§B.49## τὸ ψευδολογεῖν. τὸ ψευδολογεῖν.
## 虚偽を語ること。
διαιρεῖται τὸ ψευδολογεῖν εἰς τέσσαρα.
虚偽を語ることは四つに区分される。
ἔστι γὰρ αὐτοῦ ἓν μὲν ἐν ἀλαζονείᾳ, ἓν δὲ εἰρωνεία, ἓν δὲ κερτόμησις, ἓν δὲ ψευδολογία τις μετὰ βλάβης.
なぜなら、その一つは自慢の中にあり、一つは皮肉(とぼけ)であり、一つはからかいであり、一つは害を伴う何らかの虚偽を語ることだからである。
ὁ μὲν οὖν ἀλαζονευόμενος ἐπὶ πλεῖον καὶ μεῖζον ψεύδεται·
さて、自慢する者はより多く、より大きく偽る。
προσποιητικὸς γάρ ἐστιν ὃ οὐκ οἶδεν εἰδέναι θέλων καὶ ἅπερ οὐκ ἔχει ἔχειν.
なぜなら、彼は自分が知らないことを知っていると見せかけたがり、自分が持っていないものを持っていると見せかけたがるからである。
ὁ δὲ εἰρωνευόμενος ἐπὶ τὸ ἔλαττον ψεύδεται·
他方、皮肉を言う者はより少なく偽る。
ὅ τε γὰρ πλούσιος πένης φησὶν εἶναι, ἐὰν εἰρωνεύηται, καὶ ὁ σοφὸς οὐκ εἶναι σοφός.
なぜなら、富んでいる者は、もし彼が皮肉を言うなら、自分は貧しいと言い、賢い者は賢くないと言うからである。
ὁ δὲ ἐν τῷ κερτομεῖν ψευδολογῶν μετὰ τοῦ σκώπτειν, οἷον ⟨ὁ⟩ τὸ ἡττᾶσθαι κρατεῖν ἢ καλὸν τὸ κακὸν λέγων καὶ σοφὸν τὸ ἀπαίδευτον, ὁ δὲ μετὰ βλάβης, οἷον ὁ τὰ ψευδῆ μαρτυρῶν καὶ ἀπαρνούμενος καὶ τἄλλα τὰ τοιαῦτα.
他方、からかいにおいて虚偽を語る者は、嘲笑を伴っており、例えば、敗北することを勝利すると言ったり、悪いものを美しいと言ったり、教養のないものを賢いと言ったりする。 他方、害を伴う虚偽を語る者は、例えば、偽証をしたり、(義務を)否認したり、その他これに類することである。
§B.50## ὁ ψευδόμενος.
## 偽る者。
διαιρεῖται ὁ ψευδόμενος εἰς δύο.
偽る者は二つに区分される。
ὁ μὲν γὰρ ἑκὼν ψεύδεται, ὁ δὲ ἄκων.
なぜなら、一方は自発的に偽り、他方は非自発的に偽るからである。
ὁ μὲν οὖν ἑκὼν ψευδόμενος ἐξαπατᾷ τινας καὶ ἄλλοις ἀπάτην ἐμποιεῖ, ὁ δὲ ἄκων ψευδόμενος αὐτὸς ἐξηπατημένος ψεύδεται ἀπὸ τῆς ἐν αὐτῷ ἀπάτης οὔσης.
さて、自発的に偽る者は、ある人々を騙し、他者に欺瞞を生じさせる。 他方、非自発的に偽る者自身は、騙された上で、自らの中にある欺瞞から偽るのである。
§B.54## ὁ καθαρισμὸς καὶ ἡ κάθαρσις.
## 清めと浄化。
διαιρεῖται ὁ καθαρισμὸς καὶ ἡ κάθαρσις εἰς τρία.
清めと浄化は三つに区分される。
ἔστι γὰρ αὐτῶν ἓν μὲν νόμῳ, ἓν δὲ φύσει, ἓν δὲ τέχνῃ καὶ πράγματι.
なぜなら、それらのうち一つは法(慣習)によるものであり、一つは自然によるものであり、一つは技術と行為によるものだからである。
νόμῳ μὲν οὖν ἐστι καθαρμός. . . . . . . . . . φ όσει δὲ,〉 οἷον ὅ τε τοῦ ἀέρος, ὅταν ἀποκαθαίρηται καὶ ὅταν 〈τὰ〉 ὕδατα ὧσι καθαρὰ καὶ τὰ βρώματα καὶ πάντα ⟨τὰ τοιαῦτα⟩.
さて、法による清めとは……他方、自然によるものとは、例えば、空気が澄み渡るとき、および水が清らかであるとき、食物やその他すべてのこれに類するものである。
τέχνῃ δὲ καὶ πράγματι, οἷον ἥ τε τῶν χαλκωμάτων καὶ τῶν ἱματίων πλύσις καὶ τὰ τοιαῦτα.
技術と行為によるものとは、例えば、青銅器や衣類の洗浄、およびそのようなことである。
§B.56## τῶν [ὄντων] ἀγαθῶν ὁμοιότης.
## 善の類似性。
τῶν [ὄντων] ἀγαθῶν ὁμοιότης τῶν περὶ τὴν ψυχὴν καὶ τῶν περὶ τὸ σῶμα καὶ τῶν ἐκτός ἐστιν αὕτη·
魂に関する善、身体に関する善、および外部の善の類似性は以下の通りである。
τὰ μὲν οὖν πρῶτα τοῖς πρώτοις ἐστὶν ὅμοια, τὰ δὲ δεύτερα τοῖς δευτέροις, τὰ δὲ τρίτα τοῖς τρίτοις, τὰ δὲ τέταρτα τοῖς τετάρτοις.
すなわち、第一のものは第一のものに類似しており、第二のものは第二のものに、第三のものは第三のものに、第四のものは第四のものに類似している。
ἔστι δὲ τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.
そして、あるものは魂の中にあり、あるものは身体の中にあり、あるものは外部にある。
ἡ μὲν γὰρ φρόνησις ἐν ψυχῇ οὖσα αἰτία ἐστὶ τοῦ κράτιστα τὴν ψυχὴν διακεῖσθαι, ἡ δὲ εὐεξία αἰτία ἐστὶ τοῦ τὸ σῶμα ἄριστα διακεῖσθαι, ⟨ἡ δὲ εὐδοξία αἰτία ἐστὶ τοῦ τὰ ἐκτὸς ἄριστα διακεῖσθαι⟩·
なぜなら、思慮は魂の中にあって、魂が最善の状態にあることの原因であり、健康は身体が最善の状態にあることの原因であり、⟨名声は外部のものが最善の状態にあることの原因である⟩からである。
ὅπερ γὰρ βούλεται πράττει ὁ εὐδοξῶν.
実際、名声を得ている者は自分が望むことを行うのである。
ἕκαστον ἄρα τούτων τῶν ἀγαθῶν πρωταγωνιστεῖ καὶ πρώτη λαμβάνεται ⟨ταύτῃ⟩ ἡ ὁμοιότης.
したがって、これら諸々の善の各々は第一位を占めており、この点において、類似性が第一のものとして受け取られる。
καὶ πάλιν ἡ μὲν δικαιοσύνη ἐν ψυχῇ ἐστιν ἡ καὶ αἰτία οὖσα τῶν τῆς ψυχῆς μερῶν, ἡ δὲ εὐπρέπεια ἐν σώματι οὖσα εὐταξία ἐστὶ τῶν τοῦ σώματος μερῶν, ψυχροῦ καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ἡ δὲ εὐτυχία ἐκτὸς οὖσα εὐκαιρία τίς ἐστι πραγμάτων συμπτώσεως.
そしてまた、正義は魂の中にあり、魂の諸部分の原因でもあって、端麗さは身体の中にあって、身体の諸部分(冷・熱・乾・湿)の秩序正しい配置であり、幸運は外部にあって、出来事の偶然の重なりのある種の好機である。
ὥστε ταύτῃ πάλιν παραλαμβάνεται ἡ ὁμοιότης τῶν ἀγαθῶν.
したがって、この点において、再び諸々の善の類似性が引き受けられる。
καὶ πάλιν ἡ μὲν ἀνδρεία ἐν ψυχῇ οὖσα ἰσχύς τίς ἐστι fΝκαὶ ῥώμη πρὸς φόβους καὶ τὰ τοιαῦτα, ἡ δὲ ἰσχὺς ἐν σώματι οὖσα πρὸς τοὺς πόνους καὶ τὰς κακοπαθείας ἰσχύς ἐστιν, οἱ δὲ φίλοι ἐκτὸς ὄντες ἰσχὺν τήνδε ἔχουσι πρὸς τὴν ἐκτὸς βοήθειαν·
そしてまた、勇気は魂の中にあり、恐怖やその類似のことに対するある種の強さと活力であり、他方、強さは身体の中にあって、労働や苦難に対する強さであり、他方、友人は外部にあって、外部の援助に対する以下のような強さを持っている。
ᾧ γὰρ πολλοὶ φίλοι εἰσὶν ἰσχυρότερος οὗτος ἐν πόλει.
なぜなら、多くの友人がいる者は、都市においてより強力だからである。
λαμβάνεται δὲ καὶ ταύτῃ τῶν ἀγαθῶν τούτων ⟨ἡ〉 ὁμοιότης.
そしてこの点においても、これら諸々の善の類似性が受け取られる。
καὶ πάλιν ἡ μὲν σωφροσύνη ἐν ψυχῇ οὖσα κοσμεῖ τὴν ψυχὴν καὶ συμμέτρως ζῆν ποεῖ, τὸ δὲ κάλλος ἐν σώματι ὂν κοσμεῖ τὸ σῶμα καὶ σύμμετρον παρασκευάζει, ὁ δὲ πλοῦτος ἐκτὸς ὢν χορηγὸς καὶ κοσμητὴς τῶν ἀνθρώπων ἐστίν.
接着また、節制は魂の中にあって、魂を飾り、調和をもって生きるようにさせ、美は身体の中にあって、身体を飾り、調和のとれたものにし、他方、富は外部にあって、人間の費用を賄うものであり、人間を飾るものである。
καὶ ταύτῃ λαμβάνεται τῶν ἀγαθῶν τούτων ἡ ὁμοιότης.
そしてこの点において、これら諸々の善の類似性が受け取られる。