§2.4.1Τὰ δὲ φυτὰ ἃ ἐν τῇ ἐπιφανείᾳ τοῦ ὕδατος γεννῶνται, οὐκ ἄλλως γεννῶνται εἰ μὴ διὰ τὸ πάχος τοῦ ὕδατος.
水面に生じる植物は、水の濃密さによらなければ生じない。
Ὄταν γὰρ θερμότης ἅψηται τοῦ ὕδατος, ἥτις ἄνω που οὐκ ἔχει πῶς ἂν κινηθείη, τότε προέρχεται ἐπ’ αὐτὴν παρόμοιόν τι νεφέλῃ, ὀλίγον τε τοῦ ἀέρος κατέχει, καὶ σήπεται τὸ τοιοῦτον ὑγρόν, ἐφέλκεταί τε αὐτὸ ἡ θερμότης, ἥτις ἐκτείνεται εἰς τὴν ὄψιν τοῦ ὕδατος, καὶ γίνεται ἐντεῦθεν φυτόν.
というのも、熱が水に触れるとき、その熱は上方のどこかへ動く手段を持たず、そのとき雲に似た何かがその熱の上に進み出て、少しばかりの空気を閉じ込め、そのような水分が腐敗し、水面に広がる熱がそれを引き寄せ、そこから植物が生じるからである。
§2.4.2Οὐκ ἔχει δὲ ῥίζαν, ὅτι ἡ ῥίζα ἐν τοῖς μέρεσιν ἑδράζεται τῆς γῆς, ἔχουσα μέρη διῃρημένα.
それは根を持たない。 なぜなら、根は大地の各部分に定着し、分割された部分を持つからである。
Οὐκ ἔχει δὲ πάλιν οὐδὲ φύλλα, ὅτι μακράν ἐστιν ἀπὸ τῆς εὐκρασίας, καὶ οὐδὲ τὰ μέρη αὐτοῦ εἰσὶ συμπεπηγότα.
他方で、また葉も持たない。 なぜなら、それは適度な調和から遠く離れており、またその部分が凝固していないからである。
Τοῦτο δὲ τὸ φυτὸν οἷον εἰς ὁμοιότητα φύλλων γεννᾶται, καὶ καλεῖται ἐπίπτερον.
しかし、この植物は言わば葉に似たものとして生じ、「エピプテロン」と呼ばれる。
§2.4.3Τῶν δὲ λοιπῶν φυτῶν τῶν ἐν τῇ γῇ, ἐπεὶ τὰ τῆς γῆς μέρη εἰσὶ συμπεπηγότα, καὶ τὰ μέρη ἐξ ἀνάγκης τούτων εἰσὶ τοιαῦτα.
大地上にある他の植物については、大地の各部分が凝固しているため、必然的にこれら(植物)の各部分もそのような状態にある。
Τὰ γοῦν φυτὰ τὰ ἐκ τῆς γῆς συμπεπηγότα γίνονται ἐκ σήψεων ἐν τόπῳ ὑγρῷ καὶ καπνώδει.
ともかく、大地から生じる、凝固した植物は、湿り気があり煙立つ場所での腐敗から生じる。
§2.4.4Αἱ γὰρ σήψεις κατέχουσιν ἀέρα·
というのも、腐敗は空気を閉じ込めるからである。
καὶ ὅταν πληθύνωνται οἱ ὑετοὶ καὶ οἱ ἄνεμοι, ὁ ἥλιος φαίνεσθαι ποιεῖ αὐτάς, κατεπείγει τε ξηραίνεσθαι καὶ συμπήγνυσθαι, καὶ ἡ ξηρότης τῆς γῆς τὰς ῥίζας αὐτῶν ποιεῖ·
そして、雨と風が多くなると、太陽はそれらを現れさせ、乾燥し凝固するよう促し、大地の乾燥がそれらの根を作る。
καὶ γίνονται ἐντεῦθεν φυτὰ καὶ μύκητες καὶ ὕδνα καὶ τὰ ὅμοια.
そしてここから、植物や、キノコや、セイヨウショウロや、それに類するものが生じるのである。
§2.4.5Πάντα δὲ ταῦτα γίνονται ἐν τόποις θερμοῖς κατὰ λόγον, διὸ ἡ θερμότης πέττει τὸ ὕδωρ ἐν τοῖς ἐνδοτέροις τῆς γῆς, κατέχει τε ταύτην ὁ ἥλιος, καὶ γίνεται ἀναθυμίασις, καὶ ἐντεῦθεν συμβαίνει ἡ ἀλλοίωσις εἰς φυτόν.
これらすべては当然、温かい場所で生じる。 そこでは熱が大地の内部で水を成熟させ、太陽がこの熱を保持し、蒸発が生じ、そこから植物への変化が起こるからである。
Ὁμοίως καὶ ἐν πᾶσι τόποις ὡς ἐπὶ τὸ πλεῖστον θερμοῖς πληροῦται ἡ τοῦ φυτοῦ ἀπάρτισις.
同様に、大部分が温かいすべての場所において、植物の完成が成し遂げられる。
§2.4.6Οἱ δὲ τόποι οἱ ψυχροί, εἰ καὶ οὖτοι τὸ ὅμοιον ποιοῦσί ποτε, πλὴν ἐκ τοῦ ἐναντίου.
他方、冷たい場所も、時に同様のことを行うが、それは逆の方法による。
Ὁ γὰρ ψυχρὸς ἀὴρ τὸν θερμὸν συμπιέζει κάτω, συμπήγνυσί τε τὰ μέρη αὐτοῦ, καὶ ὁ τόπος ἕψησιν πάσχει μετὰ τῆς προσούσης ὑγρότητος αὐτῷ·
なぜなら、冷たい空気が温かい空気を下へと押し下げ、その各部分を凝固させ、その場所はそこに存在する湿り気とともに一種の煮沸を受けるからである。
τοῦ γοῦν περισσοῦ ὑγροῦ ξηρανθέντος σχίζεται ὁ τόπος, καὶ ἐξέρχονται ἐξ αύτοῦ φυτά.
ともかく、過剰な水分が乾燥すると、その場所は裂け、そこから植物が出てくるのである。
§2.4.7Ἐν τόποις δὲ γλυκεροῖς, ἐν οἶς τὸ ὕδωρ μὴ ἐπὶ πολὺ συμβαίνει χωρίζεσθαι, ὁπόταν ὁ ἀὴρ τῇ γῇ ἐγκλειόμενος ξηρανθῇ, ἡ ὑγρότης τε τοῦ ὕδατος συμπαγῇ, καὶ ὁ αὐτὸς ἀὴρ μείνῃ ἐν τοῖς ἐνδοτέρω τοῦ ὕδατος, ἐξέρχονται φυτά, ὡς τὸ νοῦφαρ τὸ ἰατρικὸν, καὶ εἴδη βοτανῶν ἄλλα πολλῶν καὶ σμικρῶν, ἃ δὴ τοιουτοτρόπως γεννῶνται.
また、水が長い間失われることのない肥沃な場所において、大地に閉じ込められた空気が乾燥し、水の水分が凝固し、同じ空気が水の内側に留まるとき、植物が出てくる。 例えば、薬用のスイレンや、このようにして生じる他の多くの小さな草の類である。
§2.4.8Πλὴν οὐκ εἰσὶν ἐκτεταμένα, διότι αἱ ῥίζαι αὐτῶν εἰσὶν ἐπιπολαίως ἐν τῇ γῇ.
ただし、それらは大きく広がることはない。 なぜなら、それらの根は地表の浅いところにあるからである。
Ἐν τόποις ὡσαύτως ἐν οἶς ὕδωρ θερμὸν τρέχει, πολλάκις φυτὰ γεννῶνται, διότι ἡ θερμότης τοῦ ὕδατος ἐφέλκεται ἀναθυμιάσεις προσφάτους ἐπὶ τῆς γῆς, ἡ δὲ ψυχρὰ φύσις τῆς ὑγρότητος τοῦ ὕδατος ὑποκάτω ἀπομένει,
同様に、温かい水が流れる場所でも、しばしば植物が生じる。 なぜなら、水の熱が大地上に新たな蒸気を引き寄せる一方で、水の水分の冷たい性質は下方に残るからである。
§2.4.9καὶ συμπήγνυται ὁ ἀὴρ ὁ ἐν τούτῳ τῷ ὑγρῷ.
そして、この水分の中にある空気が凝固する。
Καὶ ὅταν πεφθῇ ἡ θερμότης τοῦ ἀέρος, πάλιν ἐν τούτῳ γεννᾶται τὸ φυτόν, οὐκ ἄλλως εἰ μὴ ἐν καιρῷ πολλῷ,
そして、空気の熱が成熟するとき、再びその中に植物が生じるが、それは長い時間をかけなければ起こらない。
§2.4.10Αἱ βοτάναι δὲ αἱ μικραί, αἱ φαινόμεναι ἐν τόποις θεαφώδεσι, γίνονται ὅταν ἄνεμοι ὀξέως πνέωσιν ἀντίπνοιάν τε ποιῶσι καὶ ἀντιπλήττωσιν ἀλλήλους, καὶ ἐξεγερθῇ ἀὴρ ὁ ἐν αὐτοῖς καὶ θερμανθῇ ὁ τόπος καὶ γένηται ἐντεῦθεν πῦρ, καὶ μετὰ ταῦτα γεννηθῇ ὅπερ ἐστὶν ἐν τῷ βάθει ἀρσενίκιον, ὃ καταβαίνει ἐκ τῆς ἰλύος τοῦ ἀέρος, καὶ ἐφέλκεται πῦρ μετὰ σήψεως (τοῦτο γὰρ τὸ ἀρσενίκιον)·
また、硫黄の多い場所に見られる小さな草は、風が激しく吹き、逆風を起こして互いにぶつかり合い、その中にある空気が呼び起こされてその場所が温められ、そこから火が生じ、その後に、空気の沈殿物から降下して深部に存在する雌黄が生じ、それが腐敗を伴って火を引き寄せるとき(これこそが雌黄である)に生じる。
τότε γὰρ γίνεται ἐκ τούτου φυτά.
なぜなら、そのときにこれ(プロセス)から植物が生じるからである。
§2.4.11Οὐ πολλὰ δὲ ταῦτα προβάλλεται φύλλα, καθὼς προαπεδείξαμεν, ὅτι ἡ εὐκρασία ἐκ τούτων πόρρω ἐστίν.
しかし、以前に証明したように、これらは多くの葉を出さない。 なぜなら、適度な調和がこれらから遠く離れているからである。
Ὄπερ δὲ φέρει τρόφιμόν τι φυτόν, ἐκεῖνο φύεται ἐν τόποις θερμοῖς καὶ κούφοις καὶ ὑψηλοῖς, καὶ μᾶλλον ἐν τῷ κλίματι τῷ τρίτῳ καὶ τῷ τετάρτῳ·
一方で、何か栄養のある実をもたらす植物は、温かく、軽やかで、高い場所に生え、とりわけ第三および第四の気候帯においてそうである。
καὶ πάλιν ὃ δένδρον ποιεῖ τι ἐγγὺς τροφίμου, ἐκεῖνο γεννᾶται ἐν τόποις ὑψηλοῖς καὶ ψυχροῖς.
また、栄養のあるものに近い性質を持つ木は、高くて冷たい場所に生じる。
§2.4.12Καὶ διὰ τοῦτο πληθύνονται τὰ εἴδη ἐν τόποις τοιούτοις, διὰ τὴν ἐφέλκυσιν τοῦ ὑγροῦ καὶ τὴν εὐκρασίαν τὴν ἐκ τῆς θερμότητος τοῦ ἡλίου ἐν ἡμέραις χειμεριναῖς.
そしてこのために、そのような場所では、水分の吸引と、冬の日々における太陽の熱による適度な調和のおかげで、種が増加するのである。
Ὁμοίως καὶ ὁ πηλὸς ὁ ἔμφυτος ὀξέως προάγει φυτὰ πίονα·
同様に、生来の粘土も、豊かな植物を速やかに発育させる。
ἡ συμπίλησις γὰρ τῆς ὑγρότητος τούτου ἐν τόποις γλυκεροῖς γίνεται, ὡς προειρήκαμεν.
なぜなら、すでに述べたように、この水分の圧縮は肥沃な場所で起こるからである。