§2.8.1Ἡ χλοάζουσα χλοάζουσα δὲ χροιὰ ὀφείλει εἶναι πρᾶγμα κοινότατον ἐν τοῖς δένδροις.
呈绿色的,确实是绿色的色彩,应当是树木中极普遍的事物。
Βλέπομεν γὰρ ὅτι, ὥσπερ κοινή ἐστιν ἡ λευκότης ἐντός, οὕτως καὶ ἡ χλοερότης ἐκτός.
因为我们看到,正如内部的白色是普遍的一样,外部的绿色也是如此。
Καὶ τοῦτό ἐστιν, ὅτι ὕλῃ χρῶνται πλησιωτέρᾳ ἤγουν μᾶλλον πεπεμμένῃ.
而这是因为它们使用了更接近、即更经熟化的物质。
§2.8.2Δεῖ τοίνυν ἵνα ᾖ χλοερότης ἐν πᾶσι τοῖς φυτοῖς, ὅτι αἱ ὖλαι ἕλκουσι καὶ ἀραιοῦσι τὸ ξύλον τοῦ δένδρου, βραχεῖάν τε ἡ θερμότης πέψιν ἐργάζεται, καὶ ἀπομένει τι ἐκεῖ ὑγρόν, ὃ φαίνεται ἔξωθεν· καὶ τοῦτό ἐστιν ἡ χλοερότης ἡ ἐν τοῖς φυτοῖς, ἐὰν μὴ μείζων γένηται ἡ πέψις.
因此,所有植物中都必须有绿色,因为各种物质吸引并使树木的木部变得稀疏,且热量进行着微弱的熟化,并在那里残留了某种水分,这水分从外部显现出来;而这就是植物中的绿色,除非熟化变得更强。
Ὀφείλει δὲ εἶναι μέση ἐν τοῖς φύλλοις καὶ ἐν τοῖς ξύλοις τῇ δυνάμει.
且它在能力上应当介于叶子和木部之间。
§2.8.3Ἡ δὲ χλοερότης οὐ φθείρεται, ἐὰν ᾖ ὑγρότης ἐν αὐτῇ, ἥτις ἐστὶν ἐκ τοῦ γένους τῆς γῆς.
只要其中有属于土类的水分,绿色就不会被破坏。
Ἐξ ἀμφοτέρων γοῦν τούτων ἡ χροιὰ γίνεται ἡ χλοερά.
无论如何,从这两者中产生出绿色的色彩。
Τούτου σημεῖον ὅτι οἱ φλοιοὶ τοῦ δένδρου, ὅταν ξηραίνηται αὐτό, μελαίνονται, ἐντὸς δέ εἰσι λευκοί.
这方面的一个证明是,树皮在树木干燥时变黑,而内部则是白色的。
Ἐν τοῖς δένδροις γοῦν μεταξὺ τῶν δύο χρωμάτων χρῶμα χλοερὸν γίνεται ἐν τῇ ἐπιφανείᾳ αὐτῶν.
无论如何,在树木中,在这两种颜色之间,其表面产生出绿色的颜色。
§2.8.4Τοῦ δὲ σχήματος τῶν φυτῶν τρεῖς εἰσὶ τρόποι· τινὰ γὰρ ἄνω προχωροῦσι, τινὰ κάτω, τινὰ μέσον.
植物的形状有三种方式:有些向上生长,有些向下,有些介于中间。
Τὰ μὲν οὖν ἄνω ἐκτεινόμενα ἔχουσιν αἰτίαν, ὅτι ἡ φύσις αὐτῶν φαίνεται ἐν τῇ ἐντεριώνῃ, καὶ ἕλκει τὴν θερμότητα, καὶ συμπιέζει ἐν ἑαυτῇ τὸν ἀέρα τὸν ὄντα ἐν ταῖς ἀραιότησιν αὐτῆς.
那些向上延伸的植物有其原因,即它们的本性显现在髓中,并且它吸引热量,并在自身中压缩存在于其孔隙中的空气。
§2.8.5Πυραμιδοῦνται δέ, ὥσπερ πυραμιδοῦται τὸ πῦρ ἐν ταῖς ἐδίαις ὕλαις καὶ κουφίζεται.
它们呈锥体形,正如火在其自身的物质中呈锥体形并变轻一样。
Ὅσα δὲ κάτω ἐκτείνεται, τούτων οἱ πόροι συμπήγνυνται.
而那些向下延伸的植物,其通道发生凝固。
Ὅταν γὰρ πέψις γένηται, τότε ἡ ὕλη πυκνοῦται τοῦ ὑγροῦ, ἐν ᾦ ἐστὶν ἡ ἐντεριώνη.
因为当熟化发生时,髓所在的水分物质就会变得浓密。
Κἀντεῦθεν ἐκπορεύεται μὲν τὸ λεπτὸν ἄνω, ἐπαναστρέφει δὲ τὸ ὑγρὸν πρὸς τὰ μέρη ἐκεῖνα κάτω· κινεῖ γὰρ ταύτην ἡ οἰκεία βαρύτης.
由此,稀薄的部分确实向上流出,而水分则因其自身的重力而返回到下方的那些部分;因为其自身的重力促使其运动。
Ἃ δὲ φυτὰ μέσον τῶν δύο εἰσίν, ἔχουσιν οὕτως.
而介于两者中间的植物则处于这种情况。
§2.8.6Λεπτύνεται τὸ ὑγρόν, ὅτι ἡ φύσις τῆς εὐκρασίας γειτνιάζει τῇ πέψει, εἰσί τε καὶ οἱ πόροι μέσοι, καὶ ἡ ὕλη ἐπεκτείνεται καὶ ἄνω καὶ κάτω.
水分变稀薄是因为适度调和的性质接近于熟化,且通道也是中等的,物质向上下两个方向延伸。
§2.8.7Ἔστι δὲ ἡ μὲν πρώτη πέψις ὑπὸ τὸ φυτόν, δὲ δευτέρα ἐν τῇ ἐντεριώνῃ, ἥτις ἐξέρχεται μὲν ἀπὸ τῆς γῆς, ἔστι δὲ καὶ ἐν τῷ μέσῳ τοῦ φυτοῦ· καὶ μετὰ ταῦτα γίνεται ἡ διαίρεσις, ἥτις συμβαίνει ἀπὸ τῆς δευτέρας, οὐκ ἀπὸ τῆς πρώτης πέψεως.
第一种熟化在植物下方,第二种在髓中,这髓虽然来自土地,但也存在于植物的中部;在这之后发生分化,而这分化是从第二种,而非第一种熟化中产生的。
§2.8.8Ἡ δὲ τρίτη πέψις ἐστὶν ἐν τῷ ζῴῳ·
第三种熟化在动物中。
οὐ γὰρ γίνεται αὕτη ἡ πέψις εἰ μὴ διὰ τὴν διαίρεσιν τῆς φύσεως τῶν μελῶν καὶ τὴν διάστασιν τῶν φυσικῶν πρὸς ἄλληλα.
因为这种熟化只有通过器官性质的分化和自然物彼此之间的间隔才会发生。
Τὰ δὲ φυτὰ γείτονά εἰσι πρὸς ἑαυτά, καὶ διὰ τοῦτο πληθύνονται ἐν πολλοῖς τόποις.
而植物彼此接近,因此在许多地方繁衍。
Ὡς ἐπὶ τὸ πλεῖστον δὲ ἡ ὕλη τῶν φυτῶν κάτω ἐκτείνεται,
但在绝大多数情况下,植物的物质向下延伸。
§2.8.9Τὰ σχήματα τοίνυν τῶν φυτῶν εἰσὶν ἐν τῇ φύσει καὶ τῇ ποσότητι τῶν σπερμάτων, τὰ ἄνθη δὲ τῶν φυτῶν καὶ οἱ καρποί εἰσιν ἐν ταῖς ὑγρότησι καὶ ἐν ταῖς ὕλαις.
因此,植物的形状取决于种子的性质和数量,而植物的花和果实则取决于水分和物质。
Κεῖται τοίνυν ἡ πρώτη κίνησις καθολικῶς καὶ ἡ πέψις ἐν πᾶσι τοῖς ζῴοις, καὶ οὐκ ἀποχωροῦσιν ἀπ’ αὐτῆς πάντα τὰ ζῷα.
因此,第一运动和熟化普遍存在于所有动物中,且所有动物都不会脱离它。
§2.8.10Ἐν τοῖς φυτοῖς δέ ἐστιν ἡ πρώτη πέψις, εἶτα ἡ πέπανσις κατὰ τὴν τροφὴν αὐτῶν.
但在植物中,先有第一种熟化,然后根据其养分进行成熟。
Ἕκαστον οὖν δένδρον ἀναβαίνει ἀεί, ἔστ’ ἂν πληρωθείη.
因此,每棵树都不断向上生长,直到其达到充实。
Αἰτία δὲ αὕτη ἐστίν, ὅτι ἐπὶ μὲν τῶν ζῴων ἑκάστου τὸ μῆκος πλησίον ἐστὶ τοῦ ἰδίου πλάτους, ἐν τῷ φυτῷ δὲ πόρρω, ὅτι ἡ ῥίζα αὐτοῦ, ἤγουν τὸ πῦρ καὶ τὸ ὕδωρ, σπεύδουσιν εἰς ἀνάβασιν, ἵνα δημιουγηθῇ τὸ φυτόν.
而其原因在于,在动物中,每个动物的长度都接近其自身的宽度,但在植物中却相差甚远,因为它的根,也就是火和水,急于上升,以便使植物得以形成。
§2.8.11Ἡ διαφορὰ δὲ τῶν φυτῶν ἐν τοῖς κλάδοις ἐστὶν ἐκ τῆς περιττῆς ἀραιότητος.
而植物在枝条上的差异源于其多余的孔隙。
Ὅταν γὰρ συμπιεσθῶσιν οἱ χυμοί, θερμαίνεται ἡ φύσις καὶ σπεύδει εἰς τὴν πέψιν, κἀντεῦθεν τυποῦνται οἱ κλάδοι καὶ φύεται τὰ φύλλα, ὡς προείπομεν.
因为当汁液被压缩时,其本性变热并急于进行熟化,由此枝条得以成形,叶子也生长出来,正如我们先前所说。