§2.7.1Τριπλώς δὲ ἡ τῶν δένδρων εὐπορία ἀκολουθεῖ·
樹木の豊かさは三つの仕方で随伴する。
ἢ γὰρ προάγουσι τοὺς καρποὺς πρὸ τῶν φύλλων, ἤ σύναμα τοῖς φύλλοις, ἢ μετὰ τὰ φύλλα.
すなわち、葉の前に果実を生じさせるか、葉と同時にか、あるいは葉の後にである。
Ἔστι τοίνυν φυτὸν ὅπερ οὐκ ἔχει ῥίζαν ἢ φύλλα·
また、根も葉も持たない植物もある。
ἔστι καὶ ὅπερ φέρει φιτρὸν ἄνευ καρποῦ καὶ φύλλων, ὡς Ἡ λεγομένη χρυσοκόμη ἢ χρυσῖτις.
さらには、果実も葉もなく幹だけを持つものもあり、たとえば、クリュソコメーあるいはクリュシーティスと呼ばれるもののように。
§2.7.2Ἀλλὰ τὰ φυτὰ ἂ καρπὸν πρὸ τῶν φύλλων προάγουσι, πολλὴν ἔχουσι τὴν πιότητα.
しかし、葉の前に果実を生み出す植物は、多くの油分を含んでいる。
Ὅταν γοῦν ἐκταθείη ἡ θερμότης ἡ οὖσα φυσικῶς τῷ φυτῷ, ταχύνει καὶ ἡ τούτου πέψις, ῥώννυταί τε καὶ ζέει ἐν τοῖς κλάδοις τοῦ φυτοῦ, κωλύει τε τὸν χυμὸν ἵνα μὴ ἀναβαίνῃ ἀπ’ αὐτοῦ·
ともかく、植物に自然に備わっている熱が拡散されるとき、これの熟成も速まり、植物の枝の中で強まり沸き立ち、液汁がそこから上昇するのを妨げる。
κἀντεῦθεν προχωροῦσι καρποὶ καὶ φύλλα.
そしてそこから果実と葉が進み出る。
§2.7.3Ἐν δὲ τοῖς φυτοῖς ἃ ταχύτερον τὰ φύλλα προάγουσι, τί νοητέον;
では、より早く葉を生み出す植物においては、どのように考えるべきだろうか。
Αἱ διαθέσεις τῶν ὑγρῶν εἰσὶ πολλαί, Ὁπόταν γοῦν ἡ θερμότης τοῦ ἡλίου ἄρξηται διασπείρειν τὰ μέρη τοῦ ὕδατος, ἄνω ἐφέλκεται ὁ ἥλιος τὰ μέρη τῆς ὑγρότητος, καὶ βραδύνει ἡ πεπειρότης, διότι ἡ πέψις τοῦ καρποῦ οὐκ ἔστιν εἰ μὴ ἐν συμπήξει, καὶ προηγοῦνται τὰ φύλλα τῶν καρπῶν τῇ προσαγωγῇ τῆς πολλῆς ὑγρότητος.
水分の状態は多様である。 ともかく、太陽の熱が水の部分を分散させ始めるとき、太陽は水分の部分を上方に引き上げ、成熟は遅れる。 なぜなら、果実の熟成は凝固においてしか起こらないからであり、また多量の水分の供給によって葉が果実に先立つからである。
§2.7.4Πολλάκις δὲ συμβαίνει αὐτοῖς καὶ πιότης, ὁπόταν ἡ ὑγρότης ἡ ἐν τῷ φυτῷ πέψιν λάβῃ καὶ ἀναβῇ ἐξ αὐτῆς ἀτμὶς πυκνή, καὶ ἑλκύσῃ αὐτὴν ὁ ἀὴρ μετὰ τοῦ ἡλίου·
しかし、しばしばそれらには油分も生じる。 それは、植物の中の水分が熟成を得て、そこから濃い蒸気が上昇し、空気と太陽がそれを引き上げるときである。
τότε γὰρ ἐξέρχεται ἐκ τῆς ὑγρότητος ἐκείνης καὶ πιότης καὶ καρπὸς καὶ φύλλα μιᾷ ἐκθέσει.
なぜなら、そのときには、その水分から油分も果実も葉も一斉に現れるからである。
Οἱ παλαιοὶ δὲ σοφοὶ τὰ φύλλα πάντα καρποὺς εἶναι διεβεβαιοῦντο.
古代の賢者たちは、葉はすべて果実であると主張していた。
§2.7.5Ἰστέον οὖν ὡς ὁπόταν ἡ ὑγρότης ἐστὶ τόση ὥστε μὴ πεπαίνεσθαι μηδὲ συμπήγνυσθαι διὰ τὴν ἐκ τοῦ ἀέρος ἀνάπτυξιν καὶ τὴν ἄνωθεν σπουδὴν τῆς ἐφελκύσεως τοῦ ἡλίου, τότε ἡ ὑγρότης αὕτη, εἰς ἢν οὐκ ἐνηργήθη πέψις, ἀλλοιοῦται εἰς φύλλα·
したがって、知っておくべきである。 水分が非常に多量であるため、空気による散開と上方からの太陽の引き上げの勢いのために、成熟することも凝固することもないとき、そのとき、熟成が働かなかったこの水分は葉へと変化するのである。
ἃ δὴ οὐκ ἔχουσιν ἄλλον σκοπὸν εἰ μὴ τὴν ἐφέλκυσιν τῆς ὑγρότητος, καὶ ἵνα ὦσι καὶ περικαλύμματα τῶν καρπῶν ἀπὸ τῆς σφοδρότητος τοῦ ἡλίου.
そしてそれらは、水分の引き上げと、太陽の激しさから果実を保護する覆いとなること以外に、いかなる目的も持たないのである。
§2.7.6Οὐ τοίνυν ὁμοίως δεῖ ἵνα τὰ φύλλα ὦσιν ὡς οἱ καρποί·
それゆえ、葉が果実のようである必要は全くない。
ὁ γὰρ χυμὸς ὁ ἀναβαίνων ἀλλοιωθείς, οὖτός ἐστι τὰ φύλλα, ὡς εἴπομεν.
なぜなら、上昇する液汁が変化したものが葉なのであり、それは我々が述べた通りだからである。
Τοιουτοτρόπως ἐστὶν ἡ κρίσις καὶ ἐν ταῖς ἐλαίαις, αἳ πολλάκις στερίσκονται τῶν ἐδίων καρπῶν.
これと同様の状況がオリーブにおいても見られ、それらはしばしば自らの果実を実らせない。
§2.7.7Ὁπόταν γὰρ ἡ φύσις πέψιν ποιήσῃ, ἀναβαίνει πρώτως ἐκ τῆς λεπτότητος, ὅπερ οὐκ ἐπεπάνθη ἐκ τῆς θερμότητος.
なぜなら、自然が熟成を行うとき、まず希薄な部分から上昇するが、これは熱によって成熟させられなかったものである。
Ἔστιν οὖν αὕτη ἡ ὑγρότης φύλλα, Ἡ δὲ πέψις ἐστὶν ἄνθος.
したがって、この水分が葉となり、熟成されたものが花となる。
Ὅταν δὲ τελειωθῇ τῷ δευτέρῳ ἔτει ἡ πέψις, γεννῶνται καρποί, καὶ ἐκβαίνει εἰς τέλος ἡ ὕλη κατὰ τὸν τόπον τὸν ἐν αὐτοῖς.
二年目に熟成が完了するとき、果実が生じ、物質はそれらの中にある場所に従って完成に至る。
§2.7.8Αἱ ἄκανθαι ὡσαύτως εἰσὶν ἐκ τοῦ γένους τῶν φυτῶν, οὐ μὴν τῆς αὐτῆς φύσεως.
棘も同様に植物の類に属するが、同じ性質のものではない。
Λέγω γοῦν ὅτι ἐν τῷ φυτῷ ἐστὶν ἀραιότης, καὶ ἐν τῇ ἀρχῇ τῆς φύσεως αὐτοῦ ἐστὶ πέψις, καὶ ἀναβαίνει ὑγρότης ψυχρὰ καὶ μετ’ αὐτῆς βραχεῖα διάκρισις, διερχομένη ἐν ἐκείνῃ τῇ ἀραιότητι.
ともかく私は言う、植物の中には隙間があり、その形成の初期には熟成があり、冷たい水分と、それと共にわずかな分離物が上昇し、その隙間を通過していく。
Ποιεῖ γοῦν ταύτην συμπήγνυσθαι ὁ ἥλιος, κἀντεῦθέν εἰσιν αἱ ἄκανθαι.
そして太陽がこれを凝固させ、そこから棘が生じるのである。
§2.7.9Διὰ τοῦτο καὶ τὸ εἶδος αὐτῶν ἐστὶ πυραμοειδές·
このために、それらの形状は錐体形なのである。
ἔστι γὰρ ἡ βάσις αὐτῶν ἀρχομένη ἀπὸ παχέος καὶ προχωροῦσα εἰς ἰσχνόν.
すなわち、それらの基部は太いところから始まり、細いところへと進んでいく。
Τοῦτο δὲ γίνεται, διότι κατὰ βραχὺ ὁ ἀὴρ ἐπεκτεινόμενος τῷ φυτῷ αὐξάνει τὰ μέρη αὐτοῦ μετ’ ἐπντάσεως τῆς ὑικῆς.
これは、空気が徐々に植物へと広がりつつ、物質の拡張を伴ってその部分を成長させるからである。
Τοιουτοτρόπως καὶ πᾶν δένδρον ἢ φυτὸν γίνεται, οὖ ἡ κεφαλή ἐστι πυραμοειδής.
これと同様の仕方で、梢が錐体形であるすべての樹木や植物も生じるのである。