Humanitext Reader

亚里士多德 · 亚里士多德分类集 §B.49-B.56

虚伪、洁净以及三种善的区分

第 17 段,共 19 段 · 希腊语

内容简介

本文对说谎和说谎者的类型进行了分类,定义了清净的各种形式,并概述了灵魂、身体和外部之善之间的对应关系和相似性。

§B.49## τὸ ψευδολογεῖν. τὸ ψευδολογεῖν.
## 说谎。
διαιρεῖται τὸ ψευδολογεῖν εἰς τέσσαρα.
说谎被分为四种。
ἔστι γὰρ αὐτοῦ ἓν μὲν ἐν ἀλαζονείᾳ, ἓν δὲ εἰρωνεία, ἓν δὲ κερτόμησις, ἓν δὲ ψευδολογία τις μετὰ βλάβης.
因为在它之中,一个是出于自夸,一个是出于反讽,一个是出于嘲讽,一个则是伴随着伤害的某种谎言。
ὁ μὲν οὖν ἀλαζονευόμενος ἐπὶ πλεῖον καὶ μεῖζον ψεύδεται· προσποιητικὸς γάρ ἐστιν ὃ οὐκ οἶδεν εἰδέναι θέλων καὶ ἅπερ οὐκ ἔχει ἔχειν.
那么,自夸者说谎往往夸大其词;因为他有装假的倾向,想要装作知道自己不知道的事,并装作拥有自己不拥有的东西。
ὁ δὲ εἰρωνευόμενος ἐπὶ τὸ ἔλαττον ψεύδεται· ὅ τε γὰρ πλούσιος πένης φησὶν εἶναι, ἐὰν εἰρωνεύηται, καὶ ὁ σοφὸς οὐκ εἶναι σοφός.
而反讽者说谎则往小了说;因为富人如果反讽就会说自己贫穷,而智者会说自己不聪明。
ὁ δὲ ἐν τῷ κερτομεῖν ψευδολογῶν μετὰ τοῦ σκώπτειν, οἷον ⟨ὁ⟩ τὸ ἡττᾶσθαι κρατεῖν ἢ καλὸν τὸ κακὸν λέγων καὶ σοφὸν τὸ ἀπαίδευτον, ὁ δὲ μετὰ βλάβης, οἷον ὁ τὰ ψευδῆ μαρτυρῶν καὶ ἀπαρνούμενος καὶ τἄλλα τὰ τοιαῦτα.
而在嘲讽中说谎的人则伴随着嘲笑,例如把失败说成胜利,或把坏的说成美,把无知说成聪明。 而伴随着伤害的说谎者,例如作伪证、赖账以及其他此类事物。
§B.50## ὁ ψευδόμενος.
## 说谎者。
διαιρεῖται ὁ ψευδόμενος εἰς δύο.
说谎者被分为两种。
ὁ μὲν γὰρ ἑκὼν ψεύδεται, ὁ δὲ ἄκων.
因为一个是自愿说谎,另一个是非自愿说谎。
ὁ μὲν οὖν ἑκὼν ψευδόμενος ἐξαπατᾷ τινας καὶ ἄλλοις ἀπάτην ἐμποιεῖ, ὁ δὲ ἄκων ψευδόμενος αὐτὸς ἐξηπατημένος ψεύδεται ἀπὸ τῆς ἐν αὐτῷ ἀπάτης οὔσης.
那么,自愿说谎者欺骗某些人,并使他人产生误解,而非自愿说谎者自己先被欺骗,然后从自己内心存在的欺骗中说谎。
§B.54## ὁ καθαρισμὸς καὶ ἡ κάθαρσις.
## 清洁与净化。
διαιρεῖται ὁ καθαρισμὸς καὶ ἡ κάθαρσις εἰς τρία.
清洁与净化被分为三种。
ἔστι γὰρ αὐτῶν ἓν μὲν νόμῳ, ἓν δὲ φύσει, ἓν δὲ τέχνῃ καὶ πράγματι.
因为在它们之中,一个是依法(习俗),一个是依自然,一个是依技术和行为。
νόμῳ μὲν οὖν ἐστι καθαρμός. . . . . . . . . . φ όσει δὲ,〉 οἷον ὅ τε τοῦ ἀέρος, ὅταν ἀποκαθαίρηται καὶ ὅταν 〈τὰ〉 ὕδατα ὧσι καθαρὰ καὶ τὰ βρώματα καὶ πάντα ⟨τὰ τοιαῦτα⟩.
那么,依法清洁是……而依自然,例如空气得到净化时,以及水清澈、食物洁净,以及所有此类事物。
τέχνῃ δὲ καὶ πράγματι, οἷον ἥ τε τῶν χαλκωμάτων καὶ τῶν ἱματίων πλύσις καὶ τὰ τοιαῦτα.
依技术和行为,例如洗涤青铜器和衣物,以及此类事物。
§B.56## τῶν [ὄντων] ἀγαθῶν ὁμοιότης.
## 善的类似性。
τῶν [ὄντων] ἀγαθῶν ὁμοιότης τῶν περὶ τὴν ψυχὴν καὶ τῶν περὶ τὸ σῶμα καὶ τῶν ἐκτός ἐστιν αὕτη· τὰ μὲν οὖν πρῶτα τοῖς πρώτοις ἐστὶν ὅμοια, τὰ δὲ δεύτερα τοῖς δευτέροις, τὰ δὲ τρίτα τοῖς τρίτοις, τὰ δὲ τέταρτα τοῖς τετάρτοις.
关于灵魂的善、关于身体的善以及外部的善,其类似性如下:也就是说,第一类与第一类相似,第二类与第二类相似,第三类与第三类相似,第四类与第四类相似。
ἔστι δὲ τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.
它们有的是在灵魂中,有的是在身体中,有的是在外部。
ἡ μὲν γὰρ φρόνησις ἐν ψυχῇ οὖσα αἰτία ἐστὶ τοῦ κράτιστα τὴν ψυχὴν διακεῖσθαι, ἡ δὲ εὐεξία αἰτία ἐστὶ τοῦ τὸ σῶμα ἄριστα διακεῖσθαι, ⟨ἡ δὲ εὐδοξία αἰτία ἐστὶ τοῦ τὰ ἐκτὸς ἄριστα διακεῖσθαι⟩· ὅπερ γὰρ βούλεται πράττει ὁ εὐδοξῶν.
因为思虑存在于灵魂中,是灵魂处于最善状态的原因;而健康是身体处于最善状态的原因;⟨而名声是外部事物处于最善状态的原因⟩;因为名声显著的人可以做自己想做的事。
ἕκαστον ἄρα τούτων τῶν ἀγαθῶν πρωταγωνιστεῖ καὶ πρώτη λαμβάνεται ⟨ταύτῃ⟩ ἡ ὁμοιότης.
因此,这些善中的每一个都起着主导作用,并且以此方式,其类似性被视为第一位的。
καὶ πάλιν ἡ μὲν δικαιοσύνη ἐν ψυχῇ ἐστιν ἡ καὶ αἰτία οὖσα τῶν τῆς ψυχῆς μερῶν, ἡ δὲ εὐπρέπεια ἐν σώματι οὖσα εὐταξία ἐστὶ τῶν τοῦ σώματος μερῶν, ψυχροῦ καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ἡ δὲ εὐτυχία ἐκτὸς οὖσα εὐκαιρία τίς ἐστι πραγμάτων συμπτώσεως.
再者,正义存在于灵魂中,它也是灵魂各部分(秩序)的原因;而端丽存在于身体中,是身体各部分(冷、热、干、湿)的有序排列;而幸运存在于外部,是事物偶然相遇的某种好时机。
ὥστε ταύτῃ πάλιν παραλαμβάνεται ἡ ὁμοιότης τῶν ἀγαθῶν.
因此,再次以此方式接受了这些善的类似性。
καὶ πάλιν ἡ μὲν ἀνδρεία ἐν ψυχῇ οὖσα ἰσχύς τίς ἐστι fΝκαὶ ῥώμη πρὸς φόβους καὶ τὰ τοιαῦτα, ἡ δὲ ἰσχὺς ἐν σώματι οὖσα πρὸς τοὺς πόνους καὶ τὰς κακοπαθείας ἰσχύς ἐστιν, οἱ δὲ φίλοι ἐκτὸς ὄντες ἰσχὺν τήνδε ἔχουσι πρὸς τὴν ἐκτὸς βοήθειαν· ᾧ γὰρ πολλοὶ φίλοι εἰσὶν ἰσχυρότερος οὗτος ἐν πόλει.
再者,勇敢存在于灵魂中,是面对恐惧及类似事物时的某种力量和活力;而强壮存在于身体中,是面对劳苦和磨难时的力量;而朋友存在于外部,拥有针对外部援助的如下力量:因为拥有许多朋友的人在城邦中更为强大。
λαμβάνεται δὲ καὶ ταύτῃ τῶν ἀγαθῶν τούτων ⟨ἡ〉 ὁμοιότης.
因此,也以此方式接受了这些善的类似性。
καὶ πάλιν ἡ μὲν σωφροσύνη ἐν ψυχῇ οὖσα κοσμεῖ τὴν ψυχὴν καὶ συμμέτρως ζῆν ποεῖ, τὸ δὲ κάλλος ἐν σώματι ὂν κοσμεῖ τὸ σῶμα καὶ σύμμετρον παρασκευάζει, ὁ δὲ πλοῦτος ἐκτὸς ὢν χορηγὸς καὶ κοσμητὴς τῶν ἀνθρώπων ἐστίν.
再者,节制存在于灵魂中,装饰着灵魂并使其过着适度的生活;而美存在于身体中,装饰着身体并使其匀称;而财富存在于外部,是人类的提供者和装饰者。
καὶ ταύτῃ λαμβάνεται τῶν ἀγαθῶν τούτων ἡ ὁμοιότης.
因此,也以此方式接受了这些善的类似性。

词汇与语法注释

  1. B.49προσποιητικὸς γάρ ἐστιν ὃ οὐκ οἶδεν εἰδέναι θέλων — 形容词 `προσποιητικός`(有假装倾向的)伴随着分词 `θέλων`(希望),用以解释主语的性格特征。关系从句 `ὃ οὐκ οἶδεν`(他所不知道的事)作为不定式 `εἰδέναι`(知道)的宾格宾语。
  2. B.56τοῦ κράτιστα τὴν ψυχὴν διακεῖσθαι — 属格冠词引导的不定式结构(`τοῦ` + 不定式)。`τὴν ψυχὴν`(灵魂)作为不定式 `διακεῖσθαι`(处于某种状态)的宾格逻辑主语,整个短语修饰名词 `αἰτία`(原因)。
  3. B.56fΝκαὶ — 这被认为是手稿流传中的讹误(或校勘标记的混入)。在翻译中予以忽略,仅按普通的 `καὶ`(以及)来理解。
  4. B.56ᾧ γὰρ πολλοὶ φίλοι εἰσίν — 关系代词 `ᾧ`(与格)作为表示所有的与格使用(“对于他来说有……”)。意为“拥有许多朋友的人”,并作为主句中指示代词 `οὗτος`(这个人)的先行词。

引用这一段

亚里士多德, 亚里士多德分类集 §B.49-B.56. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg048.humanitext-grc1:B.49-B.56

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。