§1.9Ὡς δʼ αὕτως καὶ ἐπὶ τῆς ἡμέρας ἔχουσιν αἱ μεταβολαὶ ὡς ἐπὶ τὸ πολύ.
同様に、一日のうちにおいても、変化はたいていそのように起こる。
Ἀνατολὴ γὰρ καὶ πρωῒ καὶ μεσημβρία καὶ δείλη καὶ δύσις καὶ τὰ τῆς νυκτὸς μέρη τὰ ἀνάλογα ταὐτὸ ποιεῖ τοῖς εἰρημένοις περὶ πνευμάτων καὶ χειμῶνος καὶ εὐδίας.
日の出、朝、真昼、夕方、日の入り、そして夜のこれらに対応する部分が、風、嵐、晴天について述べられた事柄と同じことを引き起こすからである。
Μάλιστα γὰρ ἐὰν μέλλῃ μεταὁάλλειν ἐν ταῖς διχοτομίαις μεταβάλλει.
というのも、気象が変化しようとするときは、とりわけこれら二等分点において変化するからである。
Καθόλου μὲν οὖν τὰς ὥρας οὕτω δεῖ παρατηρεῖν, καθʼ ἕκαστα δὲ τῶν σημείων κατὰ τὸν ὑπογεγραμμένον τρόπον.
それゆえ、全般的には時間をこのように観察すべきであり、個々の兆候については以下に記述する方法に従って観察すべきである。
§1.10Ὕδατος μὲν οὖν σημεῖα τὰ τοιαῦτα δοκεῖ εἶναι.
さて、雨の兆候は以下のようなものであると思われる。
Ἐναργέστατον μὲν οὖν τὸ ἑωθινὸν ὅταν πρὸ ἡλίου ἀνατολῆς φαίνηται ἐπιφοινίσσον σημεῖον·
最も明瞭なのは、日の出前に赤みを帯びた兆候が現れるときの朝の兆候である。
ἢ γὰρ αὐθημερινὸν ἐπισημαίνει ἢ τριῶν ἡμερῶν ὡς ἐπὶ τὸ πολύ.
なぜなら、それはその日のうちに、あるいはたいていは三日以内に雨を告げるからである。
Δηλοῖ δὲ καὶ τὰ ἄλλα σημεῖα·
他の兆候もそれを示している。
ἐὰν γὰρ μὴ πρότερον τριταῖα μάλιστα σημαίνει τὸ ἐπιφοινίσσον καὶ δύνοντος, ἧττον δὲ ἢ τὸ ἑωθινοῦ.
というのも、もしそれより早くないとしても、日の入りのとき、赤みを帯びたものはとりわけ三日目に雨を告げるが、朝のそれよりは確実性が低いからである。
§1.11Καὶ ἐὰν δύνῃ χειμῶνος ἢ ἔαρος εἰς νεφέλιον τριῶν ἡμερῶν ὡς τὰ πολλὰ ἐπισημαίνει.
また、冬か春に、太陽が小さな雲の中に没する場合、たいてい三日以内に雨を告げる。
Καὶ ἐὰν ῥάβδοι νοτόθεν, ταὐτὰ δὲ ταῦτα βορρᾶθεν γινόμενα ἀσθενέστερα.
また、南から光の筋が現れる場合も同様である。 しかし、これらと同じものが北から現れる場合は、兆候としてより弱い。
Καὶ ἐὰν ἀνίσχων μέλαν σημεῖον ἴσχῃ, καὶ ἐὰν ἐκ νεφελῶν ἀν ἐχῃ ὑδατικὸν, καὶ ἐὰν ἀκτῖνες ἀνίσχοντος ἀνατείνωσι πρὶν ἀνατεῖλαι κοινὸν ὕδατος σημεῖον καὶ ἀνέμου.
また、太陽が昇るときに黒い斑点を持つ場合、また、雲の中から昇る場合は雨の兆候である。 また、太陽が昇る前に、昇りつつある太陽の光線が上方へ伸びるなら、それは雨と風の共通の兆候である。
Καὶ ἐὰν καταφερομένου τοῦ ἡλίου ὑφίστηται νέφος ὑφʼ οὗ ἐὰν σχίζωνταν αἱ ἀκτῖνες χειμερινὸν τὸ σημεῖον.
また、太陽が沈みかけるときに雲が下に横たわり、それによって光線が引き裂かれるなら、それは嵐の兆候である。
Καὶ ὅταν καυματίας δύηται καὶ ἀνατέλλῃ, ἐὰν μὴ ἄνεμος γένηται ὕδατος τὸ σημεῖον.
また、太陽が焼けつくような暑さの中で沈み、また昇るとき、もし風が吹かなければ、それは雨の兆候である。
§1.12Τὰ αὐτὰ δὲ σημαίνει καὶ σελήνη πανσελήνῳ ἀνίσχουσα, ἀσθενέστερα δὲ ὁ μείς.
満月のときに昇る月も同じことを示すが、新月の場合はより弱い。
Ἐὰν μὲν ᾖ πυρώδης πνευματώδη σημαίνει τὸν μῆνα, ἐὰν δὲ ζοφώδης ὑδατώδη·
もし月が火のように赤いなら、その月が風の多いものになることを示し、暗く陰っているなら、雨の多いものになることを示す。
σημαίνει δὲ ὅτι ἂν σημαίνῃ τριταῖος ὢν ὁ μείς.
そして、新月が三日目のときに示すことが、どのようなものであれ、それを示すのである。
§1.13Ἀστέρες πολλοὶ διᾴττοντες ὕδατος ἢ πνεύματος, καὶ ὅθεν ἂν διᾴττωσιν ἐντεῦθεν τὸ πνεῦμα ἢ τὸ ὕδωρ.
多くの流れ星が流れるのは、雨または風の兆候であり、それらが流れてくる方向から風または雨がやってくる。
Καὶ ἐὰν ἀκτῖνες ἀθρόαι ἀνίσχωσιν ἀνιόντος ἢ δύνοντος σημεῖον ὕδατος.
また、太陽が昇るとき、あるいは沈むときに、光線が密集して現れるなら、雨の兆候である。
Καὶ ὅταν ἀνίσχοντος τοῦ ἡλίου αἱ αὐγαὶ οἷον ἐκλείποντος χρῶμα ἴσχωσιν ὕδατος σημεῖον.
また、太陽が昇るとき、その光がまるで日食のときのような色を帯びるなら、雨の兆候である。
Καὶ ὅταν νεφέλαι πόκοις ἐρίων ὅμοιαι ὦσιν ὕδωρ σημαίνει.
また、雲が羊毛の房に似ているとき、それは雨を示す。
πομφόλυγες ἀνιστάμεναι πλείους ἐπὶ τῶν ποταμῶν ὕδωρ σημαίνουσι πολύ.
川の水面に多くの泡が立ち上るのは、大雨を示す。
Ὡς δʼ ἐπὶ τὸ πολὺ ἶρις περὶ λύχνον ἢ διὰ λύχνου διαφαινομένη νότια σημαίνει ὕδατα.
また、たいてい、ともし火の周りに虹が現れるか、あるいはともし火を通して見えるのは、南風を伴う雨を示す。
§1.14Καὶ οἱ μύκητες ἐὰν νότια ᾖ ὕδωρ σημαίνουσι, σημαίνουσι δὲ καὶ ἄνεμον κατὰ λόγον ὡς ἂν ἔχωσι πλήθους καὶ μεγέθους, σμικροὶ δὲ καὶ κεγχρώδεις καὶ λαμπροὶ ὕδωρ καὶ ἄνεμον.
また、灯心に燃え殻ができるのは、南風が吹いているときには雨を示す。 またそれらは、その数と大きさに応じて風をも示すが、小さくてアワの粒のようであり、かつ明るく輝く場合は、雨と風を示す。
Καὶ ὅταν χειμῶνος τὴν φλόγα ὁ λύχνος ἀπωθῇ διαλιπὼν οἷον πομφόλυγας ὕδατος σημεῖον, καὶ ἐὰν πηδῶσιν αἱ ἀκτῖνες ἐπʼ αὐτὸν, καὶ ἐὰν σπινθῆρες ἐπιγένωνται.
また、冬に、ともし火がその炎を退け、間隔を置いて泡のようなものを出すときは、雨の兆候である。 また、光がその上に跳ねるとき、また火花が次々と生じるときもそうである。
§1.15Ὄρνιθες λουόμενοι μὴ ἐν ὕδατι βιοῦντες ὕδωρ ἢ χειμῶνας σημαίνουσι.
水辺に生息していない鳥たちが水浴びをするのは、雨または嵐を示す。
Καὶ φρύνη λουομένη καὶ βάτραχοι μᾶλλον ᾄδοντες σημαίνουσιν ὕδωρ.
また、ヒキガエルが水浴びをすること、また、カエルたちがいつもより多く鳴くのは、雨を示す。
Καὶ ἡ σαύρα φαινομένη ἣν καλοῦσι σαλαμάνδραν, ἔτι δὲ καὶ χλωρὸς βάτραχος ἐπὶ δένδρου ᾄδων ὕδωρ σημαίνει.
また、人々がサラマンドラと呼ぶトカゲが現れること、さらに、緑色のカエルが木の上で鳴くのも、雨を示す。
Χελιδόνες τῇ γαστρὶ τύπτουσαι τὰς λίμνας ὕδωρ σημαίνουσι.
ツバメが腹で湖を叩くのは、雨を示す。
Βοὺς τὴν προσθίαν ὁπλὴν λείξας χειμῶνα ἢ ὕδωρ σημαίνει.
牛が前足の蹄を舐めるのは、嵐または雨を示す。
§1.16Κορώνη ἐπὶ πέτρας κορυσσομένη ἣν κῦμα κατακλύζει ὕδωρ σημαίνει·
カラスが、波の打ち寄せる岩の上で頭を振るのは、雨を示す。
καὶ κολυμβῶσα πολλάκις καὶ περιπετομένη ὕδωρ σημαίνει.
また、何度も水に飛び込み、飛び回るのも、雨を示す。
Κόραξ πολλὰς μεταβάλλειν εἰωθὼς φωνὰς, τούτων ἐὰν ταχὺ δὶς φθέγξηται καὶ ἐπιρροιζήση καὶ τινάξῃ τὰ πτέρα ὕδωρ σημαίνει.
多くの声を変化させて鳴く習性のあるワタリガラスが、それらの声のうち、素早く二度鳴き、羽音を立てて羽を震わせるなら、雨を示す。
Καὶ ἐὰν ὑετῶν ὄντων πολλὰς μεταβάλλῃ φωνὰς καὶ ἐὰν φθειρίζηται ἐπʼ ἐλαίας.
また、雨が降っているときに、多くの声を変化させて鳴く場合、またオリーブの木の上で羽づくろいをする場合もそうである。
Καὶ ἐάν τε εὐδίας ἐάν τε ὕδατος ὄντος μιμῆται τῇ φωνῇ οἷον σταλαγμοὺς ὕδωρ σημαίνει.
また、晴天のときであれ雨のときであれ、その鳴き声で、あたかも滴が滴るような音を模倣するなら、それは雨を示す。
Ἐάν τε κόρακες ἐάν τε κολοιοὶ ἄνω πέτωνται καὶ ἱερακίζωσιν ὕδωρ σημαίνουσι.
ワタリガラスであれコクマルガラスであれ、上空を飛び、タカのように急降下するなら、雨を示す。
Καὶ ἐὰν κόραξ εὐδίας μὴ τὴν εἰωθυῖαν φωνὴν ἴῃ καὶ ἐπιρροιβδῇ ὕδωρ σημαίνει.
また、晴天のときに、ワタリガラスがいつもの声を出さずに羽音を激しく立てるなら、雨を示す。
§1.17Ἐὰν ἱέραξ ἐπὶ δένδρου καθεζόμενος καὶ εἴσω εἰσπετόμενος φθειρίζηται ὕδωρ σημαίνει.
タカが木の上に止まり、中へ飛び込んで羽づくろいをするなら、雨を示す。
Καὶ θέρους ὅταν πολλοὶ ἀθρόοι φαυ νῶσιν ὄρνιθες οἳ βιοτεύουσιν ἐν νήσῳ ὕδωρ σημαίνουσιν·
また夏に、島に生息する鳥たちが多く群れをなして現れるなら、雨を示す。
ἐὰν δὲ μέτριοι ἀγαθὸν αἰξὶ καὶ βοτοῖς, ἐὰν δὲ πολλοὶ ὑπερβολῇ αὐχμὸν ἰσχυρόν.
もしその数が中程度であれば、ヤギや家畜にとって良い兆候であり、極端に多い場合は、激しい干ばつを示す。
Ὅλως δὲ ὄρνιθες καὶ ἀλεκτρυόνες φθειριζόμενοι ὑδατικὸν σημεῖον καὶ ὅταν μιμῶνται ὕδωρ ὡς ὗον.
全般的に、鳥や鶏が羽づくろいをすること、また雨が降っているかのように水の音を模倣するのは、雨の兆候である。