§3#1Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν τίνων γινομένων καὶ πόθεν ἡ ἀρχὴ τοῦ πάθους γίγνεται, τοῦ τ’ ἐγρηγορέναι καὶ τοῦ καθεύδειν.
前に述べたことに続くのは、いかなる事態が生じ、また何に由来して、この状態(すなわち目覚めていることと眠ること)の始原が生じるのかを検討することである。
Φανερὸν δὴ ὅτι ἐπεὶ ἀναγκαῖον τῷ ζῴῳ, ὅταν αἴσθησιν ἔχῃ, τότε πρῶτον τροφήν τε λαμβάνειν καὶ αὔξησιν, τροφὴ δ’ ἐστὶ πᾶσιν ἡ ἐσχάτη τοῖς μὲν ἐναίμοις ἡ τοῦ αἵματος φύσις τοῖς δ’ ἀναίμοις τὸ ἀνάλογον, τόπος δὲ τοῦ αἵματος αἱ φλέβες, τούτων δ’ ἀρχὴ ἡ καρδία· φανερὸν δὲ τὸ λεχθὲν ἐκ τῶν ἀνατομῶν.
さて、動物には知覚があるとき、そのときに初めて栄養を摂取して成長することが必然であり、またすべてにとって最終的な栄養とは、有血動物にとっては血液の本性であり、無血動物にとってはそれに比率的に対応するものであり、血液の場所は血管であって、これら(血管)の始原は心臓であるから、以上のことは解剖から明らかである。
Τῆς μὲν οὖν θύραθεν τροφῆς εἰσιούσης εἰς τοὺς δεκτικοὺς τόπους γίνεται ἡ ἀναθυμίασις εἰς τὰς φλέβας, ἐκεῖ δὲ μεταβάλλουσα ἐξαιματοῦται καὶ πορεύεται ἐπὶ τὴν ἀρχήν.
さて、外部から栄養がこれを受け入れる場所に流入すると、血管へと立ちのぼる気(蒸発気)が生じ、そこ(血管)において変化して血液となり、始原(心臓)へと進む。
Εἴρηται δὲ περὶ τούτων ἐν τοῖς περὶ τροφῆς·
これらについては『栄養について』で述べられた。
νῦν δ’ ἀναληπτέον ὑπὲρ αὐτῶν τούτου χάριν, ὅπως τὰς ἀρχὰς τῆς κινήσεως θεωρήσωμεν, καὶ τί πάσχοντος τοῦ μορίου τοῦ αἰσθητικοῦ συμβαίνει ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος.
しかし今は、運動の始原を観察し、感覚の部分(感覚器官)がどのような状態になることによって目覚めと睡眠が生じるのかを知るために、これらをもう一度取り上げねばならない。
Οὐ γάρ ἐστιν ὁ ὕπνος ἡτισοῦν ἀδυναμία τοῦ αἰσθητικοῦ, καθάπερ εἴρηται·
なぜなら、睡眠とは、すでに述べたように、感覚器官のいかなる無能力状態でもないからである。
καὶ γὰρ ἔκνοια καὶ πνιγμός τις καὶ λιποψυχία ποιεῖ τὴν τοιαύτην ἀδυναμίαν.
実際、意識喪失や、ある種の窒息、失神も、このような無能力状態を引き起こす。
Ἤδη δὲ γεγένηταί τισι καὶ φαντασίᾳ λιποψυχήσασιν ἰσχυρῶς.
また、ひどく失神した人たちに心像が生じることもすでに起きている。
Τοῦτο μὲν οὖν ἔχει τινὰ ἀπορίαν·
さて、このことは一つの困難を含んでいる。
εἰ γὰρ ἐνδέχεται καταδαρθεῖν τὸν λιποψυχήσαντα, ἐνδέχοιτ’ ἂν ἐνύπνιον εἶναι καὶ τὸ φάντασμα.
もし失神した人が眠りに落ちることがありうるなら、その心像もまた夢でありうることになるからである。
Πολλὰ δ’ ἐστὶν ἃ λέγουσιν οἱ σφόδρα λιποψυχήσαντες καὶ δόξαντες τεθνάναι·
また、ひどく失神して死んだと思われた人々が語る多くのことがある。
περὶ ὧν τὸν αὐτὸν λόγον ὑποληπτέον εἶναι πάντων.
これらすべてについても同じ説明が当てはまると想定せねばならない。
Ἀλλὰ γὰρ ὥσπερ εἴπομεν, οὐκ ἔστιν ὁ ὕπνος ἀδυναμία πᾶσα τοῦ αἰσθητικοῦ, ἀλλ’ ἐκ τῆς περὶ τὴν τροφὴν ἀναθυμιάσεως γίνεται τὸ πάθος τοῦτο·
だが、私たちが言ったように、睡眠とは感覚器官のすべての無能力状態ではなく、栄養に由来する蒸発気(立ちのぼる気)からこの状態が生じるのである。
ἀναγκαῖον γὰρ τὸ ἀναθυμιώμενον μέχρι του ὠθεῖσθαι, εἶτ’ ἀντιστρέφειν καὶ μεταβάλλειν καθάπερ εὔριπον.
なぜなら、蒸発するものは、あるところまで押し流され、次いでユーリーポス海峡のように反転して変化することが必然だからである。
Τὸ δὲ θερμὸν ἑκάστου τῶν ζῴων πρὸς τὸ ἄνω πέφυκε φέρεσθαι·
そして、動物のそれぞれの熱は、生まれつき上方へと運ばれるようになっている。
ὅταν δ’ ἐν τοῖς ἄνω τόποις γένηται, ἀθρόον πάλιν ἀντιστρέφει καὶ καταφέρεται.
しかし、上方の場所へと至ると、再び一斉に反転して下方に運ばれる。
Διὸ μάλιστα γίνονται ὕπνοι ἀπὸ τῆς τροφῆς·
それゆえ、睡眠は特に食物から引き起こされる。
ἀθρόον γὰρ πολὺ τότε ὑγρὸν καὶ τὸ σωματῶδες ἀναφέρεται.
そのとき、一斉に多くの水分と身体的なものが上方に運ばれるからである。
Ἱστάμενον μὲν οὖν βαρύνει καὶ ποιεῖ νυστάζειν· ὅταν δὲ ῥέψῃ κάτω καὶ ἀντιστρέψαν ἀπώσῃ τὸ θερμόν, τότε γίνεται ὁ ὕπνος καὶ τὸ ζῷον καθεύδει.
それがとどまると、(頭を)重くして、うとうとさせ、下方へと傾いて、反転して熱を押し戻すとき、そのときに睡眠が生じ、動物は眠るのである。
Σημεῖον δὲ τούτων καὶ τὰ ὑπνωτικά·
これらの兆候は催眠薬でもある。
πάντα γὰρ καρηβαρίαν ποιεῖ, καὶ τὰ ποτὰ καὶ τὰ βρωτά, μήκων, μανδραγόρας, οἶνος, αἶραι.
すべての、飲み物も食べ物も、すなわちケシ、マンドラゴラ、ワイン、毒麦は、頭を重くさせるからである。
Καὶ καταφερόμενοι καὶ νυστάζοντες τοῦτο δοκοῦσι πάσχειν, καὶ ἀδυνατοῦσιν αἴρειν τὴν κεφαλὴν καὶ τὰ βλέφαρα.
そして、下方へと(頭を)傾けてうとうとしている人々も、これと同じ状態を被っているように見え、頭や瞼を上げることができなくなる。
Καὶ μετὰ τὰ σῖτα μάλιστα τοιοῦτος ὁ ὕπνος·
そして食事の後は特にそのような睡眠が生じる。
πολλὴ γὰρ ἡ ἀπὸ τῶν σιτίων ἀναθυμίασις.
食物からの蒸発気が多いからである。
Ἔτι δ’ ἐκ κόπων ἐνίων·
さらに、ある種の疲労からも生じる。
ὁ μὲν γὰρ κόπος συντηκτικόν, τὸ δὲ σύντηγμα γίνεται ὥσπερ τροφὴ ἄπεπτος, ἂν μὴ ψυχρὸν ᾖ.
疲労は(体を)消耗させるものであり、消耗されたものは、冷えていなければ未消化の食物のようになるからである。
Καὶ νόσοι δέ τινες ταὐτὸ τοῦτο ποιοῦσιν, ὅσαι ἀπὸ περιττώματος ὑγροῦ καὶ θερμοῦ, οἷον συμβαίνει τοῖς πυρέττουσι καὶ ἐν τοῖς ληθάργοις.
また、いくつかの病気もこれと同じことを引き起こす。 すなわち、湿っていて熱い余剰物(排泄物)から生じるすべての病気であり、例えば発熱している人々や嗜眠状態にある人々に生じるものがそれである。
Ἔτι δ’ ἡ πρώτη ἡλικία·
さらに、最初の年齢(乳幼児期)もそうである。
τὰ γὰρ παιδία καθεύδει σφόδρα διὰ τὸ τὴν τροφὴν ἄνω φέρεσθαι πᾶσαν.
幼児は、食物がすべて上方に運ばれるために、非常によく眠る。
Σημεῖον δὲ τὸ ὑπερβάλλειν τὸ μέγεθος τῶν ἄνω πρὸς τὰ κάτω κατὰ τὴν πρώτην ἡλικίαν, διὰ τὸ ἐπὶ ταῦτα γίνεσθαι τὴν αὔξησιν.
その兆候は、最初の年齢において、上方の部分の大きさが下方の部分に対して過度であることである。 成長がそれら(上方の部分)に向かって生じるからである。
Διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ ἐπιληπτικὰ γίνεται·
そしてこの原因のために、てんかんも生じる。
ὅμοιον γὰρ ὁ ὕπνος ἐπιλήψει, καὶ ἔστι τρόπον τινὰ ὁ ὕπνος ἐπίληψις.
睡眠はてんかんに似ており、ある意味で睡眠はてんかんだからである。
Διὸ καὶ συμβαίνει πολλοῖς ἡ ἀρχὴ τούτου τοῦ πάθους καθεύδουσιν, καὶ καθεύδοντες μὲν ἁλίσκονται, ἐγρηγορότες δ’ οὔ·
それゆえ、多くの人々において、この状態の始まりが眠っているときに生じ、眠っているときには罹るが、目覚めているときには罹らないのである。
ὅταν γὰρ πολὺ φέρηται τὸ πνεῦμα ἄνω, καταβαῖνον πάλιν τὰς φλέβας ὀγκοῖ, καὶ συνθλίβει τὸν πόρον δι’ οὗ ἡ ἀναπνοὴ γίνεται.
なぜなら、気が多く上方に運ばれ、再び下って血管を膨張させ、呼吸が行われる通路を圧迫するからである。
Διὸ τοῖς παιδίοις οὐ συμφέρουσιν οἱ οἶνοι, οὐδὲ ταῖς τίτθαις (διαφέρει γὰρ ἴσως οὐδὲν αὐτὰ πίνειν ἢ τὰς τίτθας), ἀλλὰ δεῖ πίνειν ὑδαρῆ καὶ ὀλίγον·
それゆえ、子供たちにはワインは適しておらず、乳母にも適していない(子供自身が飲むのも乳母が飲むのも、おそらく違いはないからである)。 むしろ、水を混ぜたものを少しだけ飲まねばならない。
πνευματῶδες γὰρ ὁ οἶνος, καὶ τούτου μᾶλλον ὁ μέλας.
ワインは気を含み、特に赤ワインがそうだからである。
Οὕτω δὲ τὰ ἄνω πλήρη τῆς τροφῆς τοῖς παιδίοις, ὥστε πέντε μηνῶν οὐδὲ στρέφουσι τὸν αὐχένα·
このように子供たちにおいては上方の部分が食物で満ちているため、五ヶ月までは首を動かすことさえできない。
ὥσπερ γὰρ τοῖς σφόδρα μεθύουσιν, ὑγρότης ἀναφέρεται πολλή.
極度に酔っ払った人々のように、多くの水分が上方に運ばれるからである。
Εὔλογον δὲ τοῦτ’ εἶναι τὸ πάθος αἴτιον καὶ τοῦ ἠρεμεῖν ἐν ταῖς μήτραις τὰ ἔμβρυα τὸ πρῶτον.
そして、胎児が胎内で最初に静止している原因も、この状態であると考えるのは理にかなっている。
Καὶ τὸ ὅλον δὲ φίλυπνοι οἱ ἀδηλόφλεβοι καὶ οἱ νανώδεις καὶ οἱ μεγαλοκέφαλοι·
また、一般的に、血管が目立たない者、小人、大頭の者は眠ることを好む。
τῶν μὲν γὰρ αἱ φλέβες στεναί, ὥστ’ οὐ ῥᾴδιον διαρρεῖν κατιὸν τὸ ὑγρόν, τοῖς δὲ νανώδεσι καὶ μεγαλοκεφάλοις ἡ ἄνω ὁρμὴ πολλὴ καὶ ἀναθυμίασις.
ある者たちは血管が狭く、下る水分が流れ通りやすくなっていないからであり、小人や大頭の者においては、上方に駆り立てる力と蒸発気が多いからである。
Οἱ δὲ φλεβώδεις οὐχ ὑπνωτικοὶ δι’ εὔροιαν τῶν φλεβῶν, ἂν μή τι ἄλλο πάθος ἔχωσιν ὑπεναντίον.
これに対して、血管の目立つ者は、血管の流れが良い(血流が良い)ために眠りがちではない。 ただし、何かそれに反対する別の状態を持っていない限りである。
Οὐδ’ οἱ μελαγχολικοί·
また、黒胆汁質の者も眠りがちではない。
κατέψυκται γὰρ ὁ εἴσω τόπος, ὥστ’ οὐ γίνεται πλῆθος αὐτοῖς ἀναθυμιάσεως.
内部の場所が冷却されているために、彼らには大量の蒸発気が生じないからである。