§B.57## τῶν κακῶν ὁμοιότης.
\n\n## 恶的类似性。
τῶν κακῶν ὁμοιότης τῶν περὶ τὴν ψυχὴν καὶ ⟨τῶν περὶ⟩ τὸ σῶμα καὶ τῶν ἐκτός ἐστιν αὕτη.
\n\n关于灵魂的恶、关于身体的恶以及外部的恶,其类似性如下。
ἐν τῇ ψυχῇ μέν ἐστιν ἀδικία κάκιστα τὴν ψυχὴν διατιθεῖσα, ἐν δὲ τῷ σώματι νόσος κάκιστα διατιθεῖσα τὸ σῶμα, ἐν δὲ τοῖς ἐκτὸς ἀτυχία κάκιστα διατιθεῖσα τὰς ἐκτὸς πράξεις·
\n在灵魂中存在着不义,使灵魂处于最坏的状态;在身体中存在着疾病,使身体处于最坏的状态;在外部事物中存在着不幸,使外部的活动处于最坏的状态。
καὶ ταύτῃ λαμβάνεται ἡ ὁμοιότης τῶν κακῶν τούτων.
以此方式,接受了这些恶的类似性。
καὶ πάλιν ἐν μὲν ψυχῇ ἀφροσύνη ἀρρωστία τίς ἐστι καὶ ἀλογιστία ψυχῆς, ἐν δὲ σώματι καχεξία ἀρρωστία ἐστίν, ἐν δὲ τοῖς ἐκτὸς ἀδοξία· προπηλακισμὸν γὰρ καὶ ἀρρωστίαν καὶ ὀλιγωρίαν περὶ τὰ ἄλλα τινὰ ἐμποιεῖ ταῖς ἐκτὸς πράξεσι.
\n再者,在灵魂中存在着愚行,它是灵魂的某种疾病和无理性;在身体中存在着健康不良,它是一种疾病;在外部事物中存在着不名誉;因为不名誉对外部活动产生侮辱、无力和对其他某些事物的轻视。
καὶ ταύτῃ πάλιν λαμβάνεται τῶν κακῶν τούτων ἡ ὁμοιότης.
以此方式,再次接受了这些恶的类似性。
καὶ πάλιν ἐν μὲν ψυχῇ δειλία οὖσα ἐκπληκτικὰς καὶ πάντων ἥττους τῶν φόβων παρασκευάζει τὰς ψυχάς, ἐν δὲ σώματι ἀσθένεια πάντων τῶν πόνων ἡττᾶσθαι τὰ σώματα παρασκευάζει, ἐν δὲ τοῖς ἐκτὸς ἐχθροὶ ὄντες ἀσθενῆ περὶ τὰς ἐκτὸς πράξεις καὶ εὐκαταφρόνητον ποιοῦσιν· ᾧ γὰρ πολλοί εἰσιν ἐχθροὶ οὐδὲν τούτῳ ῥαδίως ὑπάρχει.
再者,存在于灵魂中的懦弱使灵魂畏缩并屈服于一切恐惧,而身体中的虚弱使身体屈服于一切劳苦,而在外部的敌人使人在外部活动中软弱并易受轻视;因为对于拥有许多敌人的人来说,没有任何事物是容易获得的。
καὶ ἔστιν ἡ μὲν δειλία ἐν φόβῳ εὐκαταφρονήτους ποιοῦσα, ἡ δὲ ἀσθένεια ἐν πόνοις εὐκαταφρόνητον τὸ σῶμα ποιεῖ, ἡ δὲ ἔχθρα ἐν πράξεσι ταῖς ἐν βίῳ.
懦弱是在恐惧中使人易受轻视,虚弱是在劳苦中使身体易受轻视,而敌意则是在生活中的活动中如此。
καὶ πάλιν ἡ μὲν ἀσωτία καὶ ἀκολασία αἰσχρὰν τὴν ψυχὴν καὶ ἄκοσμον παρασκευάζει, τὸ δὲ αἶσχος ἐν σώματι ὂν αἰσχρὸν τὸ σῶμα καὶ ἄκοσμον παρασκευάζει, ἡ δὲ πενία ἐκτὸς οὖσα αἰσχρὸν βίον παρασκευάζει.
\n再者,放荡与放纵使灵魂丑陋且无秩序,而存在于身体中的丑陋使身体丑陋且无秩序,在外部的贫困则带来丑陋的生活。
καὶ ταύτῃ λαμβάνεται τῶν κακῶν τούτων ἡ ὁμοιότης.
以此方式,接受了这些恶的类似性。
§B.59## ἡ ἀποβολὴ τῆς ἐπιστήμης.
\n\n\n## 知识的丧失。
διαιρεῖται ἡ ἀποβολὴ τῆς ἐπιστήμης εἰς τρία.
\n\n知识的丧失被分为三种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐὰν φθαρῇ οὗπέρ ἐστιν ἡ ἐπιστήμη, ἓν δὲ ἐὰν λήθη γένηται, ἓν δὲ ἐὰν ὁ ἔχων τὴν ἐπιστήμην φθαρῇ.
因为在它之中,一个是如果知识所针对的对象消灭,一个是如果发生遗忘,一个是如果拥有知识的人消灭。
ἐὰν μὲν οὖν οὗ ἐστιν ἡ ἐπιστήμη φθαρῇ οἷον Σωκράτης, οὐκ ἔτι ἔστιν ἐπιστήμη· ἔφθαρται γάρ.
那么,如果知识所针对的对象消灭(例如苏格拉底),知识就不再存在;因为对象已经消灭。
ἐὰν δὲ λήθη γένηται, καὶ οὕτως ἀποβάλλομεν τὴν ἐπιστήμην.
而如果发生遗忘,我们也会以这种方式丧失知识。
ἐὰν δὲ ὁ ἔχων τὴν ἐπιστήμην φθαρῇ ἄνθρωπος, ἀναγκαῖόν ἐστι συμφθείρεσθαι καὶ ἀποβάλλεσθαι αὐτήν.
而如果拥有知识的人消灭,知识也必然一同消灭并被丧失。
§B.64## τὰ ζῷα — γένος καὶ εἶδος.
\n\n\n## 动物——类与种。
σκεπτέον ἥτις ἐστὶ τῶν ζῴων πρὸς ἄλληλα διαφορά.
\n\n必须考察动物彼此之间的差异是什么。
φαμὲν οὖν εἶναι τῶν ζῴων τὰ μὲν θνητά, τὰ δὲ ἀθάνατα.
我们说,在动物之中,有的是有生有死的,有的是长生不死的。
θνητὰ μὲν οὖν εἰσι ὅσα πέφυκε φθείρεσθαι καὶ αἵματος κοινωνεῖν, οἷον ἄνθρωπος καὶ βοῦς καὶ τὰ τοιαῦτα τῶν ζῴων· ἀθάνατα δὲ οἷον ἄγγελοι.
那么,有生有死的是指所有本性上会消灭且共有血液的动物,例如人、牛以及此类动物;而长生不死的是例如天使。
τῶν δὲ θνητῶν ζῴων τὰ μέν ἐστι πτηνά, τὰ δὲ ἔνυδρα, τὰ δὲ πεζά.
在有生有死的动物中,有的是有翼的,有的是水生的,有的是陆生的。
πεζὰ μὲν οὖν εἰσὶν οἷον ἄνθρωπος κύων ἵππος καὶ τὰ τοιαῦτα ⟨, ἔνυδρα δὲ. . . . . . . . . τὰ τ οιαῦτα〉 καὶ ἀπλῶς οἷς ἡ διαγωγὴ ἐν ὑγρῷ ἐστι, πτηνὰ δὲ οἷον ὄρνιθες καὶ σφῆκες καὶ μέλισσαι καὶ ἄλλα ὅσα [τοιαῦτα ἃ] διὰ τῆς οἰκείας φύσεως ὀχοῦνται κατὰ τὸν ἀέρα.
那么,陆生的例如人、狗、马以及此类,⟨而水生的……此类⟩,简而言之即生活在液体(水)中的动物,有翼的例如鸟、黄蜂、蜜蜂以及其他所有依靠自身本性而在空气中被运载的【此类】动物。
πάντα δὲ τὰ τοιαῦτα καὶ κατὰ ψυχὴν καὶ κατὰ τὸ σῶμα δοκεῖ διαφέρειν ἀλλήλων.
而所有这些事物,无论在灵魂上还是在身体上,似乎都彼此不同。
ὅτι μὲν οὖν κοινῶς κατὰ πάντων τούτων κατηγορεῖται ζῷον εἶναι δῆλον, διαφορὰν δέ τινα ἔχει τούτων ἕκαστον καθάπερ εἴπομεν· τὸ μὲν γὰρ αὐτῶν πεζόν, τὸ δὲ ἔνυδρον, τὸ δὲ πτηνόν, τὸ δὲ ἀθάνατον.
那么,显而易见,“动物”被共同陈述于所有这些之上,但如前所述,它们中的每一个都有某种差异;因为它们中有的陆生,有的水生,有的有翼,有的不死。
τὸ δὲ κοινὸν κατηγορούμενον ἐφ’ ἀπάντων φαμὲν εἶναι τὸ γένρς.
我们说,在所有事物之上被共同陈述的是“类”。
ἕκαστον δὲ τούτων ἐστὶ ζῷον, τὰ δὲ διαιρεθέντα τῶν ζῴων λεκτέον εἴδη εἶναι.
这些中的每一个都是动物,而从动物中划分出来的部分应当被称为“种”。
τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ σχήματος καὶ ἀριθμοῦ.
\n对于图形和数字也是同样的方式。
τοῦ τε γὰρ τριγώνου καὶ τῶν λοιπῶν κοινόν φαμεν εἶναι τὸ σχῆμα· τούτων γὰρ ἕκαστόν ἐστιν ὅπερ ὑπάρχει σχῆμά τι.
因为我们说,对于三角形和其余图形,图形是共同的;因为这些中的每一个都是作为某种图形而存在的。
δῆλον οὖν ὅτι τὸ μὲν σχῆμα γένος ἂν εἴη τούτων, ταῦτα δὲ τοῦ σχήματος εἴδη· τὸ γὰρ σχῆμα διαιρήσομεν εἰς τρίγωνον καὶ τετράγωνον καὶ τὰ λοιπά.
显然,图形是这些的类,而这些是图形的种;因为我们将图形划分为三角形、正方形和其余图形。
ὁμοίως δὲ καὶ τὸ περιττὸν καὶ τὸ ἄρτιον εἴδη τοῦ ἀριθμοῦ ἐστι.
同样,奇数和偶数也是数字的种。
κοινῇ γὰρ αὐτῶν κατηγορεῖται ὁ ἀριθμός.
因为数字被共同陈述于它们之上。
ἐπεὶ δὲ τὸ μὲν γένος δρκεῖ. - - πρότερον εἶναι τοῦ εἴδους, τὸ δὲ πρότερον οὐχ ἁπλῶς λέγεταῖ, εἴπῶμεν περὶ αὐτοῦ.
既然类似乎先于种,而“先于”并不是在单一意义上被述说的,就让我们来讨论它。