Humanitext Reader

テオプラストス · 気象の徴候について §1.1-1.8

気象の兆候の区分と天体・地形による予兆

1 / 8 箇所 · ギリシア語

要旨

著者自身の観察と他者からの知識に基づき、雨、風、晴天などの様々な気象兆候について記述することを宣言する。高い山や谷、太陽と月の動き、至点や分点、月の満ち欠けによる期間の等分などが、気象変化を予知する上で重要であることを説明している。

§1.1I. Σημεῖα ὑδάτων καὶ πνευμάτων καὶ χειμώνων καὶ εὐδιῶν ὧδε ἐγράψαμεν καθ᾿ ὅσον ἦν ἐφικτόν, ἃ μὲν αὐτοὶ προσκοπήσαντες ἃ δὲ παρ᾿ ἑτέρων οὐκ ἀδοκίμων λαβόντες.
I. 水、風、嵐、晴天の兆候について、我々は可能な限りにおいて、あるものは自らあらかじめ観察し、またあるものは信頼できる他の人々から得て、以下のように記述した。
Τὰ μὲν οὖν ἐπὶ τοῖς ἄστροις δυομένοις καὶ ἀνατέλλουσιν ἐκ τῶν ἀστρονομικῶν δεῖ λαμβάνειν.
したがって、星の没入や上ることに関する事柄は、天文学の書から取るべきである。
§1.2εἰσὶ δὲ δύσεις διτταί·
没入には二種類ある。
οἵ τε γὰρ ἀφανισμοὶ δύσεις εἰσί· τοῦτο δέ ἐστιν ὅταν ἅμα συνδύνῃ τῷ ἡλίῳ τὸ ἄστρον, καὶ ὅταν ἀνατέλλοντος δύνῃ.
隠蔽もまた没入であり、これは星が太陽と同時に没するとき、および太陽が昇るときに星が没するときである。
ὁμοίως δὲ καὶ ἀνατολαὶ διτταί, αἱ μὲν ἑῷοι ὅταν προανατέλλῃ τοῦ ἡλίου τὸ ἄστρον, αἱ δ᾿ ἀκρόνυχοι ὅταν ἅμα δυομένῳ ἀνατέλλῃ.
同様に、出も二種類あり、一方は明け方の出であり、太陽より先に星が昇るときであり、他方は夕方の出であり、太陽が没すると同時に星が昇るときである。
Αἱ μὲν οὖν τοῦ Ἀρκτούρου λεγόμεναι ἀνατολαὶ ἀμφοτέρως συμβαίνουσιν·
それゆえ、アルクトゥルスのいわゆる出は両方の仕方で起こる。
ἡ μὲν γὰρ τοῦ χειμῶνος ἀκρόνυχός ἐστιν, ἡ δὲ μετωπορινὴ ἑῴα.
というのも、冬のものは夕方の出であり、秋のものは明け方の出だからである。
τῶν δ᾿ ἄλλων αἱ πλεῖσται τῶν ὀνομαζομένων ἑῷαι, οἷον Πλειάδος καὶ Ὠρίωνος καὶ Κυνός.
他方、名指される他の星の大半の出は、プレアデス、オリオン、犬の星のように、明け方の出である。
§1.3Τῶν δὲ λοιπῶν σημείων ἔνια μὲν ἴδια κατὰ πάσας χώρας ἐστὶν ἐν ὅσαις ὄρη ὑψηλὰ καὶ αὐλῶνές εἰσι, μάλιστα δὲ ὅσα πρὸς θάλασσαν καθήκει τῶν ὑψηλῶν·
その他の兆候のうち、あるものは、高い山や谷があるすべての土地に特有のものであり、とりわけ高い山が海へと下っている場所に特有である。
τῶν τὲ γὰρ πνευμάτων ἀρχομένων τὰ νέφη προσπίπτει πρὸς τοὺς τοιούτους τόπους, καὶ μεθισταμένων εἰς τοὐναντίον ἀντιμεθίστανται καὶ ὑγρότερα γινόμενα διὰ βάρος εἰς τὰ κοῖλα συγκαθίζει.
というのも、風が吹き始めるとき、雲はそうした場所にぶつかり、風が反対方向に変わると雲もまた反対に移動し、湿気を帯びて重くなることで窪地に沈殿するからである。
διὸ δεῖ προσέχειν οὗ ἄν τις ἱδρυμένος ᾖ.
それゆえ、人は自分がどこに位置しているかに注意を払わねばならない。
ἔστι γὰρ ἀεί τινα λαβεῖν τοιοῦτον γνώμονα καὶ ἔστι σαφέστατα σημεῖα τὰ ἀπὸ τούτων.
なぜなら、このような指標は常に得られるものであり、それらから得られる兆候は極めて明瞭だからである。
§1.4Διὸ καὶ ἀγαθοὶ γεγένηνται κατὰ τόπους τινὰς ἀστρονόμοι ἔνιοι, οἷον Ματρικέτας ἐν Μηθύμνῃ ἀπὸ τοῦ Λεπετύμνου, καὶ Κλεόστρατος ἐν Τενέδῳ ἀπὸ τῆς Ἴδης, καὶ Φαεινὸς Ἀθήνῃσιν ἀπὸ τοῦ Λυκαβηττοῦ τὰ περὶ τὰς τροπὰς συνεῖδε, παρ᾿ οὗ Μέτων ἀκούσας τὸν τοῦ ἑνὸς δέοντα εἴκοσιν ἐνιαυτῶν κύκλου συνέταξεν.
それゆえ、特定の場所において優れた天文学者となった者たちもいる。 例えば、メテュムナのマトリケタスはレペテュムノス山から、テネドスのクレオストラトスはイデ山から、そしてアテナイのパエイノスはリュカベットス山から至点に関する事柄を把握した。 メトンはパエイノスから学んで、19年周期を編み出した。
ἦν δὲ ὁ μὲν Φαεινὸς μέτοικος Ἀθήνῃσιν ὁ δὲ Μέτων Ἀθηναῖος.
パエイノスはアテナイの在留外国人であり、メトンはアテナイ市民であった。
καὶ ἄλλοι δὲ τὸν τρόπον τοῦτον ἠστρολόγησαν.
他の人々もまた、この方法で天体を観察した。
§1.5Ἄλλα δέ ἐστι σημεῖα ἃ λαμβάνεται ἀπό τε ζώων τῶν κατ᾿ οἰκίαν καὶ ἑτέρων τινῶν τόπων καὶ παθημάτων, μάλιστα δὲ κυριώτατα ἀπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης·
また、家畜やその他の特定の場所・状態から得られる別の兆候もあるが、最も重要なのは太陽と月からのものである。
ἡ γὰρ σελήνη νυκτὸς οἷον ἥλιός ἐστι·
なぜなら、月は夜の太陽のようなものだからである。
διὸ καὶ αἱ σύνοδοι τῶν μηνῶν χειμέριοί εἰσιν, ὅτι ἀπολείπει τὸ φῶς τῆς σελήνης ἀπὸ τετράδος φθίνοντος μέχρι τετράδος ἱσταμένου.
それゆえ、月の合は嵐になりやすい。 なぜなら、欠けゆく月の4日から満ちゆく月の4日までは、月の光が失われるからである。
ὥσπερ οὖν ἡλίου ἀπόλειψις γίνεται κατὰ τὸν ὅμοιον τρόπον καὶ τῆς σελήνης ἔκλειψις.
太陽の光が失われるのと同様の仕方で、月の欠損も起こる。
§1.6δεῖ οὖν προσέχειν μάλιστα ταῖς ἀνατολαῖς ταῖς τούτων καὶ ταῖς δύσεσιν ὁποίας ἂν ποιῶνται τὸν βουλόμενον προγινώσκειν.
したがって、予知しようと望む者は、これら(太陽と月)の出没がどのような状態で行われるかに最も注意を払わねばならない。
Πρῶτον μὲν οὖν ληπτέον ὅτι αἱ διχοτομίαι διορίζουσι τὰς ὥρας, ὥστε ἐπὶ τούτων δεῖ ἀθρεῖν καὶ ἐνιαυτὸν καὶ μῆνα καὶ ἡμέραν.
まず、二分点が季節を規定していることを理解すべきであり、したがって、これらに基づいて年、月、日を観察しなければならない。
διχοτομεῖ δὲ τὸν μὲν ἐνιαυτὸν Πλειάς τε δυομένη καὶ ἀνατέλλουσα·
年を二分するのは、プレアデス星団の没入と日の出である。
ἀπὸ γὰρ δύσεως μέχρι ἀνατολῆς τὸ ἥμισυ τοῦ ἐνιαυτοῦ ἐστίν.
なぜなら、没入から出までは一年の半分だからである。
ὥστε δίχα τέμνεται ὁ πᾶς χρόνος.
したがって、全期間は真っ二つに分割される。
§1.7ὁμοίως δὲ καὶ αἱ τροπαὶ καὶ ἰσημερίαι ποιοῦσιν.
同様に、至点と分点も年を分割する。
οἵα τις ἂν οὖν ᾖ κατάστασις τοῦ ἀέρος Πλειάδος δυομένης, οὕτω ἔχει ὡς ἐπὶ τὸ πολὺ μέχρι τροπῶν, κἂν μεταβάλλῃ, μετὰ τροπάς·
それゆえ、プレアデス星団が没するときの空気の状態がどのようなものであれ、それは概して至点まで続き、仮に変化するとしても至点の後である。
ἐὰν δὲ μὴ μεταβάλλῃ, διέχει ἕως ἰσημερίας.
もし変化しなければ、分点まで続く。
κἀκεῖθεν ὡσαύτως μέχρι Πλειάδος, καὶ ἀπὸ ταύτης μέχρι τροπῶν θερινῶν, καὶ ἐντεῦθεν μέχρι ἰσημερίας, καὶ ἀπὸ ἰσημερίας μέχρι Πλειάδος δύσεως.
そしてそこから同様にプレアデスまで、そこから夏至まで、そこから分点まで、そして分点からプレアデスの没入まで続く。
§1.8Ὡς δ᾿ αὕτως ἔχει καὶ περὶ τὸν μῆνα ἕκαστον·
各月についても全く同様である。
διχοτομοῦσι γὰρ αἵ τε πανσέληνοι καὶ αἱ ὀγδόαι καὶ αἱ τετράδες, ὥστε ἀπὸ νουμηνίας ὡς ἀπ᾿ ἀρχῆς δεῖ σκοπεῖν.
満月、8日、および4日が月を等分するので、新月を起点として観察しなければならない。
μεταβάλλει γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐν τῇ τετράδι, ἐὰν δὲ μή, ἐν τῇ ὀγδόῃ, εἰ δὲ μή, πανσελήνῳ·
なぜなら、天気は概して4日に変化し、そうでなければ8日に、そうでなければ満月に変化するからである。
ἀπὸ δὲ πανσελήνου εἰς ὀγδόην φθίνοντος, καὶ ἀπὸ ταύτης εἰς τετράδα, ἀπὸ δὲ τετράδος εἰς τὴν νουμηνίαν.
そして、満月から欠けゆく月の8日に、そこから4日に、そして4日から新月へと続く。

語釈・文法注

  1. §1.2ἀνατέλλοντος — 分詞 ἀνατέλλοντος(現在分詞能動態属格単数男性)は、文脈上明らかな ἡλίου(太陽)を意味上の主語とする属格独立構文である。「太陽が昇る時に(星が没する)」という意味を表す。
  2. §1.4τοῦ ἑνὸς δέοντα εἴκοσιν — 「20から1を欠く」という表現で、「19」を意味する。分詞 δέοντα(現在分詞能動態中性複数対格、数の関係を表す慣用的な形)は、数詞を修飾して「〜を引いた」という減算の関係を表している。
  3. §1.5τετράδος φθίνοντος — アッティカ暦における日付の表現。φθίνοντος(欠けゆく)は属格単数男性分詞で、省略された μηνός(月)にかかる。月の後半の第4日(通算で27日、または30日制なら24日など、逆算による日)を指す。一方 ἱσταμένου は月の前半(満ちゆく月)の第4日(4日)を指す。

この箇所を引用する

テオプラストス, 気象の徴候について §1.1-1.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0093.ogl002.humanitext-grc1:1.1-1.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。