§2.9.1Τὸ δὲ τὰ τῶν δένδρων φύλλα πίπτειν ἐστὶ διὰ τὴν ἐπιφορὰν τῆς ὀξείας ἀραιότητος.
而树木落叶是由于急剧的孔隙的到来。
Ὅταν γὰρ πεφθῇ ἡ ὑγρότης μετὰ τῆς ὕλης, πυραμιδοῦται, καὶ μετὰ ταῦτα κατισχναίνουσι.
因为当水分与物质一同熟化时,它呈锥体形,在这之后,它们变得干瘪。
Καὶ ὅταν φανῇ ἡ ὕλη τῇ πέψει πεπληρωμένῃ, τότε τελείως βύονται τὰ ἄκρα τῶν πόρων ἄνω.
而当物质显现为被熟化充满时,这时通道的上端便被完全堵塞。
Καὶ διὰ ταῦτα ἐπεὶ τὰ φύλλα οὐκ ἔχουσιν ὕλην, ξηραίνονται καὶ πίπτουσιν.
因此,既然叶子没有了物质,它们便干枯并落下。
§2.9.2Ἐὰν δὲ συμβῇ τὸ ἐναντίον ὦν εἴπομεν, οὐ πίπτει τὸ φυτὸν εἰς στέρησιν τῶν ἰδίων φύλλων.
但如果发生与我们所说相反的情况,植物就不会陷入失去自身叶子的境地。
Ὅταν δὲ πάλιν κινήσῃ τὸ φυτὸν ψυχρότης, θερμαίνει αὐτὸ ἡ ἐγκλειομένη τούτῳ θερμότης, καὶ ἡ φανέρωσις τῆς ψυχρότητος γίνεται ἐκτὸς ἐν τοῖς ἄκροις αὐτοῦ, καὶ ἀποτελοῦνται ἐντεῦθεν τὰ φύλλα γλαυκά, καὶ οὐδὲ πίπτουσιν, ὡς οὐδὲ ἐπὶ τῶν ἐλαιῶν καὶ τῶν μυρσινῶν καὶ τῶν λοιπῶν.
而当冷气再次动摇植物时,封闭在其中的热量会使它变暖,冷气的显现发生在其外部的末梢,由此叶子变呈青灰色,并且甚至不会落下,正如在橄榄树、香桃木及其他植物中所见的那样。
§2.9.3Ὁπόταν δὲ ἔχωσι τὰ δένδρα καὶ τὰ φυτὰ δύναμιν τοῦ ἕλκειν σφοδρῶς, γίνεται καρποφορία ὁμοῦ· ἥτις συμβαίνει, ὅτι χρῆται ἡ φύσις πέψει κατὰ διαδοχὴν συχνῇ, καὶ ἐν ἑκάστῃ πέψει καρπὸν προάγει πολύν, Καὶ διὰ τοῦτο τινὰ φυτὰ καὶ πολλάκις ἐν τῷ χρόνῳ καρποφοροῦσι.
而当树木和植物具有强烈吸引的力量时,便会同时结果;这是因为自然相继频繁地进行熟化,并在每一次熟化中产生出许多果实,因此,某些植物在一年中甚至会多次结果。
§2.9.4Τὸ δὲ φυτὸν ὅπερ ἐστὶν ὡς ἡ φύσις τοῦ ὕδατος, μόλις καρποφορεῖ διὰ τὴν ἐπικράτειαν τῆς ὑγρότητος αὐτοῦ καὶ τὸν πλατυσμὸν τῶν ἰδίων πόρων καὶ τὴν ἀπορροὴν τῶν ἰδίων ῥιζῶν.
然而,性质如同水一般的植物,由于其水分的优势、自身通道的扩张以及自身根部的流散,极难结果。
Ὅτε δὲ ἰσχυροποιηθῇ τὸ θερμόν, ταχύνει τε ἡ τούτου πέψις, καὶ λεπτύνεται ἡ ὑγρότης καὶ οὐ συμπήγνυται· οὐδ’ οὕτως πάλνιν γίνεσθαι καρποφορίαν συμβαίνει.
但当热量变强时,其熟化加快,水分变稀薄且不凝固;但即使如此,也同样不会发生结果。
§2.9.5Καὶ τοῦτο εὑρίσκεται ἐν πάσαις ταῖς βοτάναις ταῖς λεπταῖς, ἀλλὰ δὴ καὶ ἔν τισι λαχάνοις.
而这见于所有细小的草本植物,甚至也见于某些蔬菜中。
Φαίοτης δὲ γίνεται ἐν τόποις σφόδρα θερμοῖς, καὶ ἔστιν ἐν τούτοις ὀλίγος καρπὸς ἐκ τῆς ὑγρότητος, διότι εἰσὶ στενοὶ οἱ πόροι.
而灰色产生于极热的地方,在这些地方,由水分产生的果实很少,因为通道狭窄。
Ὅταν γοῦν θελήσῃ ἡ φύσις πέψιν ποιῆσαι, μὴ ἔχουσα ὑγρότητα ἀρκοῦσαν τῇ ὕλῃ, τότε γίνονται οἱ πόροι στενώτεροι.
无论如何,当自然想要进行熟化,却对物质没有足够的水分时,通道就会变得更窄。
§2.9.6Ἐπαναστρέφει γοῦν ἡ πέψις, καὶ συνεχῆ ταύτην ποιεῖ ἡ θερμότης, καὶ φαίνεται τότε τὸ μέσον λευκοῦ καὶ μέλανος ἐν χρώματι.
无论如何,熟化会返回,热量使其持续,这时便显现出白与黑之间的中间颜色。
Καὶ ὅτε τοῦτο τοιουτοτρόπως γένηται, τότε τὸ ξύλον φθάνει γίνεσθαι μέλαν, καὶ πᾶν τὸ πλησιάζον τῷ φαιῷ· καὶ τοῦτο ἔστιν ἰδεῖν ἀπὸ τοῦ ἐβένου καὶ τῆς πτελέας.
而当这以这种方式发生时,木部便最终变黑,以及一切接近灰色的部分;这可以从乌木和榆树中看到。
§2.9.7Ὁ δὲ ἔβενος καταδύεται ἐν τῷ ὕδατι, ὅτι τὰ μέρη αὐτοῦ εἰσὶ συμπεπηγότα καὶ οἱ πόροι στενοί, καὶ ἀὴρ οὐκ εἰσέρχεται ἐν αὐτοῖς.
而乌木沉入水中,是因为它的各部分凝固且通道狭窄,空气无法进入其中。
Ὃ δὲ ἐκ τῶν ξύλων τῶν λευκῶν βυθίζεται, ἔστι διὰ τὴν στενότητα τῶν πόρων καὶ τὴν περιττότητα τῆς ὑγρότητος τῆς βυούσης τοὺς πόρους, ὥστε μὴ ἐξέρχεσθαι ἀπ’ αὐτῶν ἀέρα.
至于在白色木材中下沉的,是由于通道的狭窄以及堵塞通道的水分的过剩,以致空气无法从中逸出。
§2.9.8Τὸ δὲ ἄνθος ἐκ λεπτῆς μόνον ὕλης ἐστίν, ὅταν ἄρξηται ἡ πέψις· καὶ διὰ τοῦτο προηγεῖται τοῦ φυτοῦ, ὡς ἐδείξαμεν.
而在熟化开始时,花仅由稀薄的物质构成;因此,正如我们所表明的那样,它先于植物出现。
Ἐντεῦθεν γοῦν δεικνύομεν καὶ τὴν αἰτίαν δι’ ἣν τὰ φυτὰ ἐκφέρουσι φύλλα πρότερον, εἶτα καρπούς.
无论如何,由此我们也显示了植物为何先长叶后结果的原因。
Ὃ ἐν τῷ φυτῷ τῷ ἔχοντι στενοὺς πόρους γίνεται χρῶμα, ἔσται ἐν χρώματι σαπφειρίνηῳ, καὶ διότι συμπιέζονται αὐτοῦ τὰ μέρη, εἰς λευκότητα κλίνει.
在具有狭窄通道的植物中产生的颜色,将呈蓝宝石色,且因为它的各部分被压缩,它倾向于白色。