Humanitext Reader

泰奥弗拉斯托斯 · 论石 §2.5-2.6

猞猁石的性质与印章石及稀有矿石

第 4 段,共 8 段 · 希腊语

内容简介

本章节阐述了猞猁石(lyncurium)独特的吸引力及其成因,列举了用于印章的各种宝石的性质(如雌雄分类),并详细介绍了希腊及外国产的稀有石头,包括珍珠、化石象牙和珊瑚等。

§2.5CAP. V. Αὕτη τε δὴ περιττὴ τῇ δυνάμει καὶ τὸ λυγγούριον· καὶ γὰρ ἐκ τούτου γλύφεται τὰ σφραγίδια καὶ ἔστι στερεωτάτη καθάπερ λίθος· ἕλκει γὰρ ὥσπερ τὸ ἤλεκτρον, οἱ δέ φασιν οὐ μόνον κάρφη καὶ ξύλον (φύλλα) ἀλλὰ καὶ χαλκὸν καὶ σίδηρον ἐὰν ᾖ λεπτὸς, ὥσπερ καὶ Διοκλῆς ἔλεγεν.
CAP. V. 这种石头(绿宝石)在效力上确实不同寻常,猞猁石也是如此;因为从这种石头中也雕刻印章,而且它像石头一样极其坚固;因为它像琥珀一样具有吸引力,而有些人说它不仅能吸引草屑和木叶,甚至如果青铜和铁足够薄,也能被它吸引,正如迪奥克莱斯所说的那样。
ἔστι δὲ διαφανές τε σφόδρα καὶ ψυχρόν.
它非常透明且寒冷。
βέλτιον δὲ τὸ τῶν ἀγρίων ἢ τὸ τῶν ἡμέρων καὶ τὸ τῶν ἀρρένων ἢ τὸ τῶν θηλειῶν ὡς καὶ τῆς τροφῆς διαφερούσης, καὶ τοῦ πονεῖν ἢ μὴ πονεῖν, καὶ τῆς τοὐ σώματος ὅλως φύσεως, ᾗ τὸ μὲν ξηρότερον τὸ δʼ ὑγρότερον.
野生动物的尿所制成之石优于驯养动物的,雄性的优于雌性的,这也是由于它们的食物不同,活动或不活动,以及它们身体的整体性质不同,其中一方较为干燥,另一方较为湿润。
εὑρίσκουσι δʼ ἀνορύττοντες οἱ ἔμπειροι· κατακρύπτεται γὰρ καὶ ἐπαμᾶται γῆν ὅταν οὐρήσῃ.
有经验的人通过挖掘来发现它;因为它在排尿时会将其藏起来,并把土盖在上面。
γίνεται δὲ καὶ κατεργασία τις αὐτοῦ πλείων.
此外,它还要经过更多的加工。
ἐπεὶ δὲ καὶ τὸ ἤλεκτρον λίθος, τὸ γὰρκιὸν κιὸν ὅ περὶ Λιγυστικὴν, καὶ τούτῳ ἄν ἡ τοῦ ἕλκειν δύναμις ἀκολουθοίη.
既然琥珀也是一种石头——即在利古里亚附近发现的那种石化物质——它也应当具有吸引的力量。
μάλιστα δʼ ἐπίδηλος καὶ φανερωτάτη ἡ τὸν σίδηρον ἄγουσα.
而吸引铁的石头(磁石)中,这种力量最为显著和明显。
γίνεται δὲ καὶ αὕτη σπανία καὶ ὀλιγαχοῦ.
这也是稀有的,仅产于少数地方。
καὶ αὕτη μὲν δὴ συναριθμείσθω τὴν δύναμιν ὁμοίαν ἔχειν.
因此,这也应当被列入具有相似力量的矿物之中。
ἐξ ὧν δὲ τὰ σφραγίδια ποιεῖται καὶ ἄλλαι πλείους εἰσὶν, οἷον ἥ θʼ ὑαλοείδης ἣ καὶ ἔμφασιν ποιεῖ καὶ διάφασιν, καὶ τὸ ἀνθράκιον, καὶ ἡ ὄμφαξ· ἔτι δὲ καὶ ἡ κρύσταλλος καὶ τὸ ἀμέθυσον, ἄμφω δὲ διαφανὴ εὑρίσκονται δὲ καὶ αὗται καὶ τὸ σάρδιον διακοπτομένων τινῶν πετρῶν.
用于制作印章的石头还有许多其他种类,例如既能反射又能透光的玻璃质石、小红玉以及青葡萄石;此外还有水晶和紫水晶,两者都是透明的;在劈开某些岩石时,能发现这些石头以及红玉髓。
καὶ ἄλλαι δὲ ὡς προείρηται πρότερον διαφορὰς ἔχουσαι καὶ συνώνυμοι πρὸς ἀλλήλας.
正如前文所述,还有其他一些石头,它们彼此虽有差异却使用相同的名称。
τοῦ γὰρ σαρδίου τὸ μὲν διαφανὲς ἐρυθρότερον δὲ καλεῖται θῆλυ, τὸ δὲ διαφανὲς μὲν μελάντερον δὲ ἄρσεν.
因为在红玉髓中,透明而较红的被称为“雌性”,透明但较黑的被称为“雄性”。
καὶ τὰ λυγγούρια δὲ ὡσαύτως ὧν τὸ θῆλυ διαφανέστερον καὶ ξανθότερον.
猞猁石也是如此,其中雌性的更透明、更偏黄。
καλεῖται δὲ καὶ κύανος ὁ μὲν ἄρρην ὁ δὲ θῆλυς· μελάντερος δὲ ὁ ἄρρην.
蓝铜矿也被分为“雄性”和“雌性”,雄性颜色更深。
τὸ δʼ ὀνύχιον μικτὸν λευκῷ καὶ φαιῷ παρʼ ἄλληλα.
而缟玛瑙则是白色和灰色交替混合在一起。
τὸ δʼ ἀμέθυσον οἰνωπὸν τῇ χρόᾳ.
紫水晶的颜色则像酒一样。
καλὸς δὲ λίθος καὶ ὁ ἀχάτης ὁ ἀπὸ τοῦ Ἀχάτου ποταμοῦ τοῦ ἐν Σκελίᾳ καὶ πωλεῖται τίμιος.
产自西西里阿哈特斯河的玛瑙也是一种美丽的石头,售价高昂。
ἐν Λαμψάκῳ δέ ποτʼ ἐν τοῖς χρυσίοις εὑρέθη θαυμαστὴ λίθος ἐξ ἧς ἀνενεχθείσης πρὸς στιρὰν (Ἄστυρα Schn. ) σφρα γίδιον γλυφθὲν ἀνεπέμφθη (Ἀλεξάνδρῳ Plin. ) βασιλεῖ διὰ τὸ περιττόν.
曾几何时,在兰普萨库斯的金矿中发现了一块令人惊异的石头,它被送到阿斯提拉并雕刻成印章后,因其非凡的品质而被呈献给国王。
§2.6CAP. VI. Καὶ αὗται μὲν ἅμα τῷ καλῷ καὶ τὸνιον ἔχουσιν.
CAP. VI. 这些石头在美丽的同时,也具有其独特的效力。
αἱ δὲ δὴ ἐκ τῆς Ἑλλάδος εὐτελέστεραι, οἷον τὸ ἀνθράκιον τὸ ἐξ Ὀρχομενοῦ τῆς Ἀρκαδίας.
另一方面,产自希腊的石头则较为廉价,例如产自阿卡迪亚奥尔科梅努斯的小红玉。
ἔστι δὲ οὗτος μελάντερος τοῦ Χίου· κάτοπτρα δὲ ἐξ αὐτοῦ ποιοῦσι· καὶ ὁ τροιζήνιος·
这种石头比希奥斯石更黑,人们用它制作镜子;还有特罗伊젠石。
οὗτος δὲ ποικίλος τὰ μὲν φοινικοῖς τὰ δὲ λευκοῖς χρώμασι.
这种石头带有杂色,部分呈红色,部分呈白色。
ποικίλος δὲ καὶ ὁ κορίνθιος τοῖς αὐτοῖς χρώμασι πλὴν ὅτι χλωροειδέστερος.
科林斯石也带有相同的杂色,只是它更偏绿色。
τὸ δὲ ὅλον πολλοὶ τυγχάνουσιν οἱ τοιοῦτοι ἀλλʼ οἱ περιττοὶ σπάνιοι καὶ ἐξ ὀλίγων τόπων οἷον ἔκ τε Καρχηδόνος καὶ ἐκ τῶν περὶ Μασσαλίαν καὶ ἐξ Αἰγύπτου κατὰ τοὺς Καταδούπους καὶ Συήνης πρὸς Ἐλεφαντίνῃ πόλει καὶ ἐκ τῆς Ψεφὼ καλουμένης χώρας.
总的来说,这类石头虽然很多,但非凡的却很罕见,且仅产于少数地方,例如迦太基、马赛周边,以及埃及近急流处、邻近象岛城的塞恩,以及被称为普塞弗的地区。
καὶ ἐν Κύπρῳ ἥ τε σμάραγδος καὶ ἡ ἴασπις.
在塞浦路斯,也有绿宝石和碧玉。
οἷς δὲ εἰς τὰ λιθοκόλλητα χρῶνται ἐκ τῆς Βακτριανῆς εἰσὶ πρὸς τῇ ἐρήμῳ.
而人们用于镶嵌宝石的矿物,则产自邻近沙漠的巴克特里亚。
συλλέγουσι δʼ αὐτοὺς ὑπὸ ἐτησίας ἱππεῖς ἐξιόντες· τότε γὰρ ἐμφανεῖς γίνονται κινουμένης τῆς ἄμμου διὰ τὸ μέγεθος τῶν πνευμάτων.
骑兵们在季风吹拂时出动去收集它们;因为那时由于风力强劲,沙子移动,它们便显露出来。
εἰσὶ δὲ μικροὶ καὶ οὐ μεγάλοι.
它们很小,并不大。
τῶν σπουδαζομένων δὲ λίθων ἐστὶ καὶ ὁ μαργαρίτης καλούμενος, διαφανὴς μὲν τῇ φύσει, ποιοῦσι δʼ ἐξ αὐτοῦ τοὺς πολυτελεῖς ὅρμους.
在备受重视的石头中,还有被称为“真珠”的一种,它天生透明,人们用它制作昂贵的项链。
γίνεται δὲ ἐν ὀστρείῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, (πλὴν ἐλάττονι· μέγεθος δὲ ἡλίκος ἰχθύος ὀφθαλμὸς εὐμεγέθης· Athen. ) φέρει δὲ ἥ τε Ἰνδικὴ χῶρα καὶ νῆσοί τινες τῶν ἐν τῇ ἐρυθρᾷ.
它产生于一种类似于江珧(但较小)的双壳贝中,大小相当于一只大鱼的眼睛;印度地区以及红海的一些岛屿出产这种东西。
τὸ μὲν οὖν περιττὸν σχεδὸν ἐν ταύταις.
以上这些几乎就是所有非凡的石头。
εἰσὶ δὲ καὶ ἄλλαι τινὲς, οἷον ὁ ἐλέφας ὁ ὀρυκτὸς ποικίλος μέλανι καὶ λευκῷ.
但还有其他一些,例如掘出的象牙,带有黑白杂色。
καὶ ἣν καλοῦσι σάπφειρον· αὕτη γὰρ μέλαινα οὐκ ἄγαν πόρρω τοῦ κυάνου τοῦ ἄρρενος καὶ πρασίτις· αὕτη δὲ ἰώδης τῇ χρόᾳ.
还有被称为蓝宝石的矿物;因为它颜色很深,与雄性蓝铜矿相差无几;以及绿石,其颜色呈浅绿色。
πυκνὴ δὲ καὶ αἰματίτις· αὕτη δʼ αὐχμώδης καὶ κατὰ τοὔνομα ὡς αἵματος ξηροῦ πεπηγότος.
赤铁矿也很致密;它外观干燥,正如其名,像凝固的干血。
ἄλλη δὲ ἡ καλουμένη ξανθὴ, οὐ ξανθὴ μὲν τὴν χρόαν ἔκλευκος δὲ μᾶλλον, ὃ καλοῦσι χρῶμα οἱ Δωριεῖς ξανθόν.
还有一种被称为“黄色石”的矿物,但其颜色并非黄色,而是更偏白,多利亚人将这种颜色称为黄色。
τὸ γὰρ κουράλιον, καὶ γὰρ τοῦθʼ ὥσπερ λίθος, τῇ χρόᾳ μὲν ἐρυθρὸν, περιφερὲς δʼ ὡς ῥίζα· φύεται δʼ ἐν τῇ θαλάττῃ.
因为珊瑚——这也像是一种石头——颜色是红色的,像根一样呈圆形,生长在海里。
τρόπον δέ τινα οὐ πόρρω τούτου τῇ φύσει καὶ ὁ ἰνδικὸς κάλαμος ἀπολελιθωμένος.
在某种程度上,其性质与此相近的还有石化了的印度芦苇。
ταῦτα μὲν οὖν ἄλλης σκέψεως.
因此,这些事情属于另一项考察。

词汇与语法注释

  1. p.41βέλτιον δὲ τὸ τῶν ἀγρίων ἢ τὸ τῶν ἡμέρων — 在中性冠词 `τὸ` 后面省略了 `λυγγούριον`(或形成该石的猞猁尿 `οὖρον`)。通过野生(`ἀγρίων`)与驯养(`ἡμέρων`)动物的对比,指出源自野生动物的石头品质更佳。
  2. p.41ἐπεὶ δὲ καὶ τὸ ἤλεκτρον λίθος — 尽管部分抄本存在文本混乱(如 `τὸ γὰρ κιὸν κιὸν`),但此处指的是在利古里亚发现的石化物质(琥珀)。短语 `καὶ τούτῳ ἄν ἡ τοῦ ἕλκειν δύναμις ἀκολουθοίη` 表达了一个逻辑推论:既然琥珀也是一种石头,那么吸引的力量也应该属于它。
  3. p.42τὸν ιον — 抄本写作 `τὸν ιον` 或 `τόνιον`,编者常将其校订为 `τὸ χρήσιμον`(有用性)或 `τὸ οἰκεῖον`(固有性质)。此处将原文的 `τόνιον`(或 `τόνον`,意为“张力”或“效力”)解释为与美丽(`τῷ καλῷ`)并列的“独特效力”。

引用这一段

泰奥弗拉斯托斯, 论石 §2.5-2.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg004.humanitext-grc1:2.5-2.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。