§152.1Fr. 152
Χρὴ τοίνυν τὸν μέλλοντα θαυμασθήσεσθαι περὶ τὸ θεῖον φιλοθύτην εἶναι, μὴ τῷ πολλὰ θύειν ἀλλὰ τῷ πυκνὰ τιμᾶν τὸ θεῖον·
それゆえ、神的なものに関して賞賛されようとする者は、多くの犠牲を捧げることによってではなく、しばしば神的なものを敬うことによって、犠牲を愛する者であるべきである。
τὸ μὲν γὰρ εὐπορίας τὸ δʼ ὁσιότητος σημεῖον.
というのも、前者は富の、後者は敬虔の印だからである。
Ἔπειτα γονεῖς γηροτροφεῖν καλῶς, ταῖς τʼ ἐκείνων βουλήσεσι τὸν αὐτῶν βίον εὐπειθῆ κατασκευάζειν.
次に、両親の老後を立派に世話し、彼らの望みに自分たちの生活を従順なものとすること。
Ὁ γὰρ μὴ τοιοῦτος ἀλλὰ τῶν τε τῆς φύσεως τῶν τε τῆς πόλεως νόμων ὀλιγωρῶν ἀμφοτέρους τοὺς τῆς δικαιοσύνης τρόπους παραβέβηκεν.
なぜなら、そのような者ではなく、自然の法と国家の法の双方を軽んじる者は、正義のあり方の両方を踏み越えているからである。
Καὶ μὴν καὶ γυναικὸς καὶ παίδων ἐπιμελητέον καλῶς καὶ φιλανθρώπως.
さらにまた、妻と子供たちをも、立派に、かつ情深く配慮せねばならない。
Οἱ μὲν γὰρ εἰς τὸ γῆρας ταῖς θεραπείαις, ἡ δʼ ἐν ταῖς νόσοις καὶ ταῖς καθʼ ἡμέραν οἰκονομίαις ἀποδώσει τὴν εὐεργεσίαν.
というのも、彼らは老後において世話によって、彼女は病気や日々の家政において、恩義に報いるであろうからである。
Ἐὰν δέ τινι συμβάλλειν ἀνάγκη ἦ, μετὰ τοῦ βεβαίου πειρῶ τοῦτο πράττειν.
もし誰かと取引をする必要が生じるなら、確かな人とこれを行うよう努めよ。
Φρονιμωτάτου γὰρ ἀνδρὸς δανείσαντα φρονίμως ἀπολαβεῖν φιλικῶς, οὐ συναλλάξαντα φιλανθρώπως κομίσασθαι φιλαπεχθημόνως.
なぜなら、極めて賢明な人の特徴とは、賢明に貸した上で友好的に回収することであり、情深く取引した上で敵意を抱くような形で取り戻すことではないからである。