§2.6.1Καθολικῷ δὲ λόγῳ πᾶν φυτὸν τεττάρων τινῶν δεῖται, σπέρματος διωρισμένου, τόπου ἁρμοδίου ὕδατος συμμέτρου καὶ ἀέρος ὁμοίου.
一般的に言って、すべての植物は四つのもの、すなわち定められた種、適した場所、適度な水、そして適した空気を必要とする。
Ὄταν οὖν ταῦτα πάντα συντελεσθῶσι, γεννᾶται φυτὸν καὶ αὐξάνει·
したがって、これらすべてが揃うとき、植物は生まれ、かつ成長する。
ὅτε δὲ ταῦτα ἀποχωρήσουσιν, ἀσθενεῖ τῇ ἀποχωρήσει καὶ τὸ φυτόν.
しかし、これらが失われるとき、その喪失によって植物もまた衰える。
§2.6.2Πάλιν τὸ φυτὸν τὸ προϊὸν ἐν ὄρεσιν ὑψηλοῖς, εἰ ἔσται εἶδος, ἔσται προχειρότερον καὶ προσφυέστερον εἰς ἰατρείαν·
再び、高い山々に生じる植物は、もしそれが特定の種であるなら、医療にとってより手近に得られ、より適したものとなる。
ὁ καρπὸς δὲ ὁ σκληρότερος εἰς πέψιν οὐχ ὡς ἐπὶ τὸ πολὺ τρέφει.
しかし、消化するのにより硬い果実は、大抵の場合、栄養を与えない。
Τόποι δὲ ἀπομεμακρυσμένοι τοῦ ἡλίου οὐκ εἰσὶ πολλῶν βοτανῶν γεννητικοί,
また、太陽から遠く離れた場所は、多くの草を生じさせるものではない。
§2.6.3Ὁμοίως ἐὰν ὁ ἥλιος μακρότητα τῇ ἡμέρᾳ προσάγῃ ἐν τῇ κινήσει αὐτοῦ καὶ κατακυριεύῃ τῆς ὑγρότητος, οὐκ ἔχει τὸ φυτὸν δυνάμεις φύλλα καὶ καρποὺς προάγειν.
同様に、もし太陽がその運行によって昼に長さをもたらし、水分を支配してしまうなら、植物は葉や果実を生み出す力を持たない。
Τί δὲ καὶ περὶ τῶν φυτῶν χρὴ νοεῖν, ἃ γεννῶνται ἐν ὑδαρώδεσι τόποις;
ところで、水分の多い場所に生じる植物については、どのように考えるべきだろうか。
Ἐν τούτοις ὅτε τὸ ὕδωρ ἠρεμεῖ, γίνεταί τι καθάπερ ἰλύς, καὶ οὐκ ἔστι δύναμις ἐν τῷ ἀέρι ἵνα ὑποστήσῃ τὰ μέρη τοῦ ὕδατος.
これらにおいては、水が静止しているとき、泥のようなものが生じ、空気の中には水の部分を支持する力がないのである。
§2.6.4Κατέχεται γὰρ αὐτὸς ὁ ἀὴρ ἐν τοῖς ἐνδοτέροις τῆς γῆς, καὶ κωλύει τὴν παχύτητα τοῦ ὕδατος ἀναβαίνειν.
というのも、空気自体が地中深くに閉じ込められており、水の濃い部分が上昇するのを防いでいるからである。
§2.6.5Εἰ γοῦν πλημμυρήσῃ ἄνεμος ἐν ἐκείνῳ τῷ τόπῳ καὶ συσφιγχθῇ ἡ γῆ, συμπιέσῃ τε ἑαυτὸν ὁ ἐμπεριειλημμένος ἀήρ, καὶ συμπήξῃ ὁ ἄνεμος τὴν ὑγρότητα, προελεύσεται ἐκ ταύτης τῆς ὑγρότητος φυτὰ οὐ πολὺ διαφέροντα ἀλλήλων ἐν εἴδει καὶ σχήματι, διὰ τὴν διαμονὴν καὶ τὴν παχύτητα τοῦ ὕδατος καὶ τὴν θερμότητα τοῦ ἡλίου ἄνωθεν.
ともかく、もしその場所で風が満ち溢れて大地が締め固められ、閉じ込められた空気が自らを圧縮し、風が水分を凝固させるなら、この水分から、種類や形において互いにあまり違わない植物が生じるだろう。 それは、水の滞留と濃厚さ、および上方からの太陽の熱のゆえである。
§2.6.6Πάλιν περὶ τῶν φυτῶν ἅ εἰσιν ἐν τόποις ὑγροῖς, καὶ ἡ ἐπιφάνεια αὐτῶν φαίνεται ἐν τῇ ὄψει τῆς γῆς χλοάζουσα, λέγω ὅτι ἐν ἐκείνῳ τῷ τόπῳ μικρά ἐστιν ἀραιότης.
再び、湿った場所にあり、地表に青々と現れて見える植物について、私は、その場所にはわずかな隙間しかないと言う。
§2.6.7Ὄταν οὖν ἐμπεσὼν ὁ ἥλιος κινήσῃ τὴν ἐν ἐκείνῳ ὑγρότητα, καὶ θερμάνῃ τὸν τόπον τῇ συμβαινούσῃ κινήσει καὶ τῇ θερμότητι τῇ ἐμπεριειλημμένῃ τοῖς ἐνδοτέροις τῆς γῆς, ὅπερ δὴ οὐ συμβαίνει ἐν οἷς οὐκ ἔχει τὸ φυτὸν ὅθεν ἂν αὐξηθῇ, καὶ ἡ ὑγρότης τῇ ἰδίᾳ ἐκτάσει διαχυθῇ, γίνεται καπνὸς ὑπεράνω τῆς γῆς ὡς ὕφασμα χλοάζον, κἀντεῦθεν γεννᾶται φυτὸν μὴ ἔχον φύλλα, ὑπάρχον ἐκ τοῦ γένους τοῦ φυτοῦ τοῦ φαινομένου εἰς τὴν ἐπιφάνειαν τοῦ ὕδατος.
したがって、太陽が差し込んでその場所の水分を動かし、生じる運動と地中に閉じ込められた熱によってその場所を温めるとき(これはまさに、植物が成長するための拠り所を持たない場合には起こらないことであるが)、そして水分がそれ自体の広がりによって拡散されるとき、大地上に青々とした織物のような煙が生じ、そこから、葉を持たず、水面に現れる植物の類に属する植物が生じる。
§2.6.8Ἔστι δὲ μεῖζον ἐκείνου, διότι πλησίον ἐστὶ τῆς γῆς, εἰ καὶ οὐκ ἀναβαίνειν καὶ ἐπεκτείνεσθαι δύναται.
しかし、それは前者よりも大きい。 大地に近いからである。 たとえそれが上昇することも広がることもできないとしても。
Πολλάκις δὲ καὶ ἐν φυτοῖς ἄλλο φυτὸν γεννᾶται οὐ τοῦ αὐτοῦ εἴδους καὶ τῆς αὐτῆς ὁμοιώσεως, ἄνευ ῥίζης.
またしばしば、植物の中に、同じ種でも同じ形態でもない、根のない別の植物が生じることがある。
§2.6.9Κινεῖται δὲ τοῦτο οὕτως·
これは次のようにして起こる。
ὁπόταν φυτὸν πολλῶν ἀκανθῶν ἐν πίονι ὕδατι κινήσῃ ἑαυτό, ἀνοίγονται τὰ μέρη αὐτοῦ, καὶ ἀνιμᾶται ὁ ἥλιος τὰς ἐν αὐτῷ σήψεις, πέψιν τε ποιεῖ τούτῳ, καὶ τῇ ἰδίᾳ φύσει εἰς τὸν τόπον τὸν σεσημμένον βοήθειαν χορηγεῖ μετὰ θερμότητος εὐκράτου, κἀντεῦθεν αὐξάνει τὸ φυτόν, ὡς δοκεῖν νήματα ἐκτείνεσθαι εἰς ὅλον αὐτό.
多くの棘を持つ植物が肥沃な水の中で活性化するとき、その諸部分が開き、太陽がその中の腐敗物を引き上げて熟成をもたらし、適度な熱を伴って、その固有の性質によって腐敗した箇所に助けを供給する。 そしてそこから植物が成長し、まるでその全体に糸が伸びているように見えるようになる。
§2.6.10Καὶ τοῦτο ἴδιόν ἐστι τοῖς φυτοῖς τοῖς ἔχουσι πολλὰς ἀκάνθας.
そしてこれは、多くの棘を持つ植物に特有のことである。
Τότε γοῦν γεννᾶται βοτάνη ἡ λεγομένη λινόζωστις καὶ τὰ ταύτῃ ὅμοια.
ともかくその時、リノゾースティスと呼ばれる草や、それに類するものが生じる。
Πᾶσαι δὲ αἱ βοτάναι, καὶ εἴ τι αὐξάνει ἐπάνω τῆς γῆς καὶ ἐν τῇ γῇ, πρόεισιν ἔκ τινος τούτων τῶν πέντε, ἅ εἰσι σπέρμα, ὑγρότης ἐξ ὕδατος, τόπος ἐπιτήδειος, ἀὴρ καὶ φυτεία.
すべての草、および地の上や地の中に成長するあらゆるものは、これら五つのうちのいずれかから生じる。 すなわち、種、水からの水分、適した場所、空気、そして植え付けである。
Καὶ ταῦτα τὰ πέντε εἰσίν, ὡς ἂν εἴποι τις, ῥίζαι φυτῶν.
そしてこれら五つは、言ってみれば、植物の「根」なのである。