§2.8.1Ἡ χλοάζουσα χλοάζουσα δὲ χροιὰ ὀφείλει εἶναι πρᾶγμα κοινότατον ἐν τοῖς δένδροις.
緑色、すなわち緑の色彩は、樹木においてきわめて普遍的なものであるはずである。
Βλέπομεν γὰρ ὅτι, ὥσπερ κοινή ἐστιν ἡ λευκότης ἐντός, οὕτως καὶ ἡ χλοερότης ἐκτός.
なぜなら、内側の白さが普遍的であるように、外側の緑さもまた同様であることを我々は目にするからである。
Καὶ τοῦτό ἐστιν, ὅτι ὕλῃ χρῶνται πλησιωτέρᾳ ἤγουν μᾶλλον πεπεμμένῃ.
そしてこのことは、それらがより近い、すなわちより熟成された物質を用いていることによる。
§2.8.2Δεῖ τοίνυν ἵνα ᾖ χλοερότης ἐν πᾶσι τοῖς φυτοῖς, ὅτι αἱ ὖλαι ἕλκουσι καὶ ἀραιοῦσι τὸ ξύλον τοῦ δένδρου, βραχεῖάν τε ἡ θερμότης πέψιν ἐργάζεται, καὶ ἀπομένει τι ἐκεῖ ὑγρόν, ὃ φαίνεται ἔξωθεν·
したがって、すべての植物において緑さが存在せねばならない。 なぜなら、種々の物質が樹木の木部を引き込み、かつ弛緩させ、熱がわずかな熟成を施し、外側から見える何らかの水分がそこに残るからである。
καὶ τοῦτό ἐστιν ἡ χλοερότης ἡ ἐν τοῖς φυτοῖς, ἐὰν μὴ μείζων γένηται ἡ πέψις.
そして、熟成がより大きくならない限り、これが植物における緑さなのである。
Ὀφείλει δὲ εἶναι μέση ἐν τοῖς φύλλοις καὶ ἐν τοῖς ξύλοις τῇ δυνάμει.
そしてそれは、能力において葉と木部の中間にあるべきである。
§2.8.3Ἡ δὲ χλοερότης οὐ φθείρεται, ἐὰν ᾖ ὑγρότης ἐν αὐτῇ, ἥτις ἐστὶν ἐκ τοῦ γένους τῆς γῆς.
また、緑さは、その中に土の類に属する水分がある限り、損なわれることはない。
Ἐξ ἀμφοτέρων γοῦν τούτων ἡ χροιὰ γίνεται ἡ χλοερά.
ともかく、これら両方から緑の色彩が生じる。
Τούτου σημεῖον ὅτι οἱ φλοιοὶ τοῦ δένδρου, ὅταν ξηραίνηται αὐτό, μελαίνονται, ἐντὸς δέ εἰσι λευκοί.
これの証拠に、樹木の皮はそれが乾燥するときに黒くなり、内側は白い。
Ἐν τοῖς δένδροις γοῦν μεταξὺ τῶν δύο χρωμάτων χρῶμα χλοερὸν γίνεται ἐν τῇ ἐπιφανείᾳ αὐτῶν.
ともかく、樹木においては、これら二つの色彩の間の中間の色としての緑色がその表面に生じるのである。
§2.8.4Τοῦ δὲ σχήματος τῶν φυτῶν τρεῖς εἰσὶ τρόποι·
植物の形状には三つのあり方がある。
τινὰ γὰρ ἄνω προχωροῦσι, τινὰ κάτω, τινὰ μέσον.
すなわち、あるものは上へと進み、あるものは下へ、あるものは中間に進む。
Τὰ μὲν οὖν ἄνω ἐκτεινόμενα ἔχουσιν αἰτίαν, ὅτι ἡ φύσις αὐτῶν φαίνεται ἐν τῇ ἐντεριώνῃ, καὶ ἕλκει τὴν θερμότητα, καὶ συμπιέζει ἐν ἑαυτῇ τὸν ἀέρα τὸν ὄντα ἐν ταῖς ἀραιότησιν αὐτῆς.
まず、上へと伸びるものは、その性質が髄の中に現れ、熱を引き寄せ、自らの隙間の中にある空気を自らの中に圧縮するという原因を有している。
§2.8.5Πυραμιδοῦνται δέ, ὥσπερ πυραμιδοῦται τὸ πῦρ ἐν ταῖς ἐδίαις ὕλαις καὶ κουφίζεται.
アンド、火が自らの物質の中で錐体形となって軽くなるように、それらも錐体形となる。
Ὅσα δὲ κάτω ἐκτείνεται, τούτων οἱ πόροι συμπήγνυνται.
これに対して、下へと伸びるものは、その通路が凝固している。
Ὅταν γὰρ πέψις γένηται, τότε ἡ ὕλη πυκνοῦται τοῦ ὑγροῦ, ἐν ᾦ ἐστὶν ἡ ἐντεριώνη.
なぜなら、熟成が起こるとき、髄が存在する水分の物質が濃密になるからである。
Κἀντεῦθεν ἐκπορεύεται μὲν τὸ λεπτὸν ἄνω, ἐπαναστρέφει δὲ τὸ ὑγρὸν πρὸς τὰ μέρη ἐκεῖνα κάτω· κινεῖ γὰρ ταύτην ἡ οἰκεία βαρύτης.
そしてそこから、希薄な部分は上へと進み出て、水分は自らの重さに動かされて下方のそれらの部分へと戻る。
Ἃ δὲ φυτὰ μέσον τῶν δύο εἰσίν, ἔχουσιν οὕτως.
また、二つのうち中間である植物は、次のようになっている。
§2.8.6Λεπτύνεται τὸ ὑγρόν, ὅτι ἡ φύσις τῆς εὐκρασίας γειτνιάζει τῇ πέψει, εἰσί τε καὶ οἱ πόροι μέσοι, καὶ ἡ ὕλη ἐπεκτείνεται καὶ ἄνω καὶ κάτω.
水分が希薄になるのは、適度な調和の性質が熟成に近接しており、通路も中間であり、物質が上にも下にも引き伸ばされるからである。
§2.8.7Ἔστι δὲ ἡ μὲν πρώτη πέψις ὑπὸ τὸ φυτόν, δὲ δευτέρα ἐν τῇ ἐντεριώνῃ, ἥτις ἐξέρχεται μὲν ἀπὸ τῆς γῆς, ἔστι δὲ καὶ ἐν τῷ μέσῳ τοῦ φυτοῦ·
そして、第一の熟成は植物の下で起こり、第二のものは髄の中で起こるが、これは土から現れ、かつ植物の中間にも存在する。
καὶ μετὰ ταῦτα γίνεται ἡ διαίρεσις, ἥτις συμβαίνει ἀπὸ τῆς δευτέρας, οὐκ ἀπὸ τῆς πρώτης πέψεως.
そしてこの後に分化が起こるが、これは第一の熟成からではなく、第二の熟成から生じるのである。
§2.8.8Ἡ δὲ τρίτη πέψις ἐστὶν ἐν τῷ ζῴῳ·
第三の熟成は動物において見られる。
οὐ γὰρ γίνεται αὕτη ἡ πέψις εἰ μὴ διὰ τὴν διαίρεσιν τῆς φύσεως τῶν μελῶν καὶ τὴν διάστασιν τῶν φυσικῶν πρὸς ἄλληλα.
なぜなら、この熟成は部分の性質の分化と、自然なものの互いの隔たりによらねば生じないからである。
Τὰ δὲ φυτὰ γείτονά εἰσι πρὸς ἑαυτά, καὶ διὰ τοῦτο πληθύνονται ἐν πολλοῖς τόποις.
これに対して、植物は互いに近接しており、それゆえ多くの場所で増殖する。
Ὡς ἐπὶ τὸ πλεῖστον δὲ ἡ ὕλη τῶν φυτῶν κάτω ἐκτείνεται,
しかし、大部分において、植物の物質は下へと伸びる。
§2.8.9Τὰ σχήματα τοίνυν τῶν φυτῶν εἰσὶν ἐν τῇ φύσει καὶ τῇ ποσότητι τῶν σπερμάτων, τὰ ἄνθη δὲ τῶν φυτῶν καὶ οἱ καρποί εἰσιν ἐν ταῖς ὑγρότησι καὶ ἐν ταῖς ὕλαις.
したがって、植物の形状は種子の性質と分量の中にあり、植物の花と果実は水分と物質の中にある。
Κεῖται τοίνυν ἡ πρώτη κίνησις καθολικῶς καὶ ἡ πέψις ἐν πᾶσι τοῖς ζῴοις, καὶ οὐκ ἀποχωροῦσιν ἀπ’ αὐτῆς πάντα τὰ ζῷα.
ともかく、第一の運動と熟成は、普遍的にすべての動物に備わっており、すべての動物がそれから離れることはない。
§2.8.10Ἐν τοῖς φυτοῖς δέ ἐστιν ἡ πρώτη πέψις, εἶτα ἡ πέπανσις κατὰ τὴν τροφὴν αὐτῶν.
しかし、植物においては第一の熟成があり、次いでその栄養に応じた成熟がある。
Ἕκαστον οὖν δένδρον ἀναβαίνει ἀεί, ἔστ’ ἂν πληρωθείη.
それゆえ、それぞれの樹木は、満たされるまで常に上昇する。
Αἰτία δὲ αὕτη ἐστίν, ὅτι ἐπὶ μὲν τῶν ζῴων ἑκάστου τὸ μῆκος πλησίον ἐστὶ τοῦ ἰδίου πλάτους, ἐν τῷ φυτῷ δὲ πόρρω, ὅτι ἡ ῥίζα αὐτοῦ, ἤγουν τὸ πῦρ καὶ τὸ ὕδωρ, σπεύδουσιν εἰς ἀνάβασιν, ἵνα δημιουγηθῇ τὸ φυτόν.
そして、この原因は、動物においては個々の長さが自らの幅に近いが、植物においては遠く離れていることにある。 なぜなら、植物の根、すなわち火と水が、植物が形作られるために、上昇しようと努めるからである。
§2.8.11Ἡ διαφορὰ δὲ τῶν φυτῶν ἐν τοῖς κλάδοις ἐστὶν ἐκ τῆς περιττῆς ἀραιότητος.
また、枝における植物の差異は、余分な隙間から生じる。
Ὅταν γὰρ συμπιεσθῶσιν οἱ χυμοί, θερμαίνεται ἡ φύσις καὶ σπεύδει εἰς τὴν πέψιν, κἀντεῦθεν τυποῦνται οἱ κλάδοι καὶ φύεται τὰ φύλλα, ὡς προείπομεν.
なぜなら、液汁が圧縮されるとき、その性質は温められて熟成を急ぎ、そこから枝が形作られ、我々が先に述べたように葉が生い茂るからである。