§1249#3ἀφροσύνης δʼ ἐστὶ τὸ κρίνειν κακῶς τὰ πράγματα, τὸ βουλεύσασθαι κακῶς, τὸ ὁμιλῆσαι κακῶς, τὸ χρήσασθαι κακῶς τοῖς παροῦσιν ἀγαθοῖς, τὸ ψευδῶς δοξάζειν περὶ τῶν εἰς τὸν βίον καλῶν καὶ ἀγαθῶν.
愚蠢的特征在于错误地判断事物,错误地审慎思考,错误地交往,错误地利用眼前的善物,对生活中美与善的事物持有虚妄的见解。
παρακολουθεῖ δὲ τῇ ἀφροσύνῃ ἀπειρία, ἀμαθία, ἀκρασία, ἐπαριστερότης, ἀμνημοσύνη.
此外,伴随着愚蠢的还有缺乏经验、无知、不自制、笨拙、健忘。
ὀργιλότητος δʼ ἐστὶν εἴδη τρία, ἀκροχολία πικρία βαρυθυμία.
易怒有三种:急躁、刻薄、沉郁。
ἔστι δὲ τοῦ ὀργίλου μὴ δύνασθαι φέρειν μήτε τὰς μικρὰς ὀλιγωρήσεις μήτε ἐλαττώσεις, εἶναι δὲ κολαστικὸν καὶ τιμωρητικὸν καὶ εὐκίνητον πρὸς ὀργὴν καὶ ὑπὸ ἔργου καὶ ὑπὸ λόγου τοῦ τυχόντος.
易怒者的特征在于无法忍受哪怕微不足道的轻慢和损失,且好惩罚、好报复,极易因任何偶然的行为或言语动怒。
ἀκολουθεῖ δὲ τῇ ὀργιλότητι τὸ παροξυντικὸν τοῦ ἤθους καὶ εὐμετάβολον, καὶ ἡ πικρολογία, καὶ τὸ ἐπὶ μικροῖς λυπεῖσθαι, καὶ τὸ ταῦτα πάσχειν ταχέως καὶ παρὰ βραχὺν καιρόν.
伴随着易怒的还有性格的急躁与多变、言语尖酸、为小事悲伤,以及迅速且短暂地体验这些情绪。
δειλίας δʼ ἐστὶ τὸ ὑπὸ τῶν τυχόντων φόβων εὐκίνητον εἶναι, καὶ μάλιστα τῶν περὶ θάνατον καὶ τὰς σωματικὰς πηρώσεις, καὶ τὸ ὑπολαμβάνειν κρεῖττον εἶναι ὁπωσοῦν σωθῆναι ἢ τελευτῆσαι καλῶς.
懦弱的特征在于易被随意的恐惧所动摇,尤其是关于死亡和身体残疾的恐惧,以及认为以任何方式苟活都好过高尚地死去。
ἀκολουθεῖ δὲ τῇ δειλίᾳ μαλακία, ἀνανδρία, ἀπονία, φιλοψυχία.
伴随着懦弱的还有软弱、无勇、怕苦、贪生。
ὕπεστι δέ τις εὐλάβεια καὶ τὸ ἀφιλόνεικον τοῦ ἤθους.
不过其底层也潜藏着某种谨慎和不争的性格。
ἀκολασίας δʼ ἐστὶ τὸ αἱρεῖσθαι τὰς ἀπολαύσεις τῶν ἡδονῶν τῶν βλαβερῶν καὶ αἰσχρῶν, καὶ τὸ ὑπολαμβάνειν εὐδαιμονεῖν μάλιστα τοὺς ἐν ταῖς τοιαύταις ἡδοναῖς ὄντας, καὶ τὸ φιλογέλοιον εἶναι καὶ τὸ φιλοσκώπτην καὶ φιλευτράπελον, καὶ τὸ ῥᾳδιουργὸν εἶναι ἐν τοῖς λόγοις καὶ ἐν τοῖς ἔργοις.
放纵的特征在于选择有害和丑恶快乐的享受,认为生活在这些快乐中的人最幸福,喜好欢笑、爱嘲讽且轻佻,以及在言行上轻率放任。
ἀκολουθεῖ δὲ τῇ ἀκολασίᾳ ἀταξία, ἀναίδεια, ἀκοσμία, τρυφή, ῥᾳθυμία, ἀμέλεια, ὀλιγωρία, ἔκλυσις.
伴随着放纵的还有无序、无耻、不端、奢侈、懈怠、粗心、轻慢、放任。
ἀκρασίας δʼ ἐστὶ τὸ κωλύοντος τοῦ λογισμοῦ τὰς ἀπολαύσεις τῶν ἡδονῶν αἱρεῖσθαι, καὶ τὸ ὑπολαμβάνοντα κρεῖττον εἶναι μὴ μετασχεῖν μὲν αὐτῶν, μετέχειν δὲ μηδὲν ἧττον, καὶ τὸ οἴεσθαι μὲν δεῖν πράττειν καὶ τὰ καλὰ καὶ τὰ συμφέροντα, ἀφίστασθαι δὲ αὐτῶν διὰ τὰς ἡδονάς.
不自制的特征在于,即使理智阻碍,仍选择对快乐的享受;虽然认为最好不要参与其中,却依然参与;虽然认为应当践行美好和有益的事,却因快乐而退缩。
ἀκολουθεῖ δὲ τῇ ἀκρασίᾳ μαλακία καὶ μεταμέλεια καὶ τὰ πλεῖστα ταὐτὰ ἃ καὶ τῇ ἀκολασίᾳ.
伴随着不自制的还有软弱、后悔,以及与放纵大致相同的多数事物。
ἀδικίας δʼ ἐστὶν εἴδη τρία, ἀσέβεια πλεονεξία ὕβρις.
不正有三种:不敬、贪婪、傲慢。
ἀσέβεια μὲν ἡ περὶ θεοὺς πλημμέλεια καὶ περὶ δαίμονας ἢ καὶ περὶ τοὺς κατοιχομένους, καὶ περὶ γονεῖς καὶ περὶ πατρίδα· πλεονεξία δὲ περὶ τὰ συμβόλαια, παρὰ τὴν ἀξίαν αἱρουμένη τὸ διάφορον· ὕβρις δέ, καθʼ ἣν τὰς ἡδονὰς αὑτοῖς παρασκευάζουσιν, εἰς ὄνειδος ἀγαγόντες ἑτέρους, ὅθεν Εὔηνος περὶ αὐτῆς λέγει
"
ἥτις κερδαίνουσʼ οὐδὲν ὅμως ἀδικεῖ.
不敬是指对神明、精灵、亡者,以及父母和祖国的冒犯;贪婪是指在契约中,选择超出自身价值的利益;傲慢则是通过将他人带入耻辱中,从而为自己谋取快乐;因此埃乌埃诺斯对它评价道: “它虽无利可图,却依然为恶。
"
ἔστι δὲ τῆς ἀδικίας τὸ παραβαίνειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα, καὶ τὸ ἀπειθεῖν τοῖς νόμοις καὶ τοῖς ἄρχουσι, τὸ ψεύδεσθαι, τὸ ἐπιορκεῖν, τὸ παραβαίνειν τὰς ὁμολογίας καὶ τὰς πίστεις.
” 不正的特征还在于违背祖传习俗和法律,不服从法律和统治者,撒谎、作伪证,以及违背协议和诺言。
ἀκολουθεῖ δὲ τῇ ἀδικίᾳ συκοφαντία, ἀλαζονεία, φιλανθρωπία προσποίητος, κακοήθεια, πανουργία.
伴随着不正的还有诽谤、自夸、虚伪的仁慈、恶意、奸诈。
ἀνελευθερίας δʼ ἐστὶν εἴδη τρία, αἰσχροκερδία φειδωλία κιμβεία.
吝啬有三种:贪图卑利、吝啬、守财奴。
αἰσχροκερδία μέν, καθʼ ἣν κερδαίνειν ζητοῦσι πανταχόθεν, καὶ τὸ κέρδος τῆς αἰσχύνης περὶ πλείονος ποιοῦνται· φειδωλία δʼ ἐστὶ καθʼ ἣν ἀδάπανοι γίνονται τῶν χρημάτων εἰς τὸ δέον· κιμβεία δʼ ἐστὶ καθʼ ἣν δαπανῶσι μέν, κατὰ μικρὸν δὲ καὶ κακῶς, καὶ πλέον βλάπτονται τῷ μὴ κατὰ καιρὸν ποιεῖσθαι τὸ διάφορον.
贪图卑利是指以此向四面八方谋求利益,且比起耻辱更看重利益;吝啬是指在必要的事情上不对财物进行支出;守财奴是指虽然支出,但每次只给一点且态度恶劣,甚至因为未能适时支出而遭受更大的损失。
ἔστι δὲ τῆς ἀνελευθερίας τὸ περὶ πλείστου ποιεῖσθαι χρήματα, καὶ τὸ μηδὲν ὄνειδος ἡγεῖσθαι τῶν ποιούντων τὸ κέρδος, βίος θητικὸς καὶ δουλοπρεπὴς καὶ ῥυπαρός, φιλοτιμίας καὶ ἐλευθερίας ἀλλότριος.
吝啬的特征还在于将金钱视作最重,并且认为能带来利益的事物并非耻辱,过着雇工般、奴隶般且肮脏的生活,与荣誉感和自由格格不入。
ἀκολουθεῖ δὲ τῇ ἀνελευθεριότητι μικρολογία, βαρυθυμία καὶ μικροψυχία, ταπεινότης, ἀμετρία, ἀγένεια, μισανθρωπία.
伴随着吝啬的还有琐碎、郁结与小气、卑微、无度、卑贱、仇恨人类。
μικροψυχίας δʼ ἐστὶ τὸ μήτε τιμὴν μήτε ἀτιμίαν μήτε εὐτυχίαν μήτε ἀτυχίαν δύνασθαι φέρειν, ἀλλὰ τιμώμενον μὲν χαυνοῦσθαι, μικρὰ δὲ εὐτυχήσαντα ὑπεξαίρεσθαι, ἀτιμίαν δὲ μηδὲ τὴν ἐλαχίστην ἐνεγκεῖν δύνασθαι, ἀπότευγμα δʼ ἄτην καὶ ἀτυχίαν κρίνειν μεγάλην, ὀδύρεσθαι δʼ ἐπὶ πᾶσι καὶ δυσφορεῖν.
小气的特征在于无法承受荣誉与耻辱、幸运与不运,而是受尊敬时便飘飘然,稍微走运就忘乎所以,连极小的耻辱也无法忍受,将挫折视作毁灭和极大的不幸,对一切都哀叹并愤懑不平。
ἔτι δὲ τοιοῦτός ἐστιν ὁ μικρόψυχος οἷος πάντα τὰ ὀλιγωρήματα καλεῖν ὕβριν καὶ ἀτιμίαν, καὶ τὰ διʼ ἄγνοιαν ἢ λήθην γιγνόμενα.
此外,小气的人还会把所有的轻慢,哪怕是因无知或遗忘而发生的,都称作傲慢和侮辱。
ἀκολουθεῖ δὲ τῇ μικροψυχίᾳ μικρολογία, μεμψιμοιρία, δυσελπιστία, ταπεινότης.
伴随着小气的还有琐碎、抱怨、悲观、卑微。
καθόλου δὲ τῆς μὲν ἀρετῆς ἐστὶ τὸ ποιεῖν σπουδαίαν τὴν διάθεσιν περὶ τὴν ψυχήν, ἠρεμαίαις καὶ τεταγμέναις κινήσεσι χρωμένην, συμφωνοῦσαν κατὰ πάντα τὰ μέρη· διὸ καὶ δοκεῖ παράδειγμα πολιτείας ἀγαθῆς εἶναι ψυχῆς σπουδαία διάθεσις.
总的来说,美德的特征在于使灵魂的状况变得优秀,使其使用平静和有条理的活动,并在所有部分都保持和谐;因此,优秀的灵魂状况似乎也成为了良好城邦体制的典范。
ἔστι δὲ ἀρετῆς καὶ τὸ εὐεργετεῖν τοὺς ἀξίους, καὶ τὸ φιλεῖν τοὺς ἀγαθούς, καὶ τὸ μήτε κολαστικὸν εἶναι μήτε τιμωρητικόν, ἀλλὰ ἵλεων καὶ εὐμενικὸν καὶ συγγνωμονικόν.
美德的特征还在于造福有德者,关爱善人,既不惩罚也不报复,而是宽仁、友善且宽容。
ἀκολουθεῖ δὲ τῇ ἀρετῇ χρηστότης, ἐπιείκεια, εὐγνωμοσύνη, ἐλπὶς ἀγαθή.
伴随着美德的还有善良、公正、体谅、美好的希望。
ἔτι δὲ καὶ τὰ τοιαῦτα οἷον φίλοικον εἶναι καὶ φιλόφιλον, φιλέταιρον, φιλόξενον, φιλάνθρωπον καὶ φιλόκαλον· ἃ δὴ πάντα τῶν ἐπαινουμένων ἐστίν.
此外还有诸如爱家、爱友、爱同伴、好客、爱人以及爱美;这一切无疑都在被称赞之列。
τῆς δὲ κακίας ἐστὶ τὰ ἐναντία.
而恶德的特征则与此相反。