§2.7CAP. VII. Τῶν δὲ λίθων πολλαί τινες αἰ φύσεις καὶ τῶν μεταλλευομένων.
CAP. VII. 鉱山から採掘される石やその他の石の性質には、多くの種類がある。
ἔνιαι γὰρ ἅμα χρυσὸν ἔχουσι κοὶ ἄργυρον, προφανῆ δὲ μόνον ἄργυρον· βαρύτεραι δὲ αὗται πολὺ καὶ τῇ ῥοπῇ καὶ τῇ ὀσμῇ.
というのも、あるものは金と銀を同時に含み、またあるものは銀だけがはっきりと見え、これらは重さにおいても匂いにおいてもはるかに重いからである。
καὶ κύανος σὐτοφυὴς ἔχων ἐν ἑαυτῷ χρυσοκόλλαν.
また、そのなかにクリュソコッラを含む、天然のキュアノスもある。
ἄλλη δὲ λίθος ὁμοία τὴν χρόαν τοῖς ἄνθραξι· βάρος δὲ ἔχουσι.
また、色は炭に似ているが、重さのある別の石もある。
τὸ δὲ ὅλον ἐν τοῖς μετάλλοις πλεῖσται καὶ ἰδιώταται φύσεις εὑρίσκονται τῶν τοιούτων, ὧν τὰ μέν εἰσι γῆς καθάπερ ὦχρα καὶ μίλτος, τὰ δὲ οἷον ἄμμου καθάπερ χρυσοκόλλα καὶ κύανος, τὰ δὲ κονίας οἷον σανδαράκη καὶ ἀρρενικὸν καὶ ὅσα ὅμοια τούτοις.
概して、鉱山の中にはこのような石のきわめて多様で独特な性質が見出され、それらのうちあるものは黄土や赤土のような土であり、別のあるものはクリュソコッラやキュアノスのような砂であり、さらに他はあるものはサンダラケやアルレニコ、およびこれらに類するような塵である。
καὶ τῶν μὲν τοιούτων πλείους ἄν τις λάβοι τὰς ἰδιότητας.
そして、このような石から人はより多くの固有の性質を理解するだろう。
ἔνιαι δὲ λίθοῖ καὶ τὰς τοιαύτας ἔχουσι δυνάμεις εἰς τὸ μὴ πάσχειν, ὥσπερ εἴπομεν, οἷον τὸ μὴ γλύφεσθαι σιδηρίοις ἀλλὰ λίθοις ἑτέροις.
また、ある種の石は、我々が述べたように、影響を受けないためのそのような力、すなわち鉄の道具ではなく他の石によってしか彫られないという性質を持っている。
ὅλως μὲν ἡ κατὰ τὰς ἐργασίας κοὶ τῶν μειζόνων λίθων πολλὴ διαφορά.
総じて、加工の仕方に関しては、より大きな石においても多くの違いがある。
πριστοὶ γὰρ, οἱ δὲ γλυπτοὶ, καθάπερ ἐλέχθη, καὶ τορνευτοὶ τυγχάνουσι, καθάπερ καὶ ἡ μαγνῆτις αὕτη λίθος ἡ καὶ ὄψει περιττὸν ἔχουσα, καὶ ἧς γε δή τινες θαυμάζουσι τὴν ὁμοίωσιν τῷ ἀργύρῳ μηδαμῶς οὔσης συγγενοῦς.
というのも、あるものは鋸で引かれ、あるものはすでに述べたように彫刻され、またあるものは旋盤にかけられるからである。 ちょうどこのマグネシアの石も同様であり、これは見た目にも並外れた特徴を持っており、銀にまったく血縁関係がないにもかかわらず、銀に似ていることを人々が驚嘆する石である。
πλείους δʼ εἰσὶν οἱ δεχόμενοι πάσας τὰς ἐργασίας.
しかし、すべての加工を受け入れる石のほうが多い。
ἐπεὶ καὶ ἐν Σίφνῳ τοιοῦτός τίς ἐστιν ὀρυκτὸς ὡς τρία στάδια ἀπὸ θαλάττης, στρογγύλος καὶ βωλώδης, καὶ τορνεύεται καὶ γλύφεται διὰ τὸ μαλακόν·
実際、シプノス島には、海から三スタディオンほどのところにそのような採掘される石があり、丸くて塊状をしており、柔らかいために旋盤にかけられたり彫られたりする。
ὅταν δὲ πυρωθῇ καὶ ἀποβαφῇ ἐλαίῳ, μέλας τε σφόδρα γίνεται καὶ σκληρός.
しかし、火に通されて油に浸されると、きわめて黒く、また硬くなる。
ποιοῦσι δʼ ἐξ αὐτοῦ σκεύη τὰ ἐπιτράπεζα.
そして人々はそれから食卓用の器を作る。
οἱ μὲν (οὖν) τοιοῦτοι πάντες προσδέχονται τὴν τοῦ σιδήρου δύναμιν· ἔνιοι δὲ λίθοις ἄλλοις γλύφονται, σιδήροις δʼ οὐ δύνανται καθάπερ εἴπομεν.
さて、このような石はすべて鉄の作用を受け入れるが、あるものは他の石で彫られ、我々が述べたように鉄では彫ることができない。
οἱ δὲ σιδήροις μὲν ἀμβλυτέροις δέ·
またあるものは、鉄では彫れるが、切れ味の鈍い道具でなければならない。
καὶ εἰσὶν παραπλησίως δὲ κάτω (ἄτοπον?) τὰ μὴ τέμνεσθαι σιδήρῳ καίτοι καὶ στερεὸν ἕτε ἰσχυρότερα τέμνει, καὶ σίδηρος λίθου σκληρότερος ὤν.
そして、鉄で切ることができないというのは、一見矛盾しているように思われる。 なぜなら、鉄はより硬い他のものを切り、また鉄は石よりも硬いのだから。
ἄτοπον δὲ κἀκεῖνο φαίνεται διότι ἡ μὲν ἀκόνη κατεσθίει τὸν σίδηρον, ὁ δὲ σίδηρος ταύτην μὲν δύναται διαιρεῖν καὶ ῥυθμίζειν, ἐξ ἧς δὲ αἱ σφραγίδες οὔ.
また、砥石が鉄をすり減らす一方で、鉄はこの砥石を分割したり成形したりできるのに、印章が作られる石に対してはそれができないというのも奇妙に思われる。
καὶ πάλιν ὁ λίθος ᾧ γλύφουσι τὰς σφραγίδας ἐκ τούτου ἐστὶν ἐξ οὗπερ αἱ ἀκόναι, ἢ ἐξ ὁμοίου τούτῳ ἄγεται δὲ ἡ (ἀρίστη) ἐξ Ἀρμενίας.
さらに、人々が印章を彫るために用いる石は、砥石が作られるのと同じもの、あるいはそれに類するものから作られており、最良のものはアルメニアから運ばれる。
θαυμαστὴ δὲ φύσις καὶ τῆς βασανιζούσης τὸν χρυσόν·
また、金を試す石の性質も驚くべきものである。
δοκεῖ γὰρ δὴ τὴν αὐτὴν ἔχειν τῷ πυρὶ δύναμιν· καὶ γὰρ ἐκεῖνο δοκιμάζει.
それは火と同じ力を持つと思われるからであり、実際、火もまた試金を行うからである。
διὸ καὶ ἀποροῦσί τινες οὐκ ἄγαν οἰκείως ἀποροῦντες.
そのため、一部の人々は疑問を抱くが、それはあまり適切ではない。
οὐ γὰρ τὸν αὐτὸν τρόπον δοκιμάζει, ἀλλὰ τὸ μὲν πῦρ τῷ τὰ χρώματα μεταβάλλειν καὶ ἀλλοιοῦν ὁ δὲ λίθος τῇ παρατρίψει·
なぜなら、試す方法が同じではないからである。 火は色を変化させ変質させることによって試すが、石はこすり合わせることによって試す。
δύναται γὰρ ὡς ἔοικεν ἐκλαμβάνειν τὴν ἑκάστου φύσιν.
石は、どうやら個々の性質を引き出すことができるようである。
εὑρῆσθαι δέ φασι νῦν ἀμείνω πολὺ τῆς πρότερον ὥστε μὴ μόνον τὸν ἐκ τῆς καθάρσεως ἀλλὰ καὶ τὸν κατάχαλκον χρυσὸν καὶ ἄργυρον γνωρίζειν καὶ πόσον εἰς τὸν στατῆρα μέμικται.
最近、以前のものよりもはるかに優れた試金石が発見されたと言われており、精錬された金だけでなく、銅が混ざった金や銀をも見分け、スタテルあたりどれだけ混ざっているかまで判定できるという。
σημεῖα δʼ ἐστὶν αὐτοῖς ἀπὸ τοῦ ἐλαχίστου·
彼らの判定基準は最小のものから始まる。
ἐλάχιστον δὲ γίνεται κριθῂ, εἶτα κόλλυβος, εἶτα τεταρτημόριον ἢ ἡμιώβολος, ἕξ ὧν γνωρίζουσι τὸ καθῆκον.
最小のものは麦粒、次にコリュボス、次にテタルテモリオンまたは半オボロスであり、これらによって規定の割合を知る。
εὑρίσκονται δὲ τοιαύται πᾶσαι ἐν τῷ ποταμῷ Τμώλῳ.
これらはすべてトモロス川で見つかる。
λεία δʼ ἡ φύσις αὐτῶν καὶ ψηφοειδὴς, πλατεῖα, οὐ στρογγύλη.
その性質は滑らかで小石のようであり、平たく、丸くはない。
μέγεθος δὲ ὅσον διπλασία τῆς μεγίστης ψήφου.
大きさは最大の小石の約二倍である。
διαφέρει δʼ αὐτῆς πρὸς τὴν δοκιμασίαν τὰ ἄνω πρὸς τὸν ἥλιον ἢ τὰ κάτω καὶ βέλτιον δοκιμάζει τὰ ἄνω·
試金において、太陽に向いている上側と下側で異なり、上側のほうがよく試金できる。
τοῦτο δὲ διότι ξηρότερα τὰ ἄνω·
これは上側がより乾燥しているためであり、湿気は引き出すことを妨げるからである。
κωλύει γὰρ ἡ ὑγρότης εἰς τὸ ἐκλαμβάνειν·
実際、暑い時期には試金がうまくできない。
ἐπειδὴ καὶ ἐν τοῖς καύμασι δοκιμάζει χεῖρον ἀνίησι γάρ τινα νοτίδα ἐξ αὐτῆς διʼ ἣν ἀπολισθαίνει.
というのも、石からある種の湿気が放出され、それによって滑ってしまうからである。
συμβαίνει δὲ τοῦτο καὶ ἄλλοις τῶν λίθων, καὶ ἐξ ὧν τὰ ἀγάλματα ποιοῦσιν, ὃ καὶ σημεῖον ὑπολαμβάνουσιν ἴδιόν τι τοῦ ἕδους.
これは他の石、例えば神像が作られる石にも起こることであり、人々はそれを神像に特有の超自然的な兆候とみなす。