§152.1Fr. 152
Χρὴ τοίνυν τὸν μέλλοντα θαυμασθήσεσθαι περὶ τὸ θεῖον φιλοθύτην εἶναι, μὴ τῷ πολλὰ θύειν ἀλλὰ τῷ πυκνὰ τιμᾶν τὸ θεῖον· τὸ μὲν γὰρ εὐπορίας τὸ δʼ ὁσιότητος σημεῖον.
因此,在关于神明之事上想要获得赞赏的人,应该成为乐于祭祀者,并非通过屡次献祭,而是通过频繁敬奉神明;因为前者是富裕的印记,后者则是虔敬的印记。
Ἔπειτα γονεῖς γηροτροφεῖν καλῶς, ταῖς τʼ ἐκείνων βουλήσεσι τὸν αὐτῶν βίον εὐπειθῆ κατασκευάζειν.
其次,应当妥善赡养父母的晚年,并使自己的生活顺从于他们的意愿。
Ὁ γὰρ μὴ τοιοῦτος ἀλλὰ τῶν τε τῆς φύσεως τῶν τε τῆς πόλεως νόμων ὀλιγωρῶν ἀμφοτέρους τοὺς τῆς δικαιοσύνης τρόπους παραβέβηκεν.
因为,并非如此、而是轻视自然之法与城邦之法双方的人,已经违背了正义的两种方式。
Καὶ μὴν καὶ γυναικὸς καὶ παίδων ἐπιμελητέον καλῶς καὶ φιλανθρώπως.
此外,还必须妥善且慈爱地照料妻子和孩子。
Οἱ μὲν γὰρ εἰς τὸ γῆρας ταῖς θεραπείαις, ἡ δʼ ἐν ταῖς νόσοις καὶ ταῖς καθʼ ἡμέραν οἰκονομίαις ἀποδώσει τὴν εὐεργεσίαν.
因为前者将在老后通过照料,而后者将在生病时及在日常家务中,回报其恩德。
Ἐὰν δέ τινι συμβάλλειν ἀνάγκη ἦ, μετὰ τοῦ βεβαίου πειρῶ τοῦτο πράττειν.
如果必须与某人进行交易,应努力与可靠的人来做这件事。
Φρονιμωτάτου γὰρ ἀνδρὸς δανείσαντα φρονίμως ἀπολαβεῖν φιλικῶς, οὐ συναλλάξαντα φιλανθρώπως κομίσασθαι φιλαπεχθημόνως.
因为,极其聪明的人的特征是,明智地借出后友好地回收,而不是仁慈地交易后以结怨的方式收回。