§154.1Fr. 154
Οὐ μὴν οὐδὲ μετʼ ὀργῆς πρακτέον τοῖς φρονίμοις οὐδέν·
さらに、思慮深い人々は怒りをもっては何事も行うべきではない。
ἀλόγιστος γὰρ θυμὸς καὶ μετὰ προνοίας οὐδὲν ἄν ποτε ποιήσειεν ἀλλὰ μεθύων ταῖς φιλονεικίαις ὡς ἔτυχε χρῆται ταῖς ὁρμαῖς·
なぜなら、理性を欠いた情念は、たとえ事前の考慮を伴っていても何事も決して行い得ず、むしろ勝利への執着に酔いしれて、行き当たりばったりに自らの衝動に従うからである。
ὥστε δεῖ μήτε ἐξ ὑπογυίου τῶν ἁμαρτημάτων τὰς τιμωρίας μήτε παρὰ τῶν οἰκετῶν μήτε παρὰ τῶν ἄλλων λαμβάνειν ἵνα τὸ τῷ λογισμῷ κράτιστον μὴ τὸ τῷ θυμῷ φίλον ἀεὶ πράτης·
それゆえ、過ちの直後に即座に罰を科すことも、召使いたちからであれ他の人々からであれ(急いで)罰を求めることもすべきではない。 それは、君が常に情念にとって好ましいことではなく、理性に照らして最善のことを行うためである。
καὶ δίκην παρὰ τῶν ἐχθρῶν μὴ λαμβάνῃς ἐξ ἧς μέλλεις σαυτὸν μὴ αὐτοὺς ἐκείνους βλάψειν.
また、敵を罰することで、彼ら自身ではなく自分自身を害することになるような罰を彼らに科してはならない。
Τὸ γὰρ τιμωρεῖσθαί τινα κακῶς ἑαυτὸν ποιοῦντα δίκην διδόναι οὐχ ἧττον ἢ λαμβάνειν ἐστίν.
なぜなら、自分自身を害しながら誰かに復讐することは、罰を科すことに劣らず、自ら罰を受けることだからである。
Ὥστε δεῖ σχολῇ μᾶλλον ἀμύνεσθαι ζητεῖν ἢ ταχέως καὶ ἀλυσιτελῶς ἑαυτῷ κολάσαι τὸν ἐχθρόν.
それゆえ、迅速かつ自分にとって不利益な形で敵を懲らしめるよりも、むしろ十分な時間をかけて報復することを求めるべきである。