Humanitext Reader

テオプラストス · 石について §2.5-2.6

リュングリオンの性質と印章石および稀少な石

4 / 8 箇所 · ギリシア語

要旨

リュングリオンの特異な吸引力やその生成について説明し、印章に用いられる様々な貴石の性質(雌雄の分類など)を挙げる。さらに、ギリシア産と異国産の希少な石、真珠や化石象牙、珊瑚などの特徴について記述している。

§2.5CAP. V. Αὕτη τε δὴ περιττὴ τῇ δυνάμει καὶ τὸ λυγγούριον·
CAP. V. この石もその効力において際立っているが、リュングリオンも同様である。
καὶ γὰρ ἐκ τούτου γλύφεται τὰ σφραγίδια καὶ ἔστι στερεωτάτη καθάπερ λίθος·
なぜなら、これからも印章が彫り出され、石のようにきわめて堅いからである。
ἕλκει γὰρ ὥσπερ τὸ ἤλεκτρον, οἱ δέ φασιν οὐ μόνον κάρφη καὶ ξύλον (φύλλα) ἀλλὰ καὶ χαλκὸν καὶ σίδηρον ἐὰν ᾖ λεπτὸς, ὥσπερ καὶ Διοκλῆς ἔλεγεν.
というのも、それは琥珀のように物を引き寄せるからであり、ある人々は、藁や木の葉だけでなく、薄ければ青銅や鉄さえも引き寄せると言っており、ディオクレスもそう語っていた。
ἔστι δὲ διαφανές τε σφόδρα καὶ ψυχρόν.
それはきわめて透明で、冷たい。
βέλτιον δὲ τὸ τῶν ἀγρίων ἢ τὸ τῶν ἡμέρων καὶ τὸ τῶν ἀρρένων ἢ τὸ τῶν θηλειῶν ὡς καὶ τῆς τροφῆς διαφερούσης, καὶ τοῦ πονεῖν ἢ μὴ πονεῖν, καὶ τῆς τοὐ σώματος ὅλως φύσεως, ᾗ τὸ μὲν ξηρότερον τὸ δʼ ὑγρότερον.
そして、野生のものの尿からできたものが飼い慣らされたもののものより優れており、オスのものがメスのものより優れている。 それは食物の違いや、活動するか活動しないか、また一般に肉体の性質において、一方はより乾燥し、他方はより湿っていることによる。
εὑρίσκουσι δʼ ἀνορύττοντες οἱ ἔμπειροι·
経験のある者たちは掘り起こしてこれを見出す。
κατακρύπτεται γὰρ καὶ ἐπαμᾶται γῆν ὅταν οὐρήσῃ.
というのも、それは尿をすると、隠して土をかぶせるからである。
γίνεται δὲ καὶ κατεργασία τις αὐτοῦ πλείων.
また、それにはより多くの加工が施される。
ἐπεὶ δὲ καὶ τὸ ἤλεκτρον λίθος, τὸ γὰρκιὸν κιὸν ὅ περὶ Λιγυστικὴν, καὶ τούτῳ ἄν ἡ τοῦ ἕλκειν δύναμις ἀκολουθοίη.
琥珀もまた石であり――リグリア地方の周りにある、化石化されたものであるが――これにも引き寄せる力が伴うだろう。
μάλιστα δʼ ἐπίδηλος καὶ φανερωτάτη ἡ τὸν σίδηρον ἄγουσα.
そして、鉄を引き寄せる石において、その力は最も顕著で、最も明白である。
γίνεται δὲ καὶ αὕτη σπανία καὶ ὀλιγαχοῦ.
これもまた稀であり、わずかな場所にしか生じない。
καὶ αὕτη μὲν δὴ συναριθμείσθω τὴν δύναμιν ὁμοίαν ἔχειν.
これもまた、同様の力を有するものとして数え上げられるべきである。
ἐξ ὧν δὲ τὰ σφραγίδια ποιεῖται καὶ ἄλλαι πλείους εἰσὶν, οἷον ἥ θʼ ὑαλοείδης ἣ καὶ ἔμφασιν ποιεῖ καὶ διάφασιν, καὶ τὸ ἀνθράκιον, καὶ ἡ ὄμφαξ·
印章が作られる石には、他にも数多くあり、例えば、反射と透過の両方を行うガラス質の石や、アントラキオン、およびオムパクスなどがある。
ἔτι δὲ καὶ ἡ κρύσταλλος καὶ τὸ ἀμέθυσον, ἄμφω δὲ διαφανὴ εὑρίσκονται δὲ καὶ αὗται καὶ τὸ σάρδιον διακοπτομένων τινῶν πετρῶν.
さらに水晶やアメジストもあり、両者とも透明であるが、これらやサディオンは、ある種の岩石を切り割る際に見出される。
καὶ ἄλλαι δὲ ὡς προείρηται πρότερον διαφορὰς ἔχουσαι καὶ συνώνυμοι πρὸς ἀλλήλας.
また前述のように、他にも互いに違いを持ちながらも、同じ名で呼ばれるものがある。
τοῦ γὰρ σαρδίου τὸ μὲν διαφανὲς ἐρυθρότερον δὲ καλεῖται θῆλυ, τὸ δὲ διαφανὲς μὲν μελάντερον δὲ ἄρσεν.
すなわち、サディオンのうち、透明でより赤いものはメスと呼ばれ、透明ではあるがより黒ずんだものはオスと呼ばれる。
καὶ τὰ λυγγούρια δὲ ὡσαύτως ὧν τὸ θῆλυ διαφανέστερον καὶ ξανθότερον.
またリュングリオンも同様であり、そのうちメスはより透明で、より黄色い。
καλεῖται δὲ καὶ κύανος ὁ μὲν ἄρρην ὁ δὲ θῆλυς· μελάντερος δὲ ὁ ἄρρην.
また、キュアノスもオスとメスと呼ばれ、オスのほうがより黒ずんでいる。
τὸ δʼ ὀνύχιον μικτὸν λευκῷ καὶ φαιῷ παρʼ ἄλληλα.
一方、オニュキオンは、白と灰色が交互に混ざり合っている。
τὸ δʼ ἀμέθυσον οἰνωπὸν τῇ χρόᾳ.
アメジストは色がワインのようである。
καλὸς δὲ λίθος καὶ ὁ ἀχάτης ὁ ἀπὸ τοῦ Ἀχάτου ποταμοῦ τοῦ ἐν Σκελίᾳ καὶ πωλεῖται τίμιος.
また、シケリアのハカテス川から採れるハカテスも美しい石であり、高値で売られる。
ἐν Λαμψάκῳ δέ ποτʼ ἐν τοῖς χρυσίοις εὑρέθη θαυμαστὴ λίθος ἐξ ἧς ἀνενεχθείσης πρὸς στιρὰν (Ἄστυρα Schn. ) σφρα γίδιον γλυφθὲν ἀνεπέμφθη (Ἀλεξάνδρῳ Plin. ) βασιλεῖ διὰ τὸ περιττόν.
かつてランプサコスの金山において驚くべき石が発見され、それがアステュラに運ばれた後、そこから印章が彫られて、その並外れた性質ゆえに王に献上された。
§2.6CAP. VI. Καὶ αὗται μὲν ἅμα τῷ καλῷ καὶ τὸνιον ἔχουσιν.
CAP. VI. そしてこれらの石は、その美しさと同時に、固有の効力をも持っている。
αἱ δὲ δὴ ἐκ τῆς Ἑλλάδος εὐτελέστεραι, οἷον τὸ ἀνθράκιον τὸ ἐξ Ὀρχομενοῦ τῆς Ἀρκαδίας.
一方、ギリシアから産出するものはより安価であり、例えばアルカディアのオルコメノス産のアントラキオンがそうである。
ἔστι δὲ οὗτος μελάντερος τοῦ Χίου· κάτοπτρα δὲ ἐξ αὐτοῦ ποιοῦσι·
これはキオス産の石よりも黒ずんでおり、人々はこれから鏡を作る。
καὶ ὁ τροιζήνιος·
また、トロイゼン産の石もある。
οὗτος δὲ ποικίλος τὰ μὲν φοινικοῖς τὰ δὲ λευκοῖς χρώμασι.
これはまだら模様で、ある部分は赤く、ある部分は白い色をしている。
ποικίλος δὲ καὶ ὁ κορίνθιος τοῖς αὐτοῖς χρώμασι πλὴν ὅτι χλωροειδέστερος.
コリントス産の石も同じ色でまだら模様であるが、より緑がかっているという点が異なる。
τὸ δὲ ὅλον πολλοὶ τυγχάνουσιν οἱ τοιοῦτοι ἀλλʼ οἱ περιττοὶ σπάνιοι καὶ ἐξ ὀλίγων τόπων οἷον ἔκ τε Καρχηδόνος καὶ ἐκ τῶν περὶ Μασσαλίαν καὶ ἐξ Αἰγύπτου κατὰ τοὺς Καταδούπους καὶ Συήνης πρὸς Ἐλεφαντίνῃ πόλει καὶ ἐκ τῆς Ψεφὼ καλουμένης χώρας.
総じて、このような石は数多く存在するが、際立ったものは稀であり、わずかな場所からしか産出しない。 例えば、カルタゴやマッサリア周辺、またエジプトの急流地方や、エレファンティネ市の近くのシュエネ、そしてプセポと呼ばれる地域から産出する。
καὶ ἐν Κύπρῳ ἥ τε σμάραγδος καὶ ἡ ἴασπις.
さらにキュプロスにおけるスマラグドスやイアスピスもそうである。
οἷς δὲ εἰς τὰ λιθοκόλλητα χρῶνται ἐκ τῆς Βακτριανῆς εἰσὶ πρὸς τῇ ἐρήμῳ.
一方、人々が宝石嵌め細工に用いる石は、砂漠に隣接するバクトリア地方から産出する。
συλλέγουσι δʼ αὐτοὺς ὑπὸ ἐτησίας ἱππεῖς ἐξιόντες·
騎兵たちが季節風の吹く時期に出かけて行ってそれらを採集する。
τότε γὰρ ἐμφανεῖς γίνονται κινουμένης τῆς ἄμμου διὰ τὸ μέγεθος τῶν πνευμάτων.
なぜなら、その時期には強い風によって砂が動かされ、それらが姿を現すからである。
εἰσὶ δὲ μικροὶ καὶ οὐ μεγάλοι.
それらは小さく、大きくはない。
τῶν σπουδαζομένων δὲ λίθων ἐστὶ καὶ ὁ μαργαρίτης καλούμενος, διαφανὴς μὲν τῇ φύσει, ποιοῦσι δʼ ἐξ αὐτοῦ τοὺς πολυτελεῖς ὅρμους.
重宝される石の中には、真珠と呼ばれるものもあり、その性質は透明で、人々はこれから高価な首飾りを作る。
γίνεται δὲ ἐν ὀστρείῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, (πλὴν ἐλάττονι· μέγεθος δὲ ἡλίκος ἰχθύος ὀφθαλμὸς εὐμεγέθης· Athen.
それはハボウキガイに似た(ただしそれより小さい)ある種の二枚貝の中に生じ、大きさは大きな魚の目ほどである。
) φέρει δὲ ἥ τε Ἰνδικὴ χῶρα καὶ νῆσοί τινες τῶν ἐν τῇ ἐρυθρᾷ.
インドの地方や、紅海にあるいくつかの島々がこれを産出する。
τὸ μὲν οὖν περιττὸν σχεδὸν ἐν ταύταις.
さて、並外れた石というのは、ほぼこれらのものである。
εἰσὶ δὲ καὶ ἄλλαι τινὲς, οἷον ὁ ἐλέφας ὁ ὀρυκτὸς ποικίλος μέλανι καὶ λευκῷ.
しかし他にもいくつかあり、例えば黒と白のまだら模様の、掘り出された象牙がある。
καὶ ἣν καλοῦσι σάπφειρον·
また、人々がサプフェイロスと呼ぶものもある。
αὕτη γὰρ μέλαινα οὐκ ἄγαν πόρρω τοῦ κυάνου τοῦ ἄρρενος καὶ πρασίτις· αὕτη δὲ ἰώδης τῇ χρόᾳ.
これは黒っぽく、オスのキュアノスからそれほど遠くない。 また、プラシティスもあり、これは色が緑青である。
πυκνὴ δὲ καὶ αἰματίτις· αὕτη δʼ αὐχμώδης καὶ κατὰ τοὔνομα ὡς αἵματος ξηροῦ πεπηγότος.
また、密度の高い、ハイマティティスもあり、これはざらざらした外観で、その名の通り、固まった乾燥した血のようである。
ἄλλη δὲ ἡ καλουμένη ξανθὴ, οὐ ξανθὴ μὲν τὴν χρόαν ἔκλευκος δὲ μᾶλλον, ὃ καλοῦσι χρῶμα οἱ Δωριεῖς ξανθόν.
他にもクサンテと呼ばれるものがあるが、色は黄色くはなく、むしろ白っぽく、ドリス人がクサントンと呼ぶ色である。
τὸ γὰρ κουράλιον, καὶ γὰρ τοῦθʼ ὥσπερ λίθος, τῇ χρόᾳ μὲν ἐρυθρὸν, περιφερὲς δʼ ὡς ῥίζα· φύεται δʼ ἐν τῇ θαλάττῃ.
珊瑚も、これもまた石のようなものであるが、色は赤く、根のように丸みを帯びており、海の中に生育する。
τρόπον δέ τινα οὐ πόρρω τούτου τῇ φύσει καὶ ὁ ἰνδικὸς κάλαμος ἀπολελιθωμένος.
その性質において、これとある意味で遠くないものに、石化したインドの葦もある。
ταῦτα μὲν οὖν ἄλλης σκέψεως.
さて、これらは別の考察に属することがらである。

語釈・文法注

  1. p.41βέλτιον δὲ τὸ τῶν ἀγρίων ἢ τὸ τῶν ἡμέρων — 対格中性の冠詞 `τὸ` の後ろに `λυγγούριον`(またはその原料となるオオヤマネコの尿 `οὖρον`)が省略されている。野生(`ἀγρίων`)と飼い慣らされたもの(`ἡμέρων`)の対比により、野生の動物から得られる石の方が質が良いとされている。
  2. p.41ἐπεὶ δὲ καὶ τὸ ἤλεκτρον λίθος — 写本によるテキストの混乱があるものの(`τὸ γὰρ κιὸν κιὸν` 等)、リグリア地方の化石(琥珀)を指している。`καὶ τούτῳ ἄν ἡ τοῦ ἕλκειν δύναμις ἀκολουθοίη` は、琥珀も石の一種である以上、引き寄せる力(吸引力)を持つはずだという推論を示している。
  3. p.42τὸν ιον — 写本は `τὸν ιον` または `τόνιον` と伝えるが、校訂者によって `τὸ χρήσιμον`(有用性)や `τὸ οἰκεῖον`(固有の性質)などと訂正されることが多い。ここでは原文の `τόνιον`(または `τὸν ἰόν` / `τόνον`:効力)を、美しさ(`τῷ καλῷ`)と対をなす「固有の効力」として解釈している。

この箇所を引用する

テオプラストス, 石について §2.5-2.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0093.tlg004.humanitext-grc1:2.5-2.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。