§A.6_col1## ἡ ίατρική.
## 医学。
τῆς ἰατρικῆς ἐστιν εἴδη πέντε·
医学には五つの種類がある。
ἡ μὲν φαρμακευτική, ἡ δὲ χειρουργική, ἡ δὲ διαιτητική, ἡ δὲ νοσογνωμονική, ἡ δὲ βοηθητική.
すなわち、薬物療法、外科、食餌療法、診断学、救急療法である。
ἡ μὲν φαρμακευτικὴ διὰ φαρμάκων ἰᾶται τὰς ἀρρωστίας ἡδὲ χειρουργικὴ διὰ τοῦ τέμνειν καὶ καίειν ὑγιάζει, ἡ δὲ διαιτητικὴ διὰ τοῦ διαιτᾶν ἀπαλλάττει τῆς ἀρρωστίας, ἡ δὲ νοσογνωμονικὴ διὰ τοῦ γνῶναι τὸ ἀρρώστημα, ἡ δὲ βοηθητικὴ διὰ τοῦ βοηθῆσαι εἰς τὸ παραχρῆμα ἀπαλλάττει τῆς ἀλγηδόνος.
そして、薬物療法は薬物によって病気を治療し、外科は切ることと焼くことによって治癒させ、食餌療法は食事を規定することによって病気を取り除き、診断学は病気を知ることによって[治療し]、救急療法は直ちに処置を施すことによって苦痛を取り除く。
τῆς ἄρα ἰατρικῆς ἡ μέν ἐστι φαρμακευτική, ἡ δὲ χειρουργική, ἡ δὲ διαιτητική, ἡ δὲ νοσογνωμονική, ἡ δὲ βοηθητική.
したがって、医学のうち、あるものは薬物療法、あるものは外科、あるものは食餌療法、あるものは診断学、あるものは救急療法である。
§A.61_col2## ἡ ίατρική.
## 医学。
διαιρεῖται ἡ ἰατρικὴ εἰς πέντε·
医学は五つに区分される。
τὸ μὲν γὰρ αὐτῆς ἐστι φαρμακευτικόν, τὸ δὲ χειρουργικόν, τὸ δὲ διαιτητικόν, τὸ δὲ νοσογνωμικόν, τὸ δὲ βοηθητικόν.
なぜなら、そのうちのあるものは薬物療法、あるものは外科、あるものは食餌療法、あるものは診断学、あるものは救急療法だからである。
καὶ ἡ μὲν φαρμακευτικὴ διὰ φαρμακείας ἰᾶται τὰς ἀρρωστίας, ἡ δὲ χειρουργικὴ διὰ 〈τοῦ τέμνειν καὶ καίειν ὑγιάζει, ἡ δὲ διαιτητικὴ διὰ〉 τοῦ διαιτᾶν ἀπαλλάττει τῆς ἀρρωστίας, ἡ δὲ νοσογνωμικὴ διὰ τοῦ γνῶναι τὴν νόσον οὕτως ἰᾶται τὸν νοσοῦντα, ἡ δὲ βοηθητικὴ διὰ τῶν βοηθημάτων ὑγιάζει τοὺς ἀσθενοῦντας.
そして、薬物療法は薬物投与によって病気を治療し、外科は〈切ることと焼くことによって治癒させ、食餌療法は〉食事を規定することによって病気を取り除き、診断学は病気を知ることによって、そうして病人を治療し、救急療法は補助手段によって病人を治癒させる。
§A.7_col1## ὁ νόμος.
## 法。
νόμου διαιρέσεις δύο·
法には二つの区分がある。
ὁ μὲν γὰρ αὐτοῦ γεγραμμένος, ὁ δὲ ἄγραφος.
なぜなら、そのうちの一方は成文化された法であり、他方は不文化法(書かれていない法)だからである。
ᾧ μὲν ἐν ταῖς πόλεσι πολιτευόμεθα, γεγραμμένος ἐστίν· ὁ δὲ κατὰ ἔθη γινόμενος οὗτος ἄγραφος καλεῖται·
それによって私たちが諸ポリスにおいて市民生活を送るものが、成文化された法であり、一方、習慣に従って生じるものが、不文化法と呼ばれる。
οἷον τὸ μὴ γυμνὸν πορεύεσθαι εἰς τὴν ἀγορὰν μηδὲ γυναικεῖον ἱμάτιον περιβάλλεσθαι.
例えば、裸でアゴラを歩かないことや、女性の衣服を身にまとわないことなどである。
ταῦτα γὰρ οὐθεὶς νόμος κωλύει, ἀλλ’ ὅμως οὐ πράττομεν διὰ τὸ ἀγράφῳ νόμῳ κωλύεσθαι.
なぜなら、これらを禁じる法律は一つもないが、それにもかかわらず不文化法によって禁じられているために、私たちはそれを行わないからである。
τοῦ ἄρα νόμου ἐστὶν ὁ μὲν γεγραμμένος, ὁ δὲ ἄγραφος.
したがって、法のうち、一方は成文化された法であり、他方は不文化法である。
§A.20_col2## ὁ νόμος.
## 法。
διαιρεῖται ὁ νόμος εἰς δύο·
法は二つに区分される。
ἔστι γὰρ αὐτοῦ ἓν μὲν γεγραμμένον, ἓν δὲ ἄγραφον.
なぜなら、そのうちの一つは成文化されたもの、一つは不文化のものだからである。
ἔστι δὲ ὁ μὲν γεγραμμένος, καθ’ ὃν τὰ συμβόλαια συναλλάσσομεν καὶ τὰς ἄλλας πρὸς ἀλλήλους πράξεις διακρίνομεν καὶ πάντα τὰ τοιαῦτα οἰκονομοῦμεν, ὁ δὲ ἄγραφος, καθ’ ὃν τὰ ἔθη ἐν ταῖς πόλεσιν αὔξεται καὶ διαμένει.
そして、成文化された法とは、それに基づいて私たちが契約を交わし、互いの間のその他の諸々の行為について裁定を下し、これらに類するすべての事柄を管理するものであり、不文化の法とは、それに基づいて諸ポリスにおいて習慣が成長し、存続するものである。
§A.8_col1## ὁ λόγος.
## 言論。
ὁ λόγος διαιρεῖται εἰς πέντε, ὧν εἷς μέν ἐστιν, ὃν οἱ πολιτευόμενοι λέγουσιν ἐν ταῖς ἐκκλησίαις, ὃς καλεῖται πολιτικός·
言論は五つに区分される。 そのうちの一つは、国政に携わる人々が民会で語るものであり、政治的言論と呼ばれる。
ἑτέρα δὲ διαίρεσις λόγου ὃν οἱ ῥήτορες γράφουσι καὶ εἰς ἐπίδειξίν τε προφέρουσι καὶ εἰς 〈δικαστήρίον, οἷον〉 ἐγκώμια καὶ ψόγους καὶ κατηγορίας 〈καὶ ἀπολογίας〉.
言論のもう一つの区分は、弁論家たちが執筆し、華麗な呈示のためや[裁判所のために]提示するもので、例えば讃辞、批難、告発[および弁護]などである。
. . . τὸ δὴ τοιοῦτον εἶδός ἐστι ῥητορικόν.
……このような種類が弁論的言論である。
τρίτη δὲ διαίρεσις λόγου, ὃν οἱ ἰδιῶται διαλέγονται πρὸς ἀλλήλους·
言論の第三の区分は、市井の人々が互いに対話するものである。
οὗτος δὴ ὁ τρόπος προσαγορεύεται ἰδιωτικός.
このあり方は私的言論と名付けられている。
| ἑτέρα δὲ διαίρεσις λόγου, ὃν οἱ κατὰ βραχὺ ἐρωτῶντες καὶ ἀποκρινόμενοι τοῖς ἐρωτῶσι διαλέγονται· οὗτος δὲ καλεῖται ὁ λόγος διαλεκτικός.
¦ もう一つの区分は、短い言葉で問いかけ、また問いかける者たちに答える人々が対話するものであり、この言論は問答的言論と呼ばれる。
πέμπτη δὲ διαίρεσις λόγου, ὃν οἱ τεχνῖται περὶ τῆς ἑαυτῶν διαλέγονται τέχνης·
言論の第五の区分は、技術者たちが自分たちの専門技術について語り合うものである。
ὃς δὴ καλεῖται τεχνικός.
これは専門的言論と呼ばれる。
τοῦ λόγου ἄρα τὸ μέν ἐστι πολιτικόν, τὸ δὲ ῥητορικόν, τὸ δὲ ἰδιωτικόν, τὸ δὲ διαλεκτικόν, τὸ δὲ τεχνικόν.
したがって、言論のうち、あるものは政治的、あるものは弁論的、あるものは私的、あるものは問答的、あるものは専門的である。
§A.16_col2## ὁ λόγος.
## 言論。
διαιρεῖται ὁ λόγος εἰς πέντε·
言論は五つに区分される。
ἔστι γὰρ αὐτοῦ ὁ μὲν ῥητορικός, ὁ δὲ πολιτικός, ὁ δὲ διαλεκτικός, ὁ δὲ τεχνικός, ὁ δὲ ἰδιωτικός.
なぜなら、そのうちのあるものは弁論的、あるものは政治的、あるものは問答的、あるものは専門的、あるものは私的だからである。
ἔστι δὲ ὁ μὲν ῥητορικὸς καὶ ἐπιδεικτικὸς καὶ κατηγορικὸς καὶ ἀπο λογητικός, ὁ δὲ πολιτικὸς συμβουλευτικὸς καὶ παρακλητικός, διαλεκτικὸς δὲ ὁ κατὰ βραχὺ τῷ ἐρωτᾶν ἐμφανίζων ἃ προαιρεῖται, τεχνικὸς δὲ, ὃν λέγουσιν οἱ τεχνῖται ὑπὲρ τῶν κατὰ τὴν τέχνην ἑκάστου [τῶν] αὐτῶν, ἰδιωτικὸς δὲ, ὃν οἱ ἰδιῶται λέγουσι πρὸς ἀλλήλους καθ’ ἑκάστην ἡμέραν διαλεγόμενοι.
そして、弁論的言論とは、呈示的、告発的、弁護的なものでもあり、政治的言論とは、勧告的、勧誘的なものであり、問答的言論とは、問いかけることによって、自分が意図するものを短い言葉で明らかにするものであり、専門的言論とは、技術者たちが彼らのうちの各人の技術に属する事柄について語るものであり、私的言論とは、市井の人々が毎日互いに対話して語るものである。
§A.9_col1## ἡ μουσική.
## 音楽。
ἡ μουσικὴ εἰς τρία διαιῥεῖται·
音楽は三つに区分される。
ἔστι γὰρ ἡ μὲν διὰ τοῦ στόματος μόνον, οἷον ἡ ᾠδή· δεύτερον δὲ διὰ τοῦ στόματος καὶ τῶν χειρῶν, οἷον ἡ κιθαρῳδία· τρίτον ἀπὸ τῶν χειρῶν μόνον, οἷον ἡ κιθαριστική.
なぜなら、一方は口のみによるもの、例えば歌であり、第二は口と手によるもの、例えば竪琴歌唱であり、第三は手のみによるもの、例えば竪琴演奏だからである。
τῆς ἄρα μουσικῆς ἔστι τὸ μὲν ἀπὸ τοῦ στόματος μόνον, τὸ δὲ ἀπὸ τοῦ στόματος καὶ τῶν χειρῶν, τὸ δὲ ἀπὸ τῶν χειρῶν.
したがって、音楽のうち、あるものは口のみによるものであり、あるものは口と手によるものであり、あるものは手によるものである。