§2.6.1Καθολικῷ δὲ λόγῳ πᾶν φυτὸν τεττάρων τινῶν δεῖται, σπέρματος διωρισμένου, τόπου ἁρμοδίου ὕδατος συμμέτρου καὶ ἀέρος ὁμοίου.
一般而言,一切植物都需要四种要素:特定的种子、适宜的地方、适量的水和相宜的空气。
Ὄταν οὖν ταῦτα πάντα συντελεσθῶσι, γεννᾶται φυτὸν καὶ αὐξάνει· ὅτε δὲ ταῦτα ἀποχωρήσουσιν, ἀσθενεῖ τῇ ἀποχωρήσει καὶ τὸ φυτόν.
因此,当所有这些要素齐备时,植物便会产生并成长;而当这些要素离去时,植物也因其离去而变得虚弱。
§2.6.2Πάλιν τὸ φυτὸν τὸ προϊὸν ἐν ὄρεσιν ὑψηλοῖς, εἰ ἔσται εἶδος, ἔσται προχειρότερον καὶ προσφυέστερον εἰς ἰατρείαν· ὁ καρπὸς δὲ ὁ σκληρότερος εἰς πέψιν οὐχ ὡς ἐπὶ τὸ πολὺ τρέφει.
再次,在高山上生长的植物,如果是特定的品种,就会更容易获得且更适合医用;然而,较难消化的果实在大多数情况下并不能提供滋养。
Τόποι δὲ ἀπομεμακρυσμένοι τοῦ ἡλίου οὐκ εἰσὶ πολλῶν βοτανῶν γεννητικοί, §2.6.3Ὁμοίως ἐὰν ὁ ἥλιος μακρότητα τῇ ἡμέρᾳ προσάγῃ ἐν τῇ κινήσει αὐτοῦ καὶ κατακυριεύῃ τῆς ὑγρότητος, οὐκ ἔχει τὸ φυτὸν δυνάμεις φύλλα καὶ καρποὺς προάγειν.
而远离太阳的地方并不能生育许多草本植物,同样,如果太阳在运行中使白天变长,并且主宰了水分,植物就没有力量产生叶子和果实。
Τί δὲ καὶ περὶ τῶν φυτῶν χρὴ νοεῖν, ἃ γεννῶνται ἐν ὑδαρώδεσι τόποις;
然而,对于那些在多水之地产生的植物,我们又该如何思考呢?
Ἐν τούτοις ὅτε τὸ ὕδωρ ἠρεμεῖ, γίνεταί τι καθάπερ ἰλύς, καὶ οὐκ ἔστι δύναμις ἐν τῷ ἀέρι ἵνα ὑποστήσῃ τὰ μέρη τοῦ ὕδατος.
在这些地方,当水静止时,就会产生像泥泞一样的东西,而且空气中没有力量来支撑水分的各部分。
§2.6.4Κατέχεται γὰρ αὐτὸς ὁ ἀὴρ ἐν τοῖς ἐνδοτέροις τῆς γῆς, καὶ κωλύει τὴν παχύτητα τοῦ ὕδατος ἀναβαίνειν.
因为空气本身被滞留在地底深处,阻碍了水的稠密部分上升。
§2.6.5Εἰ γοῦν πλημμυρήσῃ ἄνεμος ἐν ἐκείνῳ τῷ τόπῳ καὶ συσφιγχθῇ ἡ γῆ, συμπιέσῃ τε ἑαυτὸν ὁ ἐμπεριειλημμένος ἀήρ, καὶ συμπήξῃ ὁ ἄνεμος τὴν ὑγρότητα, προελεύσεται ἐκ ταύτης τῆς ὑγρότητος φυτὰ οὐ πολὺ διαφέροντα ἀλλήλων ἐν εἴδει καὶ σχήματι, διὰ τὴν διαμονὴν καὶ τὴν παχύτητα τοῦ ὕδατος καὶ τὴν θερμότητα τοῦ ἡλίου ἄνωθεν.
无论如何,如果那个地方风力充沛且土地收紧,封闭在内的空气自身压缩,风也使水分凝固,那么从这种水分中就会产生在种类和形状上彼此相差不大的植物,这是由于水分的滞留与稠密,以及来自上方的太阳热量。
§2.6.6Πάλιν περὶ τῶν φυτῶν ἅ εἰσιν ἐν τόποις ὑγροῖς, καὶ ἡ ἐπιφάνεια αὐτῶν φαίνεται ἐν τῇ ὄψει τῆς γῆς χλοάζουσα, λέγω ὅτι ἐν ἐκείνῳ τῷ τόπῳ μικρά ἐστιν ἀραιότης.
再次,关于那些处于潮湿地方、且其表面在地面上显得绿油油的植物,我说,在那个地方只有微小的孔隙。
§2.6.7Ὄταν οὖν ἐμπεσὼν ὁ ἥλιος κινήσῃ τὴν ἐν ἐκείνῳ ὑγρότητα, καὶ θερμάνῃ τὸν τόπον τῇ συμβαινούσῃ κινήσει καὶ τῇ θερμότητι τῇ ἐμπεριειλημμένῃ τοῖς ἐνδοτέροις τῆς γῆς, ὅπερ δὴ οὐ συμβαίνει ἐν οἷς οὐκ ἔχει τὸ φυτὸν ὅθεν ἂν αὐξηθῇ, καὶ ἡ ὑγρότης τῇ ἰδίᾳ ἐκτάσει διαχυθῇ, γίνεται καπνὸς ὑπεράνω τῆς γῆς ὡς ὕφασμα χλοάζον, κἀντεῦθεν γεννᾶται φυτὸν μὴ ἔχον φύλλα, ὑπάρχον ἐκ τοῦ γένους τοῦ φυτοῦ τοῦ φαινομένου εἰς τὴν ἐπιφάνειαν τοῦ ὕδατος.
因此,当太阳照射进来并移动其中的水分,并通过所产生的运动和封闭在地底深处的地热来加热那个地方时(这在植物没有可供生长的源泉的情况下确实不会发生),且水分因自身的延展而扩散时,地面上便会产生像绿色织物一般的烟雾,并由此产生一种没有叶子的植物,它属于浮在水面上的那一类植物。
§2.6.8Ἔστι δὲ μεῖζον ἐκείνου, διότι πλησίον ἐστὶ τῆς γῆς, εἰ καὶ οὐκ ἀναβαίνειν καὶ ἐπεκτείνεσθαι δύναται.
但它比后者更大,因为它靠近大地,即便它无法上升和延展。
Πολλάκις δὲ καὶ ἐν φυτοῖς ἄλλο φυτὸν γεννᾶται οὐ τοῦ αὐτοῦ εἴδους καὶ τῆς αὐτῆς ὁμοιώσεως, ἄνευ ῥίζης.
而且常常在植物体内,也会产生另一种既不同属也不同形的、没有根的植物。
§2.6.9Κινεῖται δὲ τοῦτο οὕτως· ὁπόταν φυτὸν πολλῶν ἀκανθῶν ἐν πίονι ὕδατι κινήσῃ ἑαυτό, ἀνοίγονται τὰ μέρη αὐτοῦ, καὶ ἀνιμᾶται ὁ ἥλιος τὰς ἐν αὐτῷ σήψεις, πέψιν τε ποιεῖ τούτῳ, καὶ τῇ ἰδίᾳ φύσει εἰς τὸν τόπον τὸν σεσημμένον βοήθειαν χορηγεῖ μετὰ θερμότητος εὐκράτου, κἀντεῦθεν αὐξάνει τὸ φυτόν, ὡς δοκεῖν νήματα ἐκτείνεσθαι εἰς ὅλον αὐτό.
其过程如下:每当多刺的植物在肥沃的水中活跃起来时,其各部分便会张开,太阳吸取其中的腐烂物,并使其熟化,同时以适度的热量,凭其自身本性对腐烂之处给以协助,由此该植物便生长起来,以至于看起来像是有纤维延展到它的全身。
§2.6.10Καὶ τοῦτο ἴδιόν ἐστι τοῖς φυτοῖς τοῖς ἔχουσι πολλὰς ἀκάνθας.
而这是多刺植物所特有的。
Τότε γοῦν γεννᾶται βοτάνη ἡ λεγομένη λινόζωστις καὶ τὰ ταύτῃ ὅμοια.
无论如何,此时便会产生被称为利诺佐斯蒂斯(linozostis)的草本植物及类似物。
Πᾶσαι δὲ αἱ βοτάναι, καὶ εἴ τι αὐξάνει ἐπάνω τῆς γῆς καὶ ἐν τῇ γῇ, πρόεισιν ἔκ τινος τούτων τῶν πέντε, ἅ εἰσι σπέρμα, ὑγρότης ἐξ ὕδατος, τόπος ἐπιτήδειος, ἀὴρ καὶ φυτεία.
现在,所有的草本植物,以及在地面上和地底下生长的一切,都来源于这五种要素之一:即种子、来自水的水分、适宜的地方、空气和植栽。
Καὶ ταῦτα τὰ πέντε εἰσίν, ὡς ἂν εἴποι τις, ῥίζαι φυτῶν.
这五种要素,可以说是植物的“根”。