§1.17Ἐὰν ἱέραξ ἐπὶ δένδρου καθεζόμενος καὶ εἴσω εἰσπετόμενος φθειρίζηται, ὕδωρ σημαίνει.
もしタカが木にとまり、かつ内部へ飛び込んで羽づくろいをするなら、雨を知らせる。
καὶ θέρους ὅταν πολλοὶ ἀθρόοι φανῶσιν ὄρνιθες οἳ βιοτεύουσιν ἐν νήσῳ, ὕδωρ σημαίνουσιν·
また、夏の間に、島に生息する鳥たちが多く群れをなして現れるなら、雨を知らせる。
ἐὰν δὲ μέτριοι, ἀγαθὸν αἰξὶ καὶ βοτοῖς, ἐὰν δὲ πολλοὶ ὑπερβολῇ, αὐχμὸν ἰσχυρόν.
しかし、適度な数であるなら、ヤギや家畜にとって良いことであり、過剰に多いなら、深刻な干ばつを知らせる。
ὅλως δὲ ὄρνιθες καὶ ἀλεκτρυόνες φθειριζόμενοι ὑδατικὸν σημεῖον, καὶ ὅταν μιμῶνται ὕδωρ ὡς ὗον.
一般に、鳥や雄鶏が羽づくろいをするのは雨の兆候であり、また、彼らが雨が降っているかのように水を模倣するときもそうである。
§1.18Καὶ ἡ νῆττα ἥμερος ὑπιοῦσα ὑπὸ τὰ γεῖσα ἀποπτερυγίζηται, ὕδωρ σημαίνει, ὁμοίως δὲ καὶ κολοιοὶ καὶ ἀλεκτρυόνες, ἐάν τε ἐπὶ λίμνῃ ἢ θαλάττῃ ἀποπτερυγίζωνται, ὡς νῆττα ὕδωρ σημαίνει.
また、飼いアヒルが軒下に入り込んで羽ばたきをするなら、雨を知らせる。 同様に、コクマルガラスや雄鶏も、また彼らが湖や海の上で羽ばたきをするなら、アヒルの場合と同じように、雨を知らせる。
καὶ ἐρωδιὸς ὄρθριον φθεγγόμενος ὕδωρ ἢ πνεῦμα σημαίνει·
また、アオサギが明け方に鳴くのは、雨または風を知らせる。
καὶ ἐὰν ἐπὶ θάλατταν πετόμενος βοᾷ, μᾶλλον ὕδατος σημεῖον ἢ πνεύματος, καὶ ὅλως βοῶν ἀνεμῶδες.
また、海に向かって飛びながら叫ぶなら、風よりはむしろ雨の兆候であり、一般にサギが叫びながら飛ぶのは風の多い兆候である。
§1.19Καὶ ὁ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ ἐὰν φθέγξηται ἔωθεν, ὕδωρ σημαίνει ἢ χειμῶνα.
また、アトリが、人が住んでいる家の中で明け方に鳴くなら、雨または嵐を知らせる。
καὶ χύτρα σπινθηρίζουσα πᾶσα περίπλεως ὕδατος σημεῖον.
また、全体にわたって火花を散らしている鍋は、雨の兆候である。
καὶ ἴουλοι πολλοὶ πρὸς τοῖχον ἕρποντες ὑδατικόν.
また、多くのヤスデが壁に向かって這うのは、雨の兆候である。
δελφὶς παρὰ γῆν κολυμβῶν καὶ ἀναδυόμενος πυκνὰ ὕδωρ ἢ χειμῶνα σημαίνει.
イルカが陸の近くで潜り、頻繁に浮き上がるのは、雨または嵐を知らせる。
§1.20Ὕμηττος ἐλάττων, ἄνυδρος καλούμενος, ἐὰν τῷ κοίλῳ νεφέλιον ἔχῃ, ὕδατος σημεῖον·
「水のないヒュメットス」と呼ばれる小ヒュメットス山が、その窪みに小さな雲を持つなら、雨の兆候である。
καὶ ἐὰν ὁ μέγας Ὕμηττος τοῦ θέρους ἔχῃ νεφέλας ἄνωθεν καὶ ἐκ πλαγίου, ὕδατος σημεῖον.
また、大ヒュメットス山が夏に上方および側面に雲を持つなら、雨の兆候である。
καὶ ἐὰν ὁ ἄνυδρος Ὕμηττος λευκὰς ἔχῃ ἄνωθεν καὶ ἐκ πλαγίου.
また、水のないヒュメットス山が上方および側面に白い雲を持つ場合も同様である。
καὶ ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ, ὕδωρ σημαίνει.
また、二分点のころに南西風が吹くなら、雨を知らせる。
§1.21Αἱ δὲ βρονταὶ αἱ μὲν χειμεριναὶ καὶ ἑωθιναὶ μᾶλλον ἄνεμον ἢ ὕδωρ σημαίνουσιν·
冬の雷および明け方の雷は、雨よりはむしろ風を知らせる。
αἱ δὲ θεριναὶ μεσημβρίας καὶ ἑσπεριναὶ βρονταὶ ὑδατικὸν σημεῖον.
しかし、夏の真昼および夕方の雷は、雨の兆候である。
ἀστραπαὶ δὲ ἐάν γε πανταχόθεν γένωνται, ὕδατος ἂν ἢ ἀνέμου σημεῖον, καὶ ἑσπεριναὶ ὡσαύτως.
また、稲妻がもしあらゆる方向から発生するなら、雨または風の兆候であり、夕方の稲妻も同様である。
καὶ ἐὰν ἀκρορίας νότου πνέοντος νοτόθεν ἀστράψῃ, ὕδωρ σημαίνει ἢ ἄνεμον.
また、南風が吹いているときに、山の峰の南から稲妻が走るなら、雨または風を知らせる。
καὶ ζέφυρος ἀστράπτων πρὸς βορείου ἢ χειμῶνα ἢ ὕδωρ σημαίνει.
また、西風が吹き、北に向かって稲妻が走るなら、嵐または雨を知らせる。
καὶ θέρους αἱ ἑσπέριαι ἀστραπαὶ ὕδωρ αὐτίκα σημαίνουσιν ἢ τριῶν ἡμερῶν.
また、夏の夕方の稲妻は、すぐに、あるいは三日以内の雨を知らせる。
καὶ ὀπώρας βορρᾶθεν ἀστραπαὶ ὑδατικὸν σημεῖον.
また、晩秋に北から走る稲妻は、雨の兆候である。
§1.22Ἡ Εὔβοια ὅταν διαζωσθῇ μέση, ὕδωρ διὰ ταχέων.
エウボイアが中腹で取り巻かれるとき、速やかに雨が降る。
καὶ ἐὰν ἐπὶ τὸ Πήλιον νεφέλη προσίζῃ. ὅθεν ἂν προσίζῃ, ἐντεῦθεν ὕδωρ ἢ ἄνεμον σημαίνει.
また、ペリオン山に雲がとどまるとき、それがどの方向からとどまるにせよ、その方向からの雨または風を知らせる。
ὅταν ἶρις γένηται, ἐπισημαίνει· ἐάν τε πολλαὶ ἴριδες γένωνται, σημαίνει ὕδωρ ἐπὶ πολύ.
虹が現れるとき、それは天候の変化を知らせるが、多くの虹が現れるなら、長雨を知らせる。
ἄλλὰ πολλάκις καὶ οἱ ὀξεῖς ἥλιοι, ὅταν ἐκ νεφέλης.
しかし、しばしば激しい太陽が、雲から現れるときも同様である。
μύρμηκες ἐν κοίλῳ χωρίῳ ἐὰν τὰ ᾠὰ ἐκφέρωσιν ἐκ τῆς μυρμηκιᾶς ἐπὶ τὸ ὑψηλὸν χωρίον, ὕδωρ σημαίνουσιν, ἑὰν δὲ καταφέρωσιν, εὐδίαν.
アリが窪んだ場所で、卵をアリ塚から高い場所へと運び出すなら、雨を知らせ、逆に運び下ろすなら、晴天を知らせる。
ἑὰν παρήλιοι δύο γένωνται καὶ ὁ μὲν νοτόθεν ὁ δὲ βορρᾶθεν, καὶ ἅλως ἅμα ὕδωρ διὰ ταχέων σημαίνουσι.
もし幻日が二つ現れ、一方が南から、他方が北から現れ、同時に暈も現れるなら、それらは速やかに雨が降ることを知らせる。
καὶ ἅλως αἱ μέλαιναι ὑδατικὸν καὶ μᾶλλον αἱ δείλης.
また、黒い暈は雨の兆候であり、夕方のものはより強い兆候である。
§1.23Ἐν τῷ Καρκίνῳ δύο ἀστέρες εἰσίν, οἱ καλούμενοι Ὄνοι, ὧν τὸ μεταξὺ τὸ νεφέλιον ἡ Φάτνη καλουμένη.
蟹座には「ロバ」と呼ばれる二つの星があり、その中間にある小さな雲は「プレセペ」と呼ばれる。
τοῦτο ἐὰν ζοφῶδες γένηται, ὑδατικόν.
これが暗く曇るなら、雨の兆候である。
ἐὰν μὴ ἐπὶ Κυνὶ ὕσῃ ἢ ἐπὶ Ἀρκτούρῳ, ὡς ἐπὶ τὸ πολὺ πρὸς ἰσημερίαν ὕδωρ ἢ ἄνεμος.
もしシリウスが昇るとき、あるいはアルクトゥルスが昇るときに雨が降らなければ、概して二分点のころに雨または風が起こる。
καὶ τὸ δημόσιον τὸ περὶ τὰς μυίας λεγόμενον ἀληθές·
また、ハエに関して世間で言われていることは真実である。
ὅταν γὰρ δάκνωσι σφόδρα, ὕδατος σημεῖον.
なぜなら、それらが激しく刺すとき、それは雨の兆候だからである。
σπίνος φθεγγόμενος ἕωθεν μὲν ὕδωρ σημαίνει ἢ χειμῶνα, δείλης δὲ ὕδωρ.
アトリが鳴くのは、明け方なら雨または嵐を知らせ、夕方なら雨を知らせる。
§1.24Τῆς δὲ νυκτὸς ὅταν τὸν Ὕμηττον κάτωθεν τῶν ἄκρων νεφέλη διαζώσῃ λευκὴ καὶ μακρά, ὕδωρ γίνεται ὡς τὰ πολλὰ μετρίων ἡμερῶν.
また夜に、白く長い雲がヒュメットス山の山頂の下を取り巻くとき、概して数日以内に雨が降る。
καὶ ἐὰν ἐν Αἰγίνῃ ἐπὶ τοῦ Διὸς τοῦ Ἑλλανίου νεφέλη καθίζηται, ὡς τὰ πολλὰ ὕδωρ γίνεται.
また、アイギナ島でヘラニオスのゼウスの山の上に雲がとどまるとき、概して雨が降る。
ἐὰν ὕδατα πολλὰ γίνηται χειμερινά, τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται αὐχμηρόν·
もし冬に多くの雨が降るなら、春は概して乾燥する。
ἐὰν δ᾿ αὐχμηρὸς ὁ χειμών, τὸ ἔαρ ὑδατῶδες.
しかし、冬が乾燥しているなら、春は雨が多くなる。
ὅταν χιόνες πολλαὶ γίνωνται, ὡς τὰ πολλὰ εὐετηρία γίνεται.
多くの雪が降るときは、概して豊作になる。
§1.25Φασὶ δέ τινες καὶ εἰ ἐν ἄνθραξι λαμπρὰ χάλαζα ἐπιφαίνηται, χάλαζαν προσημαίνειν ὡς τὰ πολλά·
また、炭火の中に明るい「雹」が現れるなら、それは概して雹をあらかじめ知らせるのだと言う者もいる。
ἐὰν δὲ ὥσπερ κέγχροι μικροὶ λαμπροὶ πολλοί, ἀνέμου μὲν ὄντος εὐδίαν, μὴ ἀνέμου δὲ ὕδωρ ἢ ἄνεμον.
しかし、もし小さな明るいアワの粒のようなものが多数現れるなら、風があるときは晴天を、風がないときは雨または風を知らせる。
ἔστι δ᾿ ἄμεινον πρῶτον γίνεσθαι βόρειον ὕδωρ νοτίου καὶ τοῖς φυομένοις καὶ τοῖς ζῴοις·
また、植物にとっても動物にとっても、南からの雨よりは北からの雨が先に降る方が良い。
δεῖ δὲ γλυκὺ εἶναι καὶ μὴ ἁλμυρὸν τοῖς γευομένοις.
そしてその雨は、味わう者にとって甘く、塩辛くないものでなければならない。
καὶ ὅλως ἔτος βέλτιον νοτίου βόρειον καὶ ὑγιεινότερον.
一般に、南風の多い年よりも、北風の多い年の方がより良く、より健康的である。
καὶ ὅταν πάλιν ὀχεύωνται πρόβατα ἢ αἶγες, χειμῶνος μακροῦ σημεῖον.
また、羊やヤギが再び交尾をするときは、長い冬の兆候である。