§2.7.1Τριπλώς δὲ ἡ τῶν δένδρων εὐπορία ἀκολουθεῖ· ἢ γὰρ προάγουσι τοὺς καρποὺς πρὸ τῶν φύλλων, ἤ σύναμα τοῖς φύλλοις, ἢ μετὰ τὰ φύλλα.
树木的丰茂以三种方式随之而来:因为它们要么在叶子之前长出果实,要么与叶子同时,要么在叶子之后。
Ἔστι τοίνυν φυτὸν ὅπερ οὐκ ἔχει ῥίζαν ἢ φύλλα· ἔστι καὶ ὅπερ φέρει φιτρὸν ἄνευ καρποῦ καὶ φύλλων, ὡς Ἡ λεγομένη χρυσοκόμη ἢ χρυσῖτις.
因此,有既没有根也没有叶子的植物;也有只长出树干而没有果实和叶子的植物,例如被称为克里索科梅或克里西蒂斯的植物。
§2.7.2Ἀλλὰ τὰ φυτὰ ἂ καρπὸν πρὸ τῶν φύλλων προάγουσι, πολλὴν ἔχουσι τὴν πιότητα.
但是,在叶子之前长出果实的植物含有许多油分。
Ὅταν γοῦν ἐκταθείη ἡ θερμότης ἡ οὖσα φυσικῶς τῷ φυτῷ, ταχύνει καὶ ἡ τούτου πέψις, ῥώννυταί τε καὶ ζέει ἐν τοῖς κλάδοις τοῦ φυτοῦ, κωλύει τε τὸν χυμὸν ἵνα μὴ ἀναβαίνῃ ἀπ’ αὐτοῦ· κἀντεῦθεν προχωροῦσι καρποὶ καὶ φύλλα.
无论如何,当植物天然具有的热量扩散时,其熟化也会加速,并在植物的枝干中增强并沸腾,阻碍汁液从其中上升;由此,果实和叶子便生长出来。
§2.7.3Ἐν δὲ τοῖς φυτοῖς ἃ ταχύτερον τὰ φύλλα προάγουσι, τί νοητέον;
然而,对于那些更快速长出叶子的植物,我们又该如何思考呢?
Αἱ διαθέσεις τῶν ὑγρῶν εἰσὶ πολλαί, Ὁπόταν γοῦν ἡ θερμότης τοῦ ἡλίου ἄρξηται διασπείρειν τὰ μέρη τοῦ ὕδατος, ἄνω ἐφέλκεται ὁ ἥλιος τὰ μέρη τῆς ὑγρότητος, καὶ βραδύνει ἡ πεπειρότης, διότι ἡ πέψις τοῦ καρποῦ οὐκ ἔστιν εἰ μὴ ἐν συμπήξει, καὶ προηγοῦνται τὰ φύλλα τῶν καρπῶν τῇ προσαγωγῇ τῆς πολλῆς ὑγρότητος.
水分的状态是多样的。 无论如何,当太阳的热量开始分散水的部分时,太阳就会将水分的部分向上吸引,而成熟便会延迟,因为果实的熟化只有在凝固中才会发生,并且由于大量水分的供给,叶子先于果实出现。
§2.7.4Πολλάκις δὲ συμβαίνει αὐτοῖς καὶ πιότης, ὁπόταν ἡ ὑγρότης ἡ ἐν τῷ φυτῷ πέψιν λάβῃ καὶ ἀναβῇ ἐξ αὐτῆς ἀτμὶς πυκνή, καὶ ἑλκύσῃ αὐτὴν ὁ ἀὴρ μετὰ τοῦ ἡλίου·
然而,当植物中的水分获得熟化,且从中升起浓密的蒸气,而空气与太阳一同将其向上吸引时,它们中也常常会产生油分。
τότε γὰρ ἐξέρχεται ἐκ τῆς ὑγρότητος ἐκείνης καὶ πιότης καὶ καρπὸς καὶ φύλλα μιᾷ ἐκθέσει.
因为在那个时候,油分、果实和叶子都会从那水分中一次性地产出。
Οἱ παλαιοὶ δὲ σοφοὶ τὰ φύλλα πάντα καρποὺς εἶναι διεβεβαιοῦντο.
而古代的贤者们确信,所有的叶子都是果实。
§2.7.5Ἰστέον οὖν ὡς ὁπόταν ἡ ὑγρότης ἐστὶ τόση ὥστε μὴ πεπαίνεσθαι μηδὲ συμπήγνυσθαι διὰ τὴν ἐκ τοῦ ἀέρος ἀνάπτυξιν καὶ τὴν ἄνωθεν σπουδὴν τῆς ἐφελκύσεως τοῦ ἡλίου, τότε ἡ ὑγρότης αὕτη, εἰς ἢν οὐκ ἐνηργήθη πέψις, ἀλλοιοῦται εἰς φύλλα· ἃ δὴ οὐκ ἔχουσιν ἄλλον σκοπὸν εἰ μὴ τὴν ἐφέλκυσιν τῆς ὑγρότητος, καὶ ἵνα ὦσι καὶ περικαλύμματα τῶν καρπῶν ἀπὸ τῆς σφοδρότητος τοῦ ἡλίου.
因此,应当知道,当水分如此之多,以至于由于空气的散开和来自上方的太阳吸引的冲力,而无法成熟或凝固时,那么这未曾经过熟化作用的水分,就会转化为叶子;而这些叶子确实没有其他目的,除了吸引水分,以及成为防范太阳暴晒的果实遮蔽物。
§2.7.6Οὐ τοίνυν ὁμοίως δεῖ ἵνα τὰ φύλλα ὦσιν ὡς οἱ καρποί· ὁ γὰρ χυμὸς ὁ ἀναβαίνων ἀλλοιωθείς, οὖτός ἐστι τὰ φύλλα, ὡς εἴπομεν.
因此,叶子不需要像果实一样;因为那上升并发生变化的汁液就是叶子,正如我们所说。
Τοιουτοτρόπως ἐστὶν ἡ κρίσις καὶ ἐν ταῖς ἐλαίαις, αἳ πολλάκις στερίσκονται τῶν ἐδίων καρπῶν.
在橄榄树中也有类似的情况,它们常常失去自己的果实。
§2.7.7Ὁπόταν γὰρ ἡ φύσις πέψιν ποιήσῃ, ἀναβαίνει πρώτως ἐκ τῆς λεπτότητος, ὅπερ οὐκ ἐπεπάνθη ἐκ τῆς θερμότητος.
因为当自然进行熟化时,首先从稀薄部分上升,这是未被热量成熟的部分。
Ἔστιν οὖν αὕτη ἡ ὑγρότης φύλλα, Ἡ δὲ πέψις ἐστὶν ἄνθος.
因此,这种水分就是叶子,而熟化的产物则是花。
Ὅταν δὲ τελειωθῇ τῷ δευτέρῳ ἔτει ἡ πέψις, γεννῶνται καρποί, καὶ ἐκβαίνει εἰς τέλος ἡ ὕλη κατὰ τὸν τόπον τὸν ἐν αὐτοῖς.
当熟化在第二年完成时,果实便产生,并且物质按照它们之中的位置而达到完成。
§2.7.8Αἱ ἄκανθαι ὡσαύτως εἰσὶν ἐκ τοῦ γένους τῶν φυτῶν, οὐ μὴν τῆς αὐτῆς φύσεως.
刺同样属于植物的一类,但并非具有相同的本性。
Λέγω γοῦν ὅτι ἐν τῷ φυτῷ ἐστὶν ἀραιότης, καὶ ἐν τῇ ἀρχῇ τῆς φύσεως αὐτοῦ ἐστὶ πέψις, καὶ ἀναβαίνει ὑγρότης ψυχρὰ καὶ μετ’ αὐτῆς βραχεῖα διάκρισις, διερχομένη ἐν ἐκείνῃ τῇ ἀραιότητι.
无论如何,我说在植物体内存在孔隙,并且在其生命之初存在熟化,寒冷的水分随同少许分离物一同上升,穿过那些孔隙。
Ποιεῖ γοῦν ταύτην συμπήγνυσθαι ὁ ἥλιος, κἀντεῦθέν εἰσιν αἱ ἄκανθαι.
然后,太阳使之凝固,由此便产生了刺。
§2.7.9Διὰ τοῦτο καὶ τὸ εἶδος αὐτῶν ἐστὶ πυραμοειδές· ἔστι γὰρ ἡ βάσις αὐτῶν ἀρχομένη ἀπὸ παχέος καὶ προχωροῦσα εἰς ἰσχνόν.
因此,它们的形状也是锥体形的;因为它们的基部从粗开始,向细发展。
Τοῦτο δὲ γίνεται, διότι κατὰ βραχὺ ὁ ἀὴρ ἐπεκτεινόμενος τῷ φυτῷ αὐξάνει τὰ μέρη αὐτοῦ μετ’ ἐπντάσεως τῆς ὑικῆς.
发生这种情况是因为空气逐渐向植物延展,随着物质的扩张而增加其部分。
Τοιουτοτρόπως καὶ πᾶν δένδρον ἢ φυτὸν γίνεται, οὖ ἡ κεφαλή ἐστι πυραμοειδής.
梢头呈锥体形的所有树木或植物也以类似的方式产生。