Humanitext Reader

泰奥弗拉斯托斯 · 论天气征兆 §1.9-1.17

一日天气变化规律与降雨征兆

第 2 段,共 8 段 · 希腊语

内容简介

本节讨论了一天之中天气变化的规律,并列举了通过观察天体、云彩、光线以及各种动物来预示雨水的具体征兆。

§1.9Ὡς δʼ αὕτως καὶ ἐπὶ τῆς ἡμέρας ἔχουσιν αἱ μεταβολαὶ ὡς ἐπὶ τὸ πολύ.
同样地,一天的变化在大多数情况下也是这样发生的。
Ἀνατολὴ γὰρ καὶ πρωῒ καὶ μεσημβρία καὶ δείλη καὶ δύσις καὶ τὰ τῆς νυκτὸς μέρη τὰ ἀνάλογα ταὐτὸ ποιεῖ τοῖς εἰρημένοις περὶ πνευμάτων καὶ χειμῶνος καὶ εὐδίας.
因为日出、清晨、正午、黄昏、日落以及夜间与之对应的部分,会产生与前面提到的关于风、风暴和晴天相同的影响。
Μάλιστα γὰρ ἐὰν μέλλῃ μεταὁάλλειν ἐν ταῖς διχοτομίαις μεταβάλλει.
因为如果天气要发生变化,它尤其会在这些二等分点发生变化。
Καθόλου μὲν οὖν τὰς ὥρας οὕτω δεῖ παρατηρεῖν, καθʼ ἕκαστα δὲ τῶν σημείων κατὰ τὸν ὑπογεγραμμένον τρόπον.
因此,总体上应当这样观察时间,而对于各个具体的征兆,则应当按照以下写明的方式进行观察。
§1.10Ὕδατος μὲν οὖν σημεῖα τὰ τοιαῦτα δοκεῖ εἶναι.
关于雨水的征兆,似乎如下。
Ἐναργέστατον μὲν οὖν τὸ ἑωθινὸν ὅταν πρὸ ἡλίου ἀνατολῆς φαίνηται ἐπιφοινίσσον σημεῖον· ἢ γὰρ αὐθημερινὸν ἐπισημαίνει ἢ τριῶν ἡμερῶν ὡς ἐπὶ τὸ πολύ.
最明显的是早晨的征兆,即在日出前出现红色的迹象;因为这预示着当天或通常在三天之内会有雨。
Δηλοῖ δὲ καὶ τὰ ἄλλα σημεῖα· ἐὰν γὰρ μὴ πρότερον τριταῖα μάλιστα σημαίνει τὸ ἐπιφοινίσσον καὶ δύνοντος, ἧττον δὲ ἢ τὸ ἑωθινοῦ.
其他征兆也表明了这一点;因为即使不更早,日落时的红色迹象尤其预示着第三天有雨,但其效力不如早晨的征兆。
§1.11Καὶ ἐὰν δύνῃ χειμῶνος ἢ ἔαρος εἰς νεφέλιον τριῶν ἡμερῶν ὡς τὰ πολλὰ ἐπισημαίνει.
如果在冬天或春天,太阳落入一片小云中,通常预示着三天之内有雨。
Καὶ ἐὰν ῥάβδοι νοτόθεν, ταὐτὰ δὲ ταῦτα βορρᾶθεν γινόμενα ἀσθενέστερα.
如果南方出现光斑,情况也是一样;但这些相同的东西如果出现在北方,则征兆较弱。
Καὶ ἐὰν ἀνίσχων μέλαν σημεῖον ἴσχῃ, καὶ ἐὰν ἐκ νεφελῶν ἀν ἐχῃ ὑδατικὸν, καὶ ἐὰν ἀκτῖνες ἀνίσχοντος ἀνατείνωσι πρὶν ἀνατεῖλαι κοινὸν ὕδατος σημεῖον καὶ ἀνέμου.
如果太阳升起时带有黑斑,或者从云中升起,则是下雨的征兆。 如果升起的太阳在升起前光芒向上延伸,这是雨水和风的共同征兆。
Καὶ ἐὰν καταφερομένου τοῦ ἡλίου ὑφίστηται νέφος ὑφʼ οὗ ἐὰν σχίζωνταν αἱ ἀκτῖνες χειμερινὸν τὸ σημεῖον.
如果在太阳下落时,下方有云,光芒因此被分裂,则是风暴的征兆。
Καὶ ὅταν καυματίας δύηται καὶ ἀνατέλλῃ, ἐὰν μὴ ἄνεμος γένηται ὕδατος τὸ σημεῖον.
当太阳在酷热中落下和升起时,如果不起风,则是下雨的征兆。
§1.12Τὰ αὐτὰ δὲ σημαίνει καὶ σελήνη πανσελήνῳ ἀνίσχουσα, ἀσθενέστερα δὲ ὁ μείς.
满月时升起的月亮也表明同样的事情,但新月表明得较弱。
Ἐὰν μὲν ᾖ πυρώδης πνευματώδη σημαίνει τὸν μῆνα, ἐὰν δὲ ζοφώδης ὑδατώδη· σημαίνει δὲ ὅτι ἂν σημαίνῃ τριταῖος ὢν ὁ μείς.
如果月亮呈火红色,预示着这个月多风;如果暗淡阴郁,则多雨;月亮在三天大时所表明的,无论是什么,它都表明。
§1.13Ἀστέρες πολλοὶ διᾴττοντες ὕδατος ἢ πνεύματος, καὶ ὅθεν ἂν διᾴττωσιν ἐντεῦθεν τὸ πνεῦμα ἢ τὸ ὕδωρ.
许多流星划过预示着雨水或风,流星从哪里划过,风或雨就从哪里来。
Καὶ ἐὰν ἀκτῖνες ἀθρόαι ἀνίσχωσιν ἀνιόντος ἢ δύνοντος σημεῖον ὕδατος.
如果太阳升起或落下时,光芒密集地升起,则是下雨的征兆。
Καὶ ὅταν ἀνίσχοντος τοῦ ἡλίου αἱ αὐγαὶ οἷον ἐκλείποντος χρῶμα ἴσχωσιν ὕδατος σημεῖον.
当太阳升起时,其光芒带有如同发生日食般的颜色,则是下雨的征兆。
Καὶ ὅταν νεφέλαι πόκοις ἐρίων ὅμοιαι ὦσιν ὕδωρ σημαίνει.
当云彩像羊毛团时,预示着下雨。
πομφόλυγες ἀνιστάμεναι πλείους ἐπὶ τῶν ποταμῶν ὕδωρ σημαίνουσι πολύ.
河流上泛起较多气泡预示着大雨。
Ὡς δʼ ἐπὶ τὸ πολὺ ἶρις περὶ λύχνον ἢ διὰ λύχνου διαφαινομένη νότια σημαίνει ὕδατα.
通常,油灯周围出现彩虹圈,或者透过油灯显现,预示着南风带来的雨水。
§1.14Καὶ οἱ μύκητες ἐὰν νότια ᾖ ὕδωρ σημαίνουσι, σημαίνουσι δὲ καὶ ἄνεμον κατὰ λόγον ὡς ἂν ἔχωσι πλήθους καὶ μεγέθους, σμικροὶ δὲ καὶ κεγχρώδεις καὶ λαμπροὶ ὕδωρ καὶ ἄνεμον.
此外,如果风向偏南,灯芯上结出结炭预示着下雨;它们也根据其数量和大小按比例预示着风,但如果是微小如小米粒且明亮的结炭,则预示着雨水和风。
Καὶ ὅταν χειμῶνος τὴν φλόγα ὁ λύχνος ἀπωθῇ διαλιπὼν οἷον πομφόλυγας ὕδατος σημεῖον, καὶ ἐὰν πηδῶσιν αἱ ἀκτῖνες ἐπʼ αὐτὸν, καὶ ἐὰν σπινθῆρες ἐπιγένωνται.
在冬天,当油灯排斥其火焰,间歇地发出如同气泡般的东西时,是下雨的征兆,如果光线在灯上跳跃,以及如果产生火花,也是如此。
§1.15Ὄρνιθες λουόμενοι μὴ ἐν ὕδατι βιοῦντες ὕδωρ ἢ χειμῶνας σημαίνουσι.
不生活在水中的鸟类洗澡时,预示着雨水或风暴。
Καὶ φρύνη λουομένη καὶ βάτραχοι μᾶλλον ᾄδοντες σημαίνουσιν ὕδωρ.
蟾蜍洗澡,以及青蛙比平时更响亮地鸣叫,预示着下雨。
Καὶ ἡ σαύρα φαινομένη ἣν καλοῦσι σαλαμάνδραν, ἔτι δὲ καὶ χλωρὸς βάτραχος ἐπὶ δένδρου ᾄδων ὕδωρ σημαίνει.
被称为沙拉曼达的蜥蜴出现,以及绿色的树蛙在树上鸣叫,预示着下雨。
Χελιδόνες τῇ γαστρὶ τύπτουσαι τὰς λίμνας ὕδωρ σημαίνουσι.
燕子用腹部拍击湖水预示着下雨。
Βοὺς τὴν προσθίαν ὁπλὴν λείξας χειμῶνα ἢ ὕδωρ σημαίνει.
牛舔其前蹄预示着风暴或下雨。
§1.16Κορώνη ἐπὶ πέτρας κορυσσομένη ἣν κῦμα κατακλύζει ὕδωρ σημαίνει· καὶ κολυμβῶσα πολλάκις καὶ περιπετομένη ὕδωρ σημαίνει.
乌鸦在被波浪淹没的岩石上摇晃头部预示着下雨;经常潜水并飞来飞去也预示着下雨。
Κόραξ πολλὰς μεταβάλλειν εἰωθὼς φωνὰς, τούτων ἐὰν ταχὺ δὶς φθέγξηται καὶ ἐπιρροιζήση καὶ τινάξῃ τὰ πτέρα ὕδωρ σημαίνει.
习惯于改变多种叫声的渡鸦,如果其中它快速叫了两声并发出振翅声并抖动翅膀,预示着下雨。
Καὶ ἐὰν ὑετῶν ὄντων πολλὰς μεταβάλλῃ φωνὰς καὶ ἐὰν φθειρίζηται ἐπʼ ἐλαίας.
如果下雨时它改变多种叫声,以及在橄榄树上理毛。
Καὶ ἐάν τε εὐδίας ἐάν τε ὕδατος ὄντος μιμῆται τῇ φωνῇ οἷον σταλαγμοὺς ὕδωρ σημαίνει.
无论是在晴天还是在下雨时,如果它用声音模仿如同水滴落下的声音,预示着下雨。
Ἐάν τε κόρακες ἐάν τε κολοιοὶ ἄνω πέτωνται καὶ ἱερακίζωσιν ὕδωρ σημαίνουσι.
无论是渡鸦还是寒鸦向上飞翔并像鹰一样盘旋,都预示着下雨。
Καὶ ἐὰν κόραξ εὐδίας μὴ τὴν εἰωθυῖαν φωνὴν ἴῃ καὶ ἐπιρροιβδῇ ὕδωρ σημαίνει.
如果渡鸦在晴天时不发出往常的叫声而是发出振翅声,预示着下雨。
§1.17Ἐὰν ἱέραξ ἐπὶ δένδρου καθεζόμενος καὶ εἴσω εἰσπετόμενος φθειρίζηται ὕδωρ σημαίνει.
如果鹰坐在树上并向内飞去并理毛,预示着下雨。
Καὶ θέρους ὅταν πολλοὶ ἀθρόοι φαυ νῶσιν ὄρνιθες οἳ βιοτεύουσιν ἐν νήσῳ ὕδωρ σημαίνουσιν· ἐὰν δὲ μέτριοι ἀγαθὸν αἰξὶ καὶ βοτοῖς, ἐὰν δὲ πολλοὶ ὑπερβολῇ αὐχμὸν ἰσχυρόν.
在夏天,当许多生活在岛上的鸟类成群出现时,预示着下雨;如果是适量的,对山羊和牲畜有利,但如果是极多,则预示着严重的干旱。
Ὅλως δὲ ὄρνιθες καὶ ἀλεκτρυόνες φθειριζόμενοι ὑδατικὸν σημεῖον καὶ ὅταν μιμῶνται ὕδωρ ὡς ὗον.
总之,鸟类和家鸡理毛,以及它们模仿下雨时的水声,都是下雨的征兆。

词汇与语法注释

  1. 1.10τριταῖα — 形容词 τριταῖος(第三天的)在此处作副词性使用,表示预示的雨水现象将在“第三天”发生。
  2. 1.11καὶ ἐὰν ῥάβδοι νοτόθεν — 此条件从句中省略了主动词(如 φαίνωνται 或 γίνωνται),根据上下文应理解为“如果南方出现光斑(或光条)”。
  3. 1.12ὁ μείς — 名词 ὁ μείς 通常意为“月份”,但在此处指太阴月开始时的“新月”或“三日月”。
  4. 1.14ἐὰν νότια ᾖ — 虚拟语气 ᾖ 的主语未明确给出,在此作非人称使用,意为“如果(风向或天气)偏南”。
  5. 1.16κορυσσομένη — 动词 κορύσσω(戴盔、耸起)的现在分词中动/被动语态,在此处指乌鸦耸起羽毛、摇晃或整理头部的动作。

引用这一段

泰奥弗拉斯托斯, 论天气征兆 §1.9-1.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg010x03.humanitext-grc1:1.9-1.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。