Humanitext Reader

テオプラストス · 気象の徴候について §1.1-1.8

気象予測の基礎と天体観測

1 / 8 箇所 · ギリシア語

要旨

雨、風、嵐、晴天の兆候を示す標識について記述し、局地的な天体観測の重要性や、太陽と月の二等分点(至点・分点・月相)が気象予測の基礎となることを説明する。

§1.1Σημεῖα ὑδάτων καὶ πνευμάτων καὶ χειμώνων καὶ εὐδιῶν ὧδε ἐγράψαμεν καθʼ ὅσον ἦν ἐφικτὸν, ἃ μὲν αὐτοὶ προσκοπήσαντες ἃ δὲ παρʼ ἑτέρων οὐκ ἀδοκίμων λαβόντες.
雨、風、嵐、そして晴天の兆候について、我々は可能な限り、あるものは自らあらかじめ観察し、あるものは定評のある他の人々から得て、ここに記述した。
Τὰ μὲν οὖν ἐπὶ τοῖς ἄστροις δυομένοις καὶ ἀνατέλλουσιν ἐκ τῶν ἀστρονομικῶν δεῖ λαμβάνειν.
さて、天体の没入と出現に基づく事柄は、天文学の書から得るべきである。
§1.2Εἰσὶ δὲ δύσεις διτταί·
没入には二種類ある。
οἵ τε γὰρ ἀφαυ νισμοὶ δύσεις εἰσί· τοῦτο δέ ἐστιν ὅταν ἅμα συνδύνῃ τῷ ἡλίῳ τὸ ἄστρον, καὶ ὅταν ἀνατέλλοντος δύνῃ.
というのも、見えなくなることも没入であり、これは天体が太陽と同時に没するとき、また、太陽が昇るときに天体が没するときである。
Ὁμοίως δὲ καὶ ἀνατολαὶ διτταὶ, αἱ μὲν ἑῷοι ὅταν προανατέλλῃ τοῦ ἡλίου τὸ ἄστρον, αἱ δʼ ἀκρόνυχοι ὅταν ἅμα δυομένῳ ἀνατέλλῃ.
同様に、出現も二種類あり、朝の出現は天体が太陽より先に昇るときであり、夕暮れの出現は太陽が没するのと同時に天体が昇るときである。
Αἱ μὲν οὖν τοῦ ἀρκτούρου λεγόμεναι ἀνατολαὶ ἀμφοτέρως συμβαίνουσιν·
さて、アルクトゥールスのいわゆる出現は両方の場合に起こる。
ἡ μὲν γὰρ τοῦ χειμῶνος ἀκρόνυχός ἐστιν, ἡ δὲ μετωπορινὴ ἑῴα.
というのも、冬の出現は夕暮れのものであり、秋の出現は朝のものだからである。
Τῶν δʼ ἄλλων αἱ πλεῖσται τῶν ὀνομαζομένων ἑῷαι οἷον Πλειάδος καὶ Ὠρίωνος καὶ κυνός.
他の名の知られた天体の出現は、そのほとんどが朝のものであり、例えばプレアデス、オリオン、シリウスがそうである。
§1.3Τῶν δὲ λοιπῶν σημείων ἔνια μὲν ἴδια κατὰ πάσας χώρας ἐστὶν ἐν ὅσαις ὄρη ὑψηλὰ καὶ αὐλῶνές εἰσι, μάλιστα δὲ ὅσα πρὸς θάλασσαν καθήκει τῶν ὑψηλῶν·
その他の兆候のうち、あるものは、高い山や谷のあるすべての地方に特有であり、特にそれら高い山が海にまで延びているところでそうである。
τῶν τε γὰρ πνευμάτων ἀρχομένων τὰ νέφη προσπίπτει πρὸς τοὺς τοιούτους τόπους καὶ μεθισταμένων εἰς τοὐναντίον ἀντιμεθίστανται καὶ ὑγρότερα γινόμενα διὰ βάρος εἰς τὰ κοῖλα συγκαθίζει.
なぜなら、風が吹き始めると、雲がそのような場所に押し寄せ、風が逆方向に変わると、雲も逆に移動し、水分を含んで重くなって窪地に沈み込むからである。
Διὸ δεῖ προσέχειν οὗ ἄν τις ἱδρυμένος ᾖ.
それゆえ、各人が住んでいる場所に注意を払わねばならない。
Ἔστι γὰρ ἀεί τινα λαβεῖν τοιοῦτον γνώμονα καὶ ἔστι σαφέστατα σημεῖα τὰ ἀπὸ τούτων.
なぜなら、常にこのような一種の指標を得ることができ、これらから得られる兆候はきわめて明瞭だからである。
§1.4Διὸ καὶ ἀγαθοὶ γεγένηνται κατὰ τόπους τινὰς ἀστρονόμοι ἔνιοι οἷον Ματρικέτας ἐν Μηθύμνῃ ἀπὸ τοῦ Λεπετύμνου, καὶ Κλεόστρατος ἐν Τενέδῳ ἀπὸ τῆς Ἴδης, καὶ Φαεινὸς Ἀθήνῃσιν ἀπὸ τοῦ Λυκαβηττοῦ τὰ περὶ τὰς τροπὰς συνεῖδε, παρʼ οὗ Μέτων ἀκούσας τὸν τοῦ ἑνὸς δέοντα εἴκοσιν ἐνιαυτὸν συνέταξεν.
それゆえ、いくつかの地方では優れた天文学者が現れた。 例えば、メテュムナのマトリーケータースはレペテュムノス山から、テネドスのクレオストラトスはイデー山から、またアテナイのパエイノスはリュカベットス山から至点に関する事柄を観察した。 メトーンは彼から学んで、十九年周期を制定した。
Ἦν δὲ ὁ μὲν Φαεινὸς μέτοικος Ἀθήνησιν ὁ δὲ Μέτων Ἀθηεναῖος.
パエイノスはアテナイの在留外人であり、メトーンはアテナイ市民であった。
Καὶ ἄλλοι δὲ τὸν τρόπον τοῦτον ἠστρολόγησαν.
他の人々もまたこの方法で天体観測を行った。
§1.5Ἄλλα δέ ἐστι σημεῖα ἃ λαμβάνεται ἀπό τε ζώων τῶν κατʼ οἰκίαν καὶ ἑτέρων τινῶν τόπων καὶ παθημάτων, μάλιστα δὲ κυριώτατα ἀπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης·
また別の兆候もあり、それらは家畜や、特定の他の場所や状態から得られるが、何よりも最も確実なのは、太陽と月によるものである。
ἡ γὰρ σελήνη νυκτὸς οἷον ἥλιός ἐστι·
なぜなら、月は夜の太陽のようなものだからである。
διὸ καὶ αἱ σύνοδοι τῶν μηνῶν χειμέριοί εἰσιν ὅτι ἀπολείπει τὸ φῶς τῆς σελήνης ἀπὸ τετράδος φθίνοντος μέχρι τετράδος ἱσταγͅ μένου.
それゆえ、月の変わり目は嵐になりやすいが、それは月が欠けていく第四日から、満ちていく第四日に至るまで、月の光が失われるからである。
Ὥσπερ οὖν ἡλίου ἀπόλειψις γίνεται κατὰ τὸν ὅμοιον τρόπον καὶ τῆς σελήνης ἔκλειψις.
したがって、太陽の光が失われるのと同様の方法で、月の欠損も起こるのである。
§1.6Δεῖ οὖν προσέχειν μάλιστα ταῖς ἀνατολαῖς ταῖς τούτων καὶ ταῖς δύσεσιν ὁποίας ἂν ποιῶνται τὸν βουλόμενον προγινώσκειν.
それゆえ、予知しようと望む者は、これら天体の出現と没入がどのようなものであるかに最も注意を払わねばならない。
Πρῶτον μὲν οὖν ληπτέον ὅτι αἱ διχοτομίαι διορίζουσι τὰς ὥρας ὥστε ἐπὶ τούτων δεῖ ἀθρεῖν καὶ ἐνιαυτὸν καὶ μῆνα καὶ ἡμέραν.
まず第一に、二等分点が季節を規定すること、それゆえこれらに基づいて年と月と日を観察すべきであることを知らねばならない。
Διχοτομεῖ δὲ τὸν μὲν ἐνιαυτὸν Πλείας τε δυομένη καὶ ἀνατέλλουσα·
さて、年を二等分するのはプレアデスの没入と出現である。
ἀπὸ γὰρ δύσεως μέχρι ἀνατολῆς τὸ ἥμισυ τοῦ ἐνιαυτοῦ ἐστίν.
なぜなら、没入から出現までは一年の半分だからである。
Ὥστε δίχα τέμνεται ὁ πᾶς χρόνος.
したがって、全体の時間が二つに切り分けられる。
§1.7Ὁμοίως δὲ καὶ αἱ τροπαὶ καὶ ἰσημερίαι ποιοῦσιν.
同様に、至点と分点もそれを行う。
Οἵα τις ἂν οὖν ᾖ κατάστασις τοῦ ἀέρος Πλειάδος δυομένης οὕτω ἔχει ὡς ἐπὶ τὸ πολὺ μέχρι τροπῶν, κἂν μεταβάλλῃ, μετὰ κἀκεῖθεν ὡσαύτως μέχρι Πλειάδος, καὶ ἀπὸ ταύτης μέχρι τροπῶν θερινῶν, καὶ ἐντεῦθεν μέχρι ἰσημερίας, καὶ ἀπὸ ἰσημερίας μέχρι Πλειάδας δύσεως.
それゆえ、プレアデスが没するときの気象の状態がどのようなものであれ、それはたいてい至点まで維持され、たとえ変化するにしても、その後も同様にプレアデスまで、またそこから夏至まで、そこから分点まで、そして分点からプレアデスの没入まで維持される。
§1.8Ὡς δʼ αὕτως ἔχει καὶ περὶ τὸν μῆνα ἕκαστον·
各月についても全く同様である。
διχοτομοῦσι γὰρ αἵ τε πανσέληνοι καὶ αἱ ὀγδόαι καὶ αἱ τετράδες, ὥστε ἀπὸ νουμηνίας ὡς ἀπʼ ἀρχῆς δεῖ σκοπεῖν.
というのも、満月、第八日、第四日が月を等分するからであり、それゆえ、新月から始まりとして観察を始めねばならない。
Πταβάλλει γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐν τῇ τετράδι, ἐὰν δὲ μὴ ἐν τῇ ὀγδόη, εἰ δὲ μὴ πανσελήνῳ·
なぜなら、気象はたいてい第四日に変化し、そうでなければ第八日に、そうでなければ満月に変化するからである。
ἀπὸ δὲ πανσελήνου εἰς ὀγδόην φθίνοντος, καὶ ἀπὸ ταύτης εἰς τετράδα, ἀπὸ δὲ τετράδος εἰς τὴν νουμηνίαν.
また、欠けていく満月から第八日へ、そこから第四日へ、そして第四日から新月へと変化する。

語釈・文法注

  1. 1.2ἀνατέλλοντος — ἀνατέλλοντος は、文脈上省略されている τοῦ ἡλίου(太陽が)を意味上の主語とする独立属格(genitive absolute)である。
  2. 1.4συνεῖδε — 主語である Φαεινὸς に対応する単数形動詞であるが、文脈上、先行する Ματρικέτας および Κλεόστρατος についても同様の観察活動(「観察した」)を行ったことを意味しており、動詞が省略されている、あるいはこの単数動詞が全体に影響を与えている。
  3. 1.4τὸν τοῦ ἑνὸς δέοντα εἴκοσιν ἐνιαυτὸν — 「20から1を欠いた年」を表す表現。δέοντα(欠いている)は現在分詞で、直訳すると「1を欠く20の年」となり、19年周期(メトン周期)を指す古典期の標準的な数詞表現である。
  4. 1.5ἱσταγͅ μένου — テキスト上の印字ミスであり、正しくは下付きイオタを含まない ἱσταμένου である。「(月の上旬の)満ちていく」を意味する分詞である。
  5. 1.8Πταβάλλει — 写本の明らかな誤記であり、標準的には μεταβάλλει(変化する)と修正して読まれる。直前の μεταβάλλῃ(§1.7)と同動詞である。

この箇所を引用する

テオプラストス, 気象の徴候について §1.1-1.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0093.tlg010x03.humanitext-grc1:1.1-1.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。