉水,他说当地居民会前去微饮。
Ἁλμώδεις δʼ ἅμα τῷ ὄξει ἐν τῆς Σικελίας· ἐν τῇ Καρχηδονίων δὲ ἐπικρατείᾳ κρήνη ἐστὶν ᾗ τὸ ἐφιστάμενον ἐλαίῳ ἐστὶν ὅμοιον, μελάντερον τὴν χρόαν, ὃ ἀποσφαιροῦντες χρῶνται πρὸς τὰ πρόβατα καὶ τὰ κτήνη.
在西西里有带醋酸味的盐泉;在迦太基人的统治疆域内有一口泉,浮在上面的东西像油,颜色较黑,他们将其揉成球状,用于绵羊和牲畜。
Καὶ παρʼ ἄλλοις δ' εἰσὶ λίπος ἔχουσαι τοιοῦτον, ὡς ἡ ἐν Ἀσίᾳ ὑπὲρ ἧς Ἀλέξανδρος ἐπέστειλεν ὡς ἐλαίου κρήνην εὑρηκώς.
在其他人那里也有含有此类脂肪的泉,如在小亚洲的那口泉,亚历山大曾写信说他发现了一口油泉。
Καὶ τῶν θερμῶν δʼ ἐκ φύσεως ὑδάτων ἔνια γλυκέα ἐστὶν, ὡς τὰ ἐν Αἰγαῖς τῆς Κιλικίας καὶ περὶ Παγασὰς, τά τʼ ἐν τῇ Τρωικῇ Λαρίσσῃ καὶ περὶ Παγνηυ σίον καὶ ἐν Μήλῳ καὶ ἐν Λιπάρᾳ.
在天然温热的水中,有些是甘甜的,如基利家艾盖的水、巴加塞周围的水、特罗亚斯拉里萨的水、帕格纽西翁周围的水、米洛斯和利帕拉的水。
Ἐν δὲ Προύσῃ τῇ πρὸς τὸν Μύσων Ὄλυμπον τὰ βασιλικὰ καλούμενα.
在靠近米西亚奥林匹斯山的普鲁萨,有被称为“皇家”的温泉。
Τὰ δʼ ἐν Ἀσίᾳ περὶ Τράλλεις καὶ τὸν Χαρακωμήτην ποταμὸν, ἔτι δὲ Νύσσαν πόλιν οὕτως ἐστὶ λιπαρὰ ὡς μὴ δεῖσθαι τοὺς ἐναπολουομένους ἐλαίου.
而在小亚洲特拉雷斯和哈拉科梅特斯河周围,以及尼萨城的水,是如此油润,以至于在其中沐浴的人不需要擦油。
Τοιαῦτα καὶ τὰ Δασκύλου κώμῃ· τὰ δʼ ἐν Καρούροις κατάξηρα καὶ σφόδρα θερμά· τὰ δὲ περὶ Μηνὸς κώμην, ἥ ἐστι Φρυγίας, τραχύτερά ἐστι καὶ λιτρωδέστερα, ὡς καὶ τὸ ἐν τῇ καλουμένῃ Λέοντος κώμῃ τῆς Φρυγίας· τὰ δὲ περὶ Δορύλαιον καὶ πινόμενά ἐστι ἥδιστα· τὰ γὰρ περὶ Βαΐας ἢ Βαΐου λιμένα τῆς Ἰταλίας παντελῶς ἄποτα.
达斯库罗斯村庄的水也是如此;卡鲁拉的水则极度干燥且非常热;而弗里吉亚的梅恩村周围的水更粗糙且更含碱性,正如弗里吉亚所谓的莱翁村的水一样;多里莱翁周围的水喝起来最令人愉悦;因为意大利拜埃或拜乌斯港周围的水完全不能饮用。