§2.9.1Τὸ δὲ τὰ τῶν δένδρων φύλλα πίπτειν ἐστὶ διὰ τὴν ἐπιφορὰν τῆς ὀξείας ἀραιότητος.
樹木の葉が落ちることは、急激な隙間の到来による。
Ὅταν γὰρ πεφθῇ ἡ ὑγρότης μετὰ τῆς ὕλης, πυραμιδοῦται, καὶ μετὰ ταῦτα κατισχναίνουσι.
というのも、水分が物質とともに熟成されるとき、それは錐体形となり、その後、それらは痩せ細るからである。
Καὶ ὅταν φανῇ ἡ ὕλη τῇ πέψει πεπληρωμένῃ, τότε τελείως βύονται τὰ ἄκρα τῶν πόρων ἄνω.
そして、物質が完了した熟成によって満たされているのが明らかになるとき、そのとき通路の上の端が完全に塞がれる。
Καὶ διὰ ταῦτα ἐπεὶ τὰ φύλλα οὐκ ἔχουσιν ὕλην, ξηραίνονται καὶ πίπτουσιν.
それゆえ、葉は物質を持たなくなるので、乾燥して落ちるのである。
§2.9.2Ἐὰν δὲ συμβῇ τὸ ἐναντίον ὦν εἴπομεν, οὐ πίπτει τὸ φυτὸν εἰς στέρησιν τῶν ἰδίων φύλλων.
しかし、我々が述べたことと反対のことが起これば、植物は自らの葉を失うことには陥らない。
Ὅταν δὲ πάλιν κινήσῃ τὸ φυτὸν ψυχρότης, θερμαίνει αὐτὸ ἡ ἐγκλειομένη τούτῳ θερμότης, καὶ ἡ φανέρωσις τῆς ψυχρότητος γίνεται ἐκτὸς ἐν τοῖς ἄκροις αὐτοῦ, καὶ ἀποτελοῦνται ἐντεῦθεν τὰ φύλλα γλαυκά, καὶ οὐδὲ πίπτουσιν, ὡς οὐδὲ ἐπὶ τῶν ἐλαιῶν καὶ τῶν μυρσινῶν καὶ τῶν λοιπῶν.
また、冷気が再び植物を動かすとき、これに閉じ込められた熱がそれを温め、冷気の現れはその外側の先端において生じ、そこから葉は青緑色になり、そして落ちることもない。 オリーブやミルトス、その他のものにおけるのと同様である。
§2.9.3Ὁπόταν δὲ ἔχωσι τὰ δένδρα καὶ τὰ φυτὰ δύναμιν τοῦ ἕλκειν σφοδρῶς, γίνεται καρποφορία ὁμοῦ·
また、樹木や植物が強く引き寄せる力を有しているときには、同時に果実の結実が起こる。
ἥτις συμβαίνει, ὅτι χρῆται ἡ φύσις πέψει κατὰ διαδοχὴν συχνῇ, καὶ ἐν ἑκάστῃ πέψει καρπὸν προάγει πολύν, Καὶ διὰ τοῦτο τινὰ φυτὰ καὶ πολλάκις ἐν τῷ χρόνῳ καρποφοροῦσι.
これは、自然が連続して頻繁に熟成を行い、それぞれの熟成において多くの果実を生み出すことによって生じる。 それゆえ、いくつかの植物は一年の間に何度も結実するのである。
§2.9.4Τὸ δὲ φυτὸν ὅπερ ἐστὶν ὡς ἡ φύσις τοῦ ὕδατος, μόλις καρποφορεῖ διὰ τὴν ἐπικράτειαν τῆς ὑγρότητος αὐτοῦ καὶ τὸν πλατυσμὸν τῶν ἰδίων πόρων καὶ τὴν ἀπορροὴν τῶν ἰδίων ῥιζῶν.
しかし、水の性質のようである植物は、自らの水分の優勢と、自らの通路の拡張、および自らの根の流出のために、かろうじて結実するにすぎない。
Ὅτε δὲ ἰσχυροποιηθῇ τὸ θερμόν, ταχύνει τε ἡ τούτου πέψις, καὶ λεπτύνεται ἡ ὑγρότης καὶ οὐ συμπήγνυται·
熱が強くなるとき、これの熟成は速まり、水分は希薄になって凝固しなくなる。
οὐδ’ οὕτως πάλνιν γίνεσθαι καρποφορίαν συμβαίνει.
しかし、このような場合にもまた、結実が起こることはない。
§2.9.5Καὶ τοῦτο εὑρίσκεται ἐν πάσαις ταῖς βοτάναις ταῖς λεπταῖς, ἀλλὰ δὴ καὶ ἔν τισι λαχάνοις.
そしてこのことは、すべての細い草花において、また実にいくつかの野菜においても見出される。
Φαίοτης δὲ γίνεται ἐν τόποις σφόδρα θερμοῖς, καὶ ἔστιν ἐν τούτοις ὀλίγος καρπὸς ἐκ τῆς ὑγρότητος, διότι εἰσὶ στενοὶ οἱ πόροι.
しかし、灰色は非常に暑い場所において生じ、これらのなかには水分から生じる果実がほとんどない。 なぜなら通路が狭いからである。
Ὅταν γοῦν θελήσῃ ἡ φύσις πέψιν ποιῆσαι, μὴ ἔχουσα ὑγρότητα ἀρκοῦσαν τῇ ὕλῃ, τότε γίνονται οἱ πόροι στενώτεροι.
ともかく、自然が熟成を行おうとするとき、物質に対して十分な水分を有していない場合、そのとき通路はより狭くなる。
§2.9.6Ἐπαναστρέφει γοῦν ἡ πέψις, καὶ συνεχῆ ταύτην ποιεῖ ἡ θερμότης, καὶ φαίνεται τότε τὸ μέσον λευκοῦ καὶ μέλανος ἐν χρώματι.
ともかく、熟成は逆戻りし、熱がこれを絶え間ないものとし、そのとき白と黒の中間の色彩が現れる。
Καὶ ὅτε τοῦτο τοιουτοτρόπως γένηται, τότε τὸ ξύλον φθάνει γίνεσθαι μέλαν, καὶ πᾶν τὸ πλησιάζον τῷ φαιῷ·
そして、このことがこのようにして起こるとき、そのとき木部は黒くなり、また灰色に近いすべてのものがそうなる。
καὶ τοῦτο ἔστιν ἰδεῖν ἀπὸ τοῦ ἐβένου καὶ τῆς πτελέας.
そして、このことは黒檀やニレにおいて見ることができる。
§2.9.7Ὁ δὲ ἔβενος καταδύεται ἐν τῷ ὕδατι, ὅτι τὰ μέρη αὐτοῦ εἰσὶ συμπεπηγότα καὶ οἱ πόροι στενοί, καὶ ἀὴρ οὐκ εἰσέρχεται ἐν αὐτοῖς.
また、黒檀が水に沈むのは、その諸部分が凝固しており、通路が狭く、空気がそれらの中に入り込まないからである。
Ὃ δὲ ἐκ τῶν ξύλων τῶν λευκῶν βυθίζεται, ἔστι διὰ τὴν στενότητα τῶν πόρων καὶ τὴν περιττότητα τῆς ὑγρότητος τῆς βυούσης τοὺς πόρους, ὥστε μὴ ἐξέρχεσθαι ἀπ’ αὐτῶν ἀέρα.
白い木材の中で沈むものがあるのは、通路の狭さと、通路を塞いでいる水分の過剰のために、それらから空気が抜け出さないことによる。
§2.9.8Τὸ δὲ ἄνθος ἐκ λεπτῆς μόνον ὕλης ἐστίν, ὅταν ἄρξηται ἡ πέψις·
また、花は、熟成が始まるとき、希薄な物質のみからできている。
καὶ διὰ τοῦτο προηγεῖται τοῦ φυτοῦ, ὡς ἐδείξαμεν.
それゆえ、我々が示したように、花は植物に先行するのである。
Ἐντεῦθεν γοῦν δεικνύομεν καὶ τὴν αἰτίαν δι’ ἣν τὰ φυτὰ ἐκφέρουσι φύλλα πρότερον, εἶτα καρπούς.
ともかく、ここから我々は、植物がまず葉を出し、それから果実を結ぶ原因をも示すのである。
Ὃ ἐν τῷ φυτῷ τῷ ἔχοντι στενοὺς πόρους γίνεται χρῶμα, ἔσται ἐν χρώματι σαπφειρίνηῳ, καὶ διότι συμπιέζονται αὐτοῦ τὰ μέρη, εἰς λευκότητα κλίνει.
狭い通路を持つ植物において生じる色は、サファイア色となり、その諸部分が圧縮されるために、白さへと傾く。