§B.57## τῶν κακῶν ὁμοιότης.
\n\n## 悪の類似性。
τῶν κακῶν ὁμοιότης τῶν περὶ τὴν ψυχὴν καὶ ⟨τῶν περὶ⟩ τὸ σῶμα καὶ τῶν ἐκτός ἐστιν αὕτη.
\n\n魂に関する悪、身体に関する悪、および外部に関する悪の類似性は以下の通りである。
ἐν τῇ ψυχῇ μέν ἐστιν ἀδικία κάκιστα τὴν ψυχὴν διατιθεῖσα, ἐν δὲ τῷ σώματι νόσος κάκιστα διατιθεῖσα τὸ σῶμα, ἐν δὲ τοῖς ἐκτὸς ἀτυχία κάκιστα διατιθεῖσα τὰς ἐκτὸς πράξεις·
\n魂の中には、魂を最悪の状態にする不正があり、身体の中には、身体を最悪の状態にする病気があり、外部のものの中には、外部の活動を最悪の状態にする不運がある。
καὶ ταύτῃ λαμβάνεται ἡ ὁμοιότης τῶν κακῶν τούτων.
そしてこの点において、これら諸々の悪の類似性が受け取られる。
καὶ πάλιν ἐν μὲν ψυχῇ ἀφροσύνη ἀρρωστία τίς ἐστι καὶ ἀλογιστία ψυχῆς, ἐν δὲ σώματι καχεξία ἀρρωστία ἐστίν, ἐν δὲ τοῖς ἐκτὸς ἀδοξία·
\nそしてまた、魂の中には魂のある種の病気であり不合理さである愚行があり、身体の中には病気である健康不良があり、外部のものの中には不名誉がある。
προπηλακισμὸν γὰρ καὶ ἀρρωστίαν καὶ ὀλιγωρίαν περὶ τὰ ἄλλα τινὰ ἐμποιεῖ ταῖς ἐκτὸς πράξεσι.
なぜなら不名誉は、外部の活動に対して、侮辱や、無力や、他のある事柄に対する軽視を生じさせるからである。
καὶ ταύτῃ πάλιν λαμβάνεται τῶν κακῶν τούτων ἡ ὁμοιότης.
そしてこの点において、再びこれら諸々の悪の類似性が受け取られる。
καὶ πάλιν ἐν μὲν ψυχῇ δειλία οὖσα ἐκπληκτικὰς καὶ πάντων ἥττους τῶν φόβων παρασκευάζει τὰς ψυχάς, ἐν δὲ σώματι ἀσθένεια πάντων τῶν πόνων ἡττᾶσθαι τὰ σώματα παρασκευάζει, ἐν δὲ τοῖς ἐκτὸς ἐχθροὶ ὄντες ἀσθενῆ περὶ τὰς ἐκτὸς πράξεις καὶ εὐκαταφρόνητον ποιοῦσιν·
そしてまた、魂の中にある臆病は、魂を怯えさせ、あらゆる恐怖に屈するものにし、身体の中にある虚弱は、身体をあらゆる労働に屈するものにし、外部にある敵は、人を外部の活動において弱く、侮られやすいものにする。
ᾧ γὰρ πολλοί εἰσιν ἐχθροὶ οὐδὲν τούτῳ ῥαδίως ὑπάρχει.
なぜなら、多くの敵がいる者には、何事も容易には存在しないからである。
καὶ ἔστιν ἡ μὲν δειλία ἐν φόβῳ εὐκαταφρονήτους ποιοῦσα, ἡ δὲ ἀσθένεια ἐν πόνοις εὐκαταφρόνητον τὸ σῶμα ποιεῖ, ἡ δὲ ἔχθρα ἐν πράξεσι ταῖς ἐν βίῳ.
そして、臆病は恐怖において人を侮られやすいものにし、虚弱は労働において身体を侮られやすいものにし、敵意は人生における活動においてそうするのである。
καὶ πάλιν ἡ μὲν ἀσωτία καὶ ἀκολασία αἰσχρὰν τὴν ψυχὴν καὶ ἄκοσμον παρασκευάζει, τὸ δὲ αἶσχος ἐν σώματι ὂν αἰσχρὸν τὸ σῶμα καὶ ἄκοσμον παρασκευάζει, ἡ δὲ πενία ἐκτὸς οὖσα αἰσχρὸν βίον παρασκευάζει.
\nそしてまた、放蕩と放縦は魂を醜く秩序のないものにし、身体の中にある醜さは身体を醜く秩序のないものにし、外部にある貧困は醜い人生をもたらす。
καὶ ταύτῃ λαμβάνεται τῶν κακῶν τούτων ἡ ὁμοιότης.
そしてこの点において、これら諸々の悪の類似性が受け取られる。
§B.59## ἡ ἀποβολὴ τῆς ἐπιστήμης.
\n\n\n## 知識の喪失。
διαιρεῖται ἡ ἀποβολὴ τῆς ἐπιστήμης εἰς τρία.
\n\n知識の喪失は三つに区分される。
ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐὰν φθαρῇ οὗπέρ ἐστιν ἡ ἐπιστήμη, ἓν δὲ ἐὰν λήθη γένηται, ἓν δὲ ἐὰν ὁ ἔχων τὴν ἐπιστήμην φθαρῇ.
なぜなら、それらのうち一つは、その知識の対象であるものが消滅する場合であり、一つは忘却が生じる場合であり、一つは知識を持つ者が消滅する場合だからである。
ἐὰν μὲν οὖν οὗ ἐστιν ἡ ἐπιστήμη φθαρῇ οἷον Σωκράτης, οὐκ ἔτι ἔστιν ἐπιστήμη·
さて、知識の対象であるもの(例えばソクラテス)が消滅する場合、もはや知識は存在しない。
ἔφθαρται γάρ.
なぜならそれは消滅したからである。
ἐὰν δὲ λήθη γένηται, καὶ οὕτως ἀποβάλλομεν τὴν ἐπιστήμην.
他方、忘却が生じる場合、我々はそのようにも知識を失う。
ἐὰν δὲ ὁ ἔχων τὴν ἐπιστήμην φθαρῇ ἄνθρωπος, ἀναγκαῖόν ἐστι συμφθείρεσθαι καὶ ἀποβάλλεσθαι αὐτήν.
他方、知識を持つ者(人間)が消滅する場合、知識も共に消滅し、失われることが不可避である。
§B.64## τὰ ζῷα — γένος καὶ εἶδος.
\n\n\n## 動物 — 類と種。
σκεπτέον ἥτις ἐστὶ τῶν ζῴων πρὸς ἄλληλα διαφορά.
\n\n動物たちの互いの差異がどのようなものであるか考察せねばならない。
φαμὲν οὖν εἶναι τῶν ζῴων τὰ μὲν θνητά, τὰ δὲ ἀθάνατα.
そこで我々は、動物のうちには死すべきものがあり、不死なるものがあると言う。
θνητὰ μὲν οὖν εἰσι ὅσα πέφυκε φθείρεσθαι καὶ αἵματος κοινωνεῖν, οἷον ἄνθρωπος καὶ βοῦς καὶ τὰ τοιαῦτα τῶν ζῴων·
さて、死すべきものとは、消滅する自然を持ち、血を分かち合っているすべてのもの、例えば人間や牛や、その他そのような動物たちである。
ἀθάνατα δὲ οἷον ἄγγελοι.
他方、不死なるものは、例えば天使たちである。
τῶν δὲ θνητῶν ζῴων τὰ μέν ἐστι πτηνά, τὰ δὲ ἔνυδρα, τὰ δὲ πεζά.
死すべき動物のうちには、翼あるものがあり、水に棲むものがあり、陸を歩くものがある。
πεζὰ μὲν οὖν εἰσὶν οἷον ἄνθρωπος κύων ἵππος καὶ τὰ τοιαῦτα ⟨, ἔνυδρα δὲ. . . . . . . . . τὰ τ οιαῦτα〉 καὶ ἀπλῶς οἷς ἡ διαγωγὴ ἐν ὑγρῷ ἐστι, πτηνὰ δὲ οἷον ὄρνιθες καὶ σφῆκες καὶ μέλισσαι καὶ ἄλλα ὅσα [τοιαῦτα ἃ] διὰ τῆς οἰκείας φύσεως ὀχοῦνται κατὰ τὸν ἀέρα.
さて、陸を歩くものとは、例えば人間、犬、馬およびそのようなものであり、⟨水に棲むものとは……そのようなものであり、⟩端的に言えば、水の中で生活を送るものである。 他方、翼あるものとは、例えば鳥、地蜂、蜜蜂、その他、自らの固有の自然によって空気中を運ばれるすべての【そのような】ものである。
πάντα δὲ τὰ τοιαῦτα καὶ κατὰ ψυχὴν καὶ κατὰ τὸ σῶμα δοκεῖ διαφέρειν ἀλλήλων.
そして、これらのすべてのものは、魂においても身体においても互いに異なっていると思われる。
ὅτι μὲν οὖν κοινῶς κατὰ πάντων τούτων κατηγορεῖται ζῷον εἶναι δῆλον, διαφορὰν δέ τινα ἔχει τούτων ἕκαστον καθάπερ εἴπομεν·
したがって、これらすべてについて「動物である」ということが共通して述語づけられることは明らかであるが、これら各々は、我々が言ったように、ある差異を持っている。
τὸ μὲν γὰρ αὐτῶν πεζόν, τὸ δὲ ἔνυδρον, τὸ δὲ πτηνόν, τὸ δὲ ἀθάνατον.
なぜなら、それらのうち一方は陸を行くものであり、他方は水に棲むものであり、他方は翼あるものであり、他方は不死だからである。
τὸ δὲ κοινὸν κατηγορούμενον ἐφ’ ἀπάντων φαμὲν εἶναι τὸ γένρς.
そして、すべてのものについて共通して述語づけられるものを、我々は「類」と呼ぶ。
ἕκαστον δὲ τούτων ἐστὶ ζῷον, τὰ δὲ διαιρεθέντα τῶν ζῴων λεκτέον εἴδη εἶναι.
これら各々は動物であり、動物から区分されたものは「種」と言われねばならない。
τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ σχήματος καὶ ἀριθμοῦ.
\n同じ方法は図形や数についても当てはまる。
τοῦ τε γὰρ τριγώνου καὶ τῶν λοιπῶν κοινόν φαμεν εἶναι τὸ σχῆμα·
なぜなら、三角形やその他のものについて、図形が共通であると我々は言うからである。
τούτων γὰρ ἕκαστόν ἐστιν ὅπερ ὑπάρχει σχῆμά τι.
なぜなら、これら各々は、ある図形として存在しているからである。
δῆλον οὖν ὅτι τὸ μὲν σχῆμα γένος ἂν εἴη τούτων, ταῦτα δὲ τοῦ σχήματος εἴδη·
したがって、図形はこれら(三角形など)の類であり、これらは図形の種であることは明らかである。
τὸ γὰρ σχῆμα διαιρήσομεν εἰς τρίγωνον καὶ τετράγωνον καὶ τὰ λοιπά.
なぜなら、我々は図形を三角形や四角形やその他のものに区分するからである。
ὁμοίως δὲ καὶ τὸ περιττὸν καὶ τὸ ἄρτιον εἴδη τοῦ ἀριθμοῦ ἐστι.
同様に、奇数と偶数も数の種である。
κοινῇ γὰρ αὐτῶν κατηγορεῖται ὁ ἀριθμός.
なぜなら、数というものがそれらに共通して述語づけられるからである。
ἐπεὶ δὲ τὸ μὲν γένος δρκεῖ. - - πρότερον εἶναι τοῦ εἴδους, τὸ δὲ πρότερον οὐχ ἁπλῶς λέγεταῖ, εἴπῶμεν περὶ αὐτοῦ.
そして、類は種よりも[先なるものであると思われるが、先なるものということは単純に言われるわけではないので、それについて語ることにしよう。 ]