Humanitext Reader

泰奥弗拉斯托斯 · 论石 §2.7

矿石的性质、石材加工性与试金石

第 5 段,共 8 段 · 希腊语

内容简介

本节探讨了各种开采矿物的性质、不同石材的可加工性,以及用于检测黄金的试金石的特征和检验方法。

§2.7CAP. VII. Τῶν δὲ λίθων πολλαί τινες αἰ φύσεις καὶ τῶν μεταλλευομένων.
CAP. VII. 石头和矿物的性质有很多种。
ἔνιαι γὰρ ἅμα χρυσὸν ἔχουσι κοὶ ἄργυρον, προφανῆ δὲ μόνον ἄργυρον· βαρύτεραι δὲ αὗται πολὺ καὶ τῇ ῥοπῇ καὶ τῇ ὀσμῇ.
因为有些同时含有金和银,而有些则只显露银;这些在重量上和气味上都要重得多。
καὶ κύανος σὐτοφυὴς ἔχων ἐν ἑαυτῷ χρυσοκόλλαν.
还有天然的蓝铜矿,其内部含有珪孔雀石。
ἄλλη δὲ λίθος ὁμοία τὴν χρόαν τοῖς ἄνθραξι· βάρος δὲ ἔχουσι.
另一种石头的颜色像木炭,它们具有重量。
τὸ δὲ ὅλον ἐν τοῖς μετάλλοις πλεῖσται καὶ ἰδιώταται φύσεις εὑρίσκονται τῶν τοιούτων, ὧν τὰ μέν εἰσι γῆς καθάπερ ὦχρα καὶ μίλτος, τὰ δὲ οἷον ἄμμου καθάπερ χρυσοκόλλα καὶ κύανος, τὰ δὲ κονίας οἷον σανδαράκη καὶ ἀρρενικὸν καὶ ὅσα ὅμοια τούτοις.
总的来说,在矿山中可以发现此类物质中最多且最奇特的性质,其中一些是土,如黄土和红土,另一些则像沙子,如珪孔雀石和蓝铜矿,还有一些是粉末,如鸡冠石和雄黄,以及与这些相似的物质。
καὶ τῶν μὲν τοιούτων πλείους ἄν τις λάβοι τὰς ἰδιότητας.
对于此类物质,人们可以掌握更多其特性。
ἔνιαι δὲ λίθοῖ καὶ τὰς τοιαύτας ἔχουσι δυνάμεις εἰς τὸ μὴ πάσχειν, ὥσπερ εἴπομεν, οἷον τὸ μὴ γλύφεσθαι σιδηρίοις ἀλλὰ λίθοις ἑτέροις.
正如我们所说,有些石头还具有这种不受外界作用的能力,例如不能用铁器雕刻,而只能用其他石头雕刻。
ὅλως μὲν ἡ κατὰ τὰς ἐργασίας κοὶ τῶν μειζόνων λίθων πολλὴ διαφορά.
总的来说,在加工方法上,即使是较大的石头也有很大差异。
πριστοὶ γὰρ, οἱ δὲ γλυπτοὶ, καθάπερ ἐλέχθη, καὶ τορνευτοὶ τυγχάνουσι, καθάπερ καὶ ἡ μαγνῆτις αὕτη λίθος ἡ καὶ ὄψει περιττὸν ἔχουσα, καὶ ἧς γε δή τινες θαυμάζουσι τὴν ὁμοίωσιν τῷ ἀργύρῳ μηδαμῶς οὔσης συγγενοῦς.
因为有些是可以锯开的,有些是可以雕刻的,如前所述,还有一些是可以旋切的,就像这种磁石,它在外观上也很奇特,人们惊叹于它与银的相似性,尽管它与银毫无渊源。
πλείους δʼ εἰσὶν οἱ δεχόμενοι πάσας τὰς ἐργασίας.
然而,能接受所有加工方式的石头更多。
ἐπεὶ καὶ ἐν Σίφνῳ τοιοῦτός τίς ἐστιν ὀρυκτὸς ὡς τρία στάδια ἀπὸ θαλάττης, στρογγύλος καὶ βωλώδης, καὶ τορνεύεται καὶ γλύφεται διὰ τὸ μαλακόν· ὅταν δὲ πυρωθῇ καὶ ἀποβαφῇ ἐλαίῳ, μέλας τε σφόδρα γίνεται καὶ σκληρός.
因为在锡夫诺斯岛也有这样一种矿石,距离大海约三斯塔德,呈圆形和块状,由于其质地柔软,可以旋切和雕刻;但当它被火烧并浸入油中时,就会变得非常黑且坚硬。
ποιοῦσι δʼ ἐξ αὐτοῦ σκεύη τὰ ἐπιτράπεζα.
人们用它制作餐具。
οἱ μὲν (οὖν) τοιοῦτοι πάντες προσδέχονται τὴν τοῦ σιδήρου δύναμιν· ἔνιοι δὲ λίθοις ἄλλοις γλύφονται, σιδήροις δʼ οὐ δύνανται καθάπερ εἴπομεν.
现在,所有此类石头都接受铁的作用;但有些是用其他石头雕刻的,正如我们所说,不能用铁加工。
οἱ δὲ σιδήροις μὲν ἀμβλυτέροις δέ·
而另一些则可以用铁加工,但只能用较钝的工具。
καὶ εἰσὶν παραπλησίως δὲ κάτω (ἄτοπον?) τὰ μὴ τέμνεσθαι σιδήρῳ καίτοι καὶ στερεὸν ἕτε ἰσχυρότερα τέμνει, καὶ σίδηρος λίθου σκληρότερος ὤν.
铁不能切开它们,这似乎有些奇怪,尽管铁能切开其他更坚硬的东西,而且铁比石头更硬。
ἄτοπον δὲ κἀκεῖνο φαίνεται διότι ἡ μὲν ἀκόνη κατεσθίει τὸν σίδηρον, ὁ δὲ σίδηρος ταύτην μὲν δύναται διαιρεῖν καὶ ῥυθμίζειν, ἐξ ἧς δὲ αἱ σφραγίδες οὔ.
同样奇怪的是,砥石能磨损铁,而铁能分割并修整这种砥石,却不能对制作印章的石头做到这一点。
καὶ πάλιν ὁ λίθος ᾧ γλύφουσι τὰς σφραγίδας ἐκ τούτου ἐστὶν ἐξ οὗπερ αἱ ἀκόναι, ἢ ἐξ ὁμοίου τούτῳ ἄγεται δὲ ἡ (ἀρίστη) ἐξ Ἀρμενίας.
此外,人们用来雕刻印章的石头,与制作砥石的材料相同,或者是由与之相似的材料制成的;最优质的则产自亚美尼亚。
θαυμαστὴ δὲ φύσις καὶ τῆς βασανιζούσης τὸν χρυσόν· δοκεῖ γὰρ δὴ τὴν αὐτὴν ἔχειν τῷ πυρὶ δύναμιν· καὶ γὰρ ἐκεῖνο δοκιμάζει.
用于检验黄金的石头(试金石)的性质也令人叹为观止;因为它似乎具有与火相同的力量,因为火也能检验黄金。
διὸ καὶ ἀποροῦσί τινες οὐκ ἄγαν οἰκείως ἀποροῦντες.
因此,有些人感到困惑,但这种困惑并不十分恰当。
οὐ γὰρ τὸν αὐτὸν τρόπον δοκιμάζει, ἀλλὰ τὸ μὲν πῦρ τῷ τὰ χρώματα μεταβάλλειν καὶ ἀλλοιοῦν ὁ δὲ λίθος τῇ παρατρίψει· δύναται γὰρ ὡς ἔοικεν ἐκλαμβάνειν τὴν ἑκάστου φύσιν.
因为它的检验方式并不相同,火是通过改变和转化颜色来检验,而石头则是通过摩擦来检验;因为石似乎能够吸取各金属的本性。
εὑρῆσθαι δέ φασι νῦν ἀμείνω πολὺ τῆς πρότερον ὥστε μὴ μόνον τὸν ἐκ τῆς καθάρσεως ἀλλὰ καὶ τὸν κατάχαλκον χρυσὸν καὶ ἄργυρον γνωρίζειν καὶ πόσον εἰς τὸν στατῆρα μέμικται.
据说现在发现了一种比以前好得多的试金石,它不仅能识别提炼过的黄金,还能识别掺有铜的金和银,并能测出每斯塔特中混合了多少。
σημεῖα δʼ ἐστὶν αὐτοῖς ἀπὸ τοῦ ἐλαχίστου· ἐλάχιστον δὲ γίνεται κριθῂ, εἶτα κόλλυβος, εἶτα τεταρτημόριον ἢ ἡμιώβολος, ἕξ ὧν γνωρίζουσι τὸ καθῆκον.
他们的标记从最小的单位开始;最小的是麦粒,然后是科柳博斯,再然后是四分之一奥博尔或半奥博尔,他们据此判定应有的比例。
εὑρίσκονται δὲ τοιαύται πᾶσαι ἐν τῷ ποταμῷ Τμώλῳ.
所有这些石头都发现于托摩罗斯河中。
λεία δʼ ἡ φύσις αὐτῶν καὶ ψηφοειδὴς, πλατεῖα, οὐ στρογγύλη.
它们的性质光滑且呈卵石状,扁平而非圆形。
μέγεθος δὲ ὅσον διπλασία τῆς μεγίστης ψήφου.
大小约为最大卵石的两倍。
διαφέρει δʼ αὐτῆς πρὸς τὴν δοκιμασίαν τὰ ἄνω πρὸς τὸν ἥλιον ἢ τὰ κάτω καὶ βέλτιον δοκιμάζει τὰ ἄνω· τοῦτο δὲ διότι ξηρότερα τὰ ἄνω· κωλύει γὰρ ἡ ὑγρότης εἰς τὸ ἐκλαμβάνειν·
在检验中,面向太阳的上侧与下侧有所不同,上侧检验效果更好;这是因为上侧更干燥,因为湿气会阻碍吸取。
ἐπειδὴ καὶ ἐν τοῖς καύμασι δοκιμάζει χεῖρον ἀνίησι γάρ τινα νοτίδα ἐξ αὐτῆς διʼ ἣν ἀπολισθαίνει.
事实上,在炎热天气里检验效果较差,因为它会散发出某种湿气,导致金属滑动。
συμβαίνει δὲ τοῦτο καὶ ἄλλοις τῶν λίθων, καὶ ἐξ ὧν τὰ ἀγάλματα ποιοῦσιν, ὃ καὶ σημεῖον ὑπολαμβάνουσιν ἴδιόν τι τοῦ ἕδους.
这也发生在其他石头上,甚至包括制作神像的石头,人们也以此作为神像特有的某种超自然征兆。

词汇与语法注释

  1. §2.7κύανος σὐτοφυὴς ἔχων ἐν ἑαυτῷ χρυσοκόλλαν — σὐτοφυὴς 是 αὐτοφυὴς(天然的、自然生成的)的笔误。χρυσοκόλλα 字面意思是“金胶”,在此指珪孔雀石或用于焊金的物质。
  2. §2.7τὸ δὲ ὅλον ἐν τοῖς μετάλλοις πλεῖσται καὶ ἰδιώταται φύσεις εὑρίσκονται — 短语 τὸ δὲ ὅλον 是副词性表达,意为“总的来说”或“大体上”。随后的关系从句 ὧν τὰ μέν... τὰ δέ... 将矿山中发现的矿物物理形态分为三类:土(γῆ)、沙(ἄμμος)和粉末(κονία)。
  3. §2.7ἡ καὶ ὄψει περιττὸν ἔχουσα — 冠词 ἡ 指代前文的 ἡ μαγνῆτις αὕτη λίθος。ὄψει 之前的 καί 起强调作用(“甚至”或“确实”),修饰“外观”(ὄψει),意为“在外观上确实具有非凡特征的”。
  4. ¦p.44¦ἄτοπον δὲ κἀκεῖνο φαίνεται διότι — 形容词 ἄτοπον(“奇妙的”或“矛盾的”)指关于铁、砥石(ἀκόνη)和印章石的相对硬度与加工性的物理悖论:砥石能磨损铁,而铁能切割并修整砥石,却不能切割印章石。
  5. ¦p.44¦τῇ παρατρίψει — 手段与格。它将试金石通过“摩擦”(παράτριψις)进行检验的方法,与火通过热变化变质(ἀλλοιοῦν)进行检验的方法进行了对比。
  6. ¦p.45¦ὃ καὶ σημεῖον ὑπολαμβάνουσιν ἴδιόν τι τοῦ ἕδους — 关系代名词 ὅ(中性单数)以整个前句(石头渗出湿气)为先行词。ἕδος 意为“底座”或“神像”,指古代人将神像“出汗”视为神明特有的某种神圣征兆(σημεῖον)的信仰。

引用这一段

泰奥弗拉斯托斯, 论石 §2.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg004.humanitext-grc1:2.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。